previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[90] δὲ Μιθριδάτης ἐς Αρμενίαν, ἣν δὴ νῦν Ῥωμαῖοι βραχυτέραν Ἀρμενίαν καλοῦσιν, ἀνεζεύγνυ, τὰ μὲν εὐκόμιστα πάντα σιτολογῶν, τὰ δὲ δυσχερῆ διαφθείρων τε καὶ Λεύκολλον ἐπιόντα προαφαιρούμενος. καί τις ἀνὴρ Ῥωμαῖος, ἀπὸ βουλῆς, Ἀττίδιος ὄνομα, διὰ δίκην φυγὼν ἐκ τῆς πατρίδος ἐς Μιθριδάτην πρὸ πολλοῦ καὶ φιλίας ἀξιούμενος, ἑάλω τότε ἐπιβουλεύων αὐτῷ. καὶ τόνδε μὲν βασιλεὺς οὐ δικαιῶν βασανίσαι, Ῥωμαίων ποτὲ βουλευτὴν γενόμενον, ἔκτεινε, τοὺς δὲ συναμαρτόντας ᾐκίσατο δεινῶς. ἀπελεύθεροι δ᾽ ὅσοι τῷ Ἀττιδίῳ συνεγνώκεσαν, ἀπαθεῖς ἀφῆκεν ὡς δεσπότῃ διακονησαμένους. Λευκόλλου δ᾽ ἤδη τῷ Μιθριδάτῃ παραστρατοπεδεύοντος, τῆς Ἀσίας στρατηγὸς περιπέμπων ἐκήρυσσε Ῥωμαίους ἐπικαλεῖν Λευκόλλῳ πέρα τοῦ δέοντος πολεμοῦντι, καὶ τοὺς ὑπ᾽ αὐτῷ τῆς στρατείας ἀφιέναι, καὶ τῶν οὐ πειθομένων τὰ ὄντα δημεύσειν. ὧν ἐξαγγελθέντων στρατὸς αὐτίκα διελύετο, χωρὶς ὀλίγων. ὅσοι πάνυ πένητες ὄντες καὶ τὴν ζημίαν οὐ δεδιότες τῷ Λευκόλλῳ παρέμενον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: