previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[104] ἐπανιὼν δ᾽ ἐντεῦθεν Πομπήιος ἐστράτευσεν ἐς Ἀρμενίαν, ἔγκλημα ἐς Τιγράνη τιθέμενος ὅτι συνεμάχει Μιθριδάτῃ: καὶ ἦν ἤδη περὶ Ἀρτάξατα τὴν βασίλειον. Τιγράνῃ δὲ οὐκ ἔγνωστο μὲν πολεμεῖν ἔτι, παῖδες δ᾽ ἐκ τῆς Μιθριδάτου θυγατρὸς αὐτῷ ἐγεγένηντο, ὧν δύο μὲν αὐτὸς Τιγράνης ἀνῃρήκει, τὸν μὲν ἐν μάχῃ, πολεμοῦντά οἱ, τὸν δ᾽ ἐν κυνηγεσίοις, αὐτοῦ πεσόντος ἀμελήσαντα καὶ τὸ διάδημα περιθέμενον ἔτι κειμένου. δὲ τρίτος, Τιγράνης, ἐν μὲν τοῖς κυνηγεσίοις ὑπεραλγήσας τοῦ πατρὸς ἐστεφάνωτο ὑπ᾽ αὐτοῦ, μικρὸν δὲ διαλιπὼν ἀπέστη καὶ ὅδε, καὶ πολεμῶν τῷ πατρὶ καὶ ἡττώμενος ἐς Φραάτην ἐπεφεύγει τὸν Παρθυαίων βασιλέα, ἄρτι τὴν Σιντρίκου τοῦ πατρὸς ἀρχὴν διαδεδεγμένον. πλησιάσαντος δὲ τοῦ Πομπηίου κοινωσάμενος Φραάτῃ, συγχωροῦντός τι κἀκείνου καὶ φιλίαν ἰδίαν ἐς τὸν Πομπήιον μνωμένου, κατέφυγεν παῖς ἱκέτης ἐς τὸν Πομπήιον, καὶ ταῦτα ὢν Μιθριδάτου θυγατριδοῦς. ἀλλὰ μέγα δικαιοσύνης καὶ πίστεως κλέος ἦν τοῦ Πομπηίου παρὰ τοῖς βαρβάροις, δὴ πίσυνος καὶ πατὴρ Τιγράνης οὐδ᾽ ἐπικηρυκευσάμενος ᾔει, τά τε ἄλλα πάντα ἑαυτὸν ἐπιτρέψας ἐς τὰ δίκαια Πομπηίῳ, καὶ κατηγορήσων τοῦ παιδὸς ἐπὶ Πομπηίου. χιλιάρχους δὲ αὐτῷ καὶ ἱππάρχους ἐπὶ τιμῇ κελεύσαντος ὑπαντᾶν τοῦ Πομπηίου, οἱ μὲν ὄντες ἀμφὶ τὸν Τιγράνη τὸ ἀκήρυκτον τῆς ὁδοῦ δεδιότες ἔφευγον ὀπίσω, δὲ Τιγράνης ἦλθε, καὶ τὸν Πομπήιον ὡς κρείττονα βαρβαρικῶς προσεκύνησεν. εἰσὶ δ᾽ οἳ λέγουσιν ὑπὸ ῥαβδούχοις αὐτὸν ἀχθῆναι, μετάπεμπτον ὑπὸ τοῦ Πομπηίου γενόμενον. ὁποτέρως δ᾽ ἦλθεν, ἐξελογεῖτο περὶ τῶν γεγονότων, καὶ ἐδίδου Πομπηίῳ μὲν αὐτῷ τάλαντα ἑξακισχίλια, τῇ στρατιᾷ δὲ δραχμὰς πεντήκοντα ἑκάστῳ, καὶ λοχαγῷ χιλίας, καὶ χιλιάρχῳ μυρίας.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: