previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[118] ὧδε μὲν Ῥωμαῖοι Βιθυνοὺς καὶ Καππαδόκας ὅσα τε αὐτοῖς ὅμορα ἔθνη ἐπὶ τὸν Πόντον κατοικεῖ τὸν Εὔξεινον, βασιλέα Μιθριδάτην τεσσαράκοντα δύο ἔτεσι μάλιστα καθελόντες, ὑπηγάγοντο σφίσιν ὑπήκοα εἶναι. τῷ δὲ αὐτῷ πολέμῳ καὶ Κιλικίας τὰ μήπω σφίσι κατήκοα καὶ Συρίας τήν τε Φοινίκην καὶ κοίλην καὶ Παλαιστίνην καὶ τὴν ἐς τὸ μεσόγειον ἐπὶ ποταμὸν Εὐφράτην, οὐδὲν ἔτι τῷ Μιθριδάτῃ προσήκοντα, ῥύμῃ τῆσδε τῆς νίκης προσέλαβον, καὶ φόρους τοῖς μὲν αὐτίκα τοῖς δὲ ὕστερον ἔταξαν. Παφλαγονίαν τε καὶ Γαλατίαν καὶ Φρυγίαν καὶ τὴν ὅμορον τῇ Φρυγίᾳ Μυσίαν, καὶ ἐπὶ τοῖσδε Λυδίαν καὶ Καρίαν καὶ Ἰωνίαν καὶ ὅσα ἄλλα Ἀσίας τῆς περὶ τὸ Πέργαμόν ἐστι, καὶ τὴν ἀρχαίαν Ἑλλάδα καὶ Μακεδονίαν, Μιθριδάτου περισπάσαντος ὀξέως ἀνελάβοντο: καὶ τοῖς πολλοῖς αὐτῶν, οὔπω σφίσιν ὑποτελέσιν οὖσιν, ἐπέθηκαν φόρους. δι᾽ μοι καὶ μάλιστα δοκοῦσι τόνδε τὸν πόλεμον ἡγεῖσθαι μέγαν, καὶ τὴν ἐπ᾽ αὐτῷ νίκην μεγάλην καλεῖν, καὶ τὸν στρατηγήσαντα Πομπήιον μέγαν τῇ ἰδίᾳ φωνῇ μέχρι νῦν ἐπονομάζειν, ἐθνῶν τε πλήθους ἕνεκα ὧν ἀνέλαβον προσέλαβον, καὶ χρόνου μήκους, τεσσαρακονταετοῦς γενομένου, τόλμης τε αὐτοῦ Μιθριδάτου καὶ φερεπονίας, δυνατοῦ σφίσιν ἐς ἅπαντα ὀφθέντος,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: