previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[10] γέ τοι Ῥωμαίοις πρῶτος ἐν φιλίᾳ γενόμενος καὶ ναῦς τινὰς ἐπὶ Καρχηδονίους καὶ συμμαχίαν ὀλίγην παρασχών, βασιλεὺς Πόντου, Μιθριδάτης εὐεργέτης ἐπίκλησιν, ὡς ἀλλοτρίαν τὴν Καππαδοκίαν ἐπέδραμεν. καὶ διαδέχεται Μιθριδάτης υἱός, Διόνυσος καὶ εὐπάτωρ ἐπώνυμα ἦν. Ῥωμαῖοι δ᾽ αὐτὸν ἐκστῆναι Καππαδοκίας ἐκέλευσαν Ἀριοβαρζάνῃ, καταφυγόντι τε ἐς αὐτοὺς καὶ δόξαντι ἄρα γνησιωτέρῳ τοῦ Μιθριδάτου πρὸς τὴν Καππαδοκῶν ἀρχήν, καὶ τὸ μέγεθος τῆς ἀρχῆς τοῦ Μιθριδάτου πολλῆς οὔσης ὑφορώμενοί τε καὶ ἐς πλέονα διαιροῦντες ἀφανῶς. δὲ τοῦτο μὲν ἤνεγκε, Νικομήδει δὲ τῷ Νικομήδους τοῦ Προυσίου, Βιθυνίας ὡς πατρῴας ὑπὸ Ῥωμαίων ἀποδειχθέντι βασιλεύειν, Σωκράτη τὸν ἀδελφὸν αὐτοῦ Νικομήδους, ὅτῳ χρηστὸς ἐπώνυμον ἦν, μετὰ στρατιᾶς ἐπέμψε: καὶ τὴν Βιθυνῶν ἀρχὴν Σωκράτης ἐς αὑτὸν περιέσπασεν. τοῦ δ᾽ αὐτοῦ χρόνου Μιθράας καὶ Βαγώας Ἀριοβαρζάνη τόνδε τὸν ὑπὸ Ῥωμαίων κατηγμένον ἐς τὴν Καππαδοκίαν ἐκβαλόντες, Ἀριαράθην κατήγαγον ἐς αὐτήν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: