[14]
ὧδε μὲν καὶ οἱ Νικομήδους ἔλεξαν: ἐπελθὼν δὲ αὖθις ὁ Πελοπίδας ἐς τὸ τῶν Ῥωμαίων συνέδριον περὶ μὲν τῶν πάλαι γεγονότων, εἴ τι Νικομήδης ἐπιμέμφοιτο, δικάσαι Ῥωμαίους ἠξίου, τὰ δὲ νῦν ῾ἐν ὄψει γὰρ ὑμῶν γέγονε, τῆς τε γῆς τῆς Μιθριδάτου δῃουμένης καὶ τῆς θαλάττης ἀποκεκλεισμένης καὶ λείας τοσῆσδε ἐλαυνομένης᾿ οὐ λόγων ἔφη χρῄζειν οὐδὲ κρίσεως, ‘ἀλλ᾽ αὖθις ὑμᾶς παρακαλοῦμεν ἢ κωλύειν τὰ γιγνόμενα ἢ Μιθριδάτῃ συμμαχεῖν ἀδικουμένῳ, ἢ τελευταῖον, ὦ ἄνδρες Ῥωμαῖοι, μηδὲ κωλύειν ἀμυνόμενον, ἀλλ᾽ ἀμφοῖν ἐκστῆναι τοῦ πόνοῦ.’ τοσαῦτα τοῦ Πελοπίδου παλιλλογήσαντος, ἔγνωστο μὲν ἐκ πολλοῦ τοῖς Ῥωμαίων στρατηγοῖς ἐπικουρεῖν Νικομήδει, καὶ ἐς ὑπόκρισιν τῆς ἀντιλογίας ἠκροῶντο: τὰ δὲ εἰρημένα ὅμως ὑπὸ τοῦ Πελοπίδου, καὶ τὴν τοῦ Μιθριδάτου φιλίαν ἐνσύνθηκον ἔτι οὖσαν, αἰδούμενοι ἠπόρουν ἀποκρίσεως ἐπὶ πολύ, μέχρι ἐπιστήσαντες μετὰ σοφίας ὧδε ἀπεκρίναντο. ‘οὔτε Μιθριδάτην ἄν τι βουλοίμεθα πάσχειν ἄχαρι πρὸς Νικομήδους, οὔτε Νικομήδους ἀνεξόμεθα πολεμουμένου: οὐ γὰρ ἡγούμεθα Ῥωμαίοις συμφέρειν βλάπτεσθαι Νικομήδη.’ ταῦτα δ᾽ εἰπόντες τὸν Πελοπίδαν, βουλόμενον διελέγχειν τῆς ἀποκρίσεως τὴν ἀπορίαν, ἀπέπεμψαν ἐκ τοῦ συνεδρίου.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.