[26]
τῶν δ᾽ αὐτῶν ἡμερῶν τοῦ πεζοῦ τῷ Μιθριδάτῃ παραπλέοντος ἐπὶ ὁλκάδων καὶ τριήρων, πνεῦμα Καυνικὸν ἐμπεσὸν ἐς αὐτὰς ἐς Ῥόδον παρήνεγκε: καὶ οἱ Ῥόδιοι τάχιστα ἐπαναχθέντες, ἐνοχλουμέναις ὑπὸ τοῦ κλύδωνος ἔτι καὶ διεσπαρμέναις ἐμβαλόντες, ἀνεδήσαντό τινας καὶ διέτρησαν ἑτέρας καὶ ἐνέπρησαν ἄλλας, καὶ ἄνδρας αἰχμαλώτους εἷλον ἐς τετρακοσίους. ἐφ᾽ οἷς ὁ Μιθριδάτης ἐς ἑτέραν ναυμαχίαν ὁμοῦ καὶ πολιορκίαν ἡτοιμάζετο, σαμβύκην δέ τινα, μηχάνημα μέγιστον, ἐπὶ δύο νεῶν φερόμενον ἐποίει. αὐτομόλων δ᾽ αὐτῷ λόφον ὑποδειξάντων ἐπιβατόν, ᾗ Ἀταβυρίου Διὸς ἱερὸν ἦν καὶ κολοβὸν τειχίον ἐπ᾽ αὐτοῦ, τὴν στρατιὰν ἐς τὰς ναῦς νυκτὸς ἐπέβησε, καὶ ἑτέροις ἀναδοὺς κλίμακας ἐκέλευσε χωρεῖν ἑκατέρους μετὰ σιωπῆς, μέχρι τινὲς αὐτοῖς πυρσεύσειαν ἐκ τοῦ Ἀταβυρίου, καὶ τότε ἀθρόως, μετὰ βοῆς ὅτι μάλιστα μεγάλης, τοὺς μὲν τοῖς λιμέσιν ἐμπίπτειν, τοὺς δὲ τὰ τείχη βιάζεσθαι. οἱ μὲν δὴ μετὰ σιγῆς βαθείας προσεπέλαζον, Ῥοδίων δ᾽ οἱ προφύλακες αἰσθόμενοι τῶν γιγνομένων ἐπύρσευσαν, καὶ ἡ στρατιὰ τοῦ Μιθριδάτου, νομίσασα τοῦτο εἶναι τὸν ἐκ τοῦ Ἀταβυρίου πυρσόν, ἐκ βαθείας σιωπῆς ἠλάλαξαν ὁμοῦ πάντες, οἵ τε κλιμακοφόροι καὶ ὁ στόλος ὁ νηίτης. Ῥοδίων δ᾽ αὐτοῖς ἀκαταπλήκτως ἀντανακραγόντων, καὶ ἀθρόως ἀναδραμόντων ἐς τὰ τείχη, οἱ βασιλικοὶ νυκτὸς μὲν οὐδ᾽ ἐπεχείρουν, ἡμέρας δ᾽ ἀπεκρούσθησαν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.