previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[63] τοσάδε εἰπὼν ἐπιδιῄρει τοῖς πρέσβεσι τὴν ζημίαν, καὶ ἐπὶ τὰ χρήματα ἔπεμπεν. αἱ δὲ πόλεις ἀποροῦσαί τε καὶ δανειζόμεναι μεγάλων τόκων, αἱ μὲν τὰ θέατρα τοῖς δανείζουσιν, αἱ δὲ τὰ γυμνάσια τεῖχος λιμένας εἴ τι δημόσιον ἄλλο, σὺν ὕβρει στρατιωτῶν ἐπειγόντων, ὑπετίθεντο. τὰ μὲν δὴ χρήματα ὧδε τῷ Σύλλᾳ συνεκομίζετο, καὶ κακῶν ἄδην εἶχεν Ἀσία: ἐπέπλει δ᾽ αὐτὴν καὶ λῃστήρια πολύανδρα φανερῶς, στόλοις ἐοικότα μᾶλλον λῃσταῖς, Μιθριδάτου μὲν αὐτὰ πρώτου καθέντος ἐς τὴν θάλασσαν, ὅτε πάνθ᾽ ὡς οὐκ ἐς πολὺ καθέξων ἐλυμαίνετο, πλεονάσαντα δ᾽ ἐς τότε μάλιστα, καὶ οὐ τοῖς πλέουσι μόνοις ἀλλὰ καὶ λιμέσι καὶ χωρίοις καὶ πόλεσιν ἐπιχειροῦντα φανερῶς. Ἰασσός γέ τοι καὶ Σάμος καὶ Κλαζομεναὶ καὶ Σαμοθρᾴκη Σύλλα παρόντος ἐλήφθησαν, καὶ τὸ ἱερὸν ἐσυλήθη τὸ Σαμοθρᾴκιον χιλίων ταλάντων κόσμον, ὡς ἐνομίζετο. δέ, εἴτε ἑκὼν ὡς ἁμαρτόντας ἐνυβρίζεσθαι καταλιπών, εἴτ᾽ ἐπὶ τὴν ἐς Ῥώμην στάσιν ἐπειγόμενος, ἐς τὴν Ἑλλάδα καὶ ἀπ᾽ αὐτῆς ἐς τὴν Ἰταλίαν μετὰ τοῦ πλείονος στρατοῦ διέπλει. καὶ τὰ μὲν ἀμφὶ Σύλλαν ἐν τοῖς Ἐμφυλίοις ἀναγέγραπται,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: