[3]
“ὅτι Μέτελλος Βαγαίων ἀνῄρει τὴν βουλὴν ὅλην ὡς τὴν φρουρὰν προδόντας Ἰογόρθᾳ, καὶ τὸν φρούραρχον Τουρπίλιον, ἄνδρα Ῥωμαῖον οὐκ ἀνυπόπτως ἑαυτὸν ἐγχειρίσαντα τοῖς πολεμίοις, ἐπαπκέτεινε τῇ βουλῇ. Θρᾷκας δὲ καὶ Λίγυας αὐτομόλους λαβὼν παρὰ Ἰογόρθα, τῶν μὲν τὰς χεῖρας ἀπέτεμνε, τοὺς δὲ ἐς τὴν γῆν μέχρι γαστρὸς κατώρυσσε, καὶ περιτοξεύων ἢ ἐσακοντίζων ἔτι ἐμπνέουσι πῦρ ὑπετίθει.”
id. ib.