previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[70] Καρχηδονιων δ᾽ οἱ δημοκρατίζοντες τοὺς τὰ Μασσανάσσου φρονοῦντας ἐξέβαλον, ἐς τεσσαράκοντα μάλιστα ὄντας, καὶ ψῆφον ἐπήνεγκαν φυγῆς, καὶ τὸν δῆμον ὥρκωσαν μήτε καταδέξεσθαί ποτε μήτε ἀνέξεσθαι τῶν λεγόντων καταδέχεσθαι. οἱ δ᾽ ἐξελαθέντες ἐπὶ τὸν Μασσανάσσην κατέφυγον, καὶ ἐξώτρυνον ἐς πόλεμον. δὲ καὶ αὐτὸς οὕτως ἔχων ἔπεμπε τῶν παίδων ἐς Καρχηδόνα Γολόσσην τε καὶ Μικίψαν, ἀξιῶν καταδέχεσθαι τοὺς δι᾽ αὑτὸν ἐξεληλαμένους. τούτοις προσιοῦσι τὰς πύλας βοήθαρχος ἀπέκλεισε, δείσας μὴ τὸν δῆμον οἱ συγγενεῖς τῶν φευγόντων καταδακρύσειαν. Γολόσσῃ δὲ καὶ ἐπανιόντι Ἀμίλχαρ Σαυνίτης ἐπέθετο, καὶ τινὰς μὲν ἔκτεινεν, αὐτὸν δὲ ἐθορύβησεν, ἐφ᾽ οἷς Μασσανάσσης προφάσεις τάσδε ποιούμενος ἐπολιόρκει πόλιν Ὁρόσκοπα. καὶ τῆσδε παρὰ τὰς συνθήκας ἐφιέμενος. οἱ δὲ Καρχηδόνιοι πεζοῖς μὲν δισμυρίοις καὶ πεντακισχιλίοις, ἱππεῦσι δὲ πολιτικοῖς τετρακοσίοις, Ἀσδρούβα τοῦ τότε σφῶν βοηθάρχου στρατηγοῦντος, ἐπὶ τὸν Μασσανάσσην ἐστράτευον. καὶ πλησιάσασιν αὐτοῖς Ἅσασίς τε καὶ Σούβας ταξίαρχοι τοῦ Μασσανάσσου, διενεχθέντες τι τοῖς παισὶ Μασσανάσσου, προσέδραμον ἐς αὐτομολίαν ἱππέας ἄγοντες ἑξακισχιλίους, οἷς ἐπαρθεὶς Ἀσδρούβας μετεστρατοπέδευεν ἐγγυτέρω τοῦ βασιλέως, καὶ ἐν ταῖς ἀκροβολίαις ἐπὶ κρεισσόνων ἦν. δὲ Μασσανάσσης ἐνεδρεύων αὐτὸν ὑπεχώρει κατ᾽ ὀλίγον οἷα φεύγων, ἕως προσήγαγεν ἐς πεδίον μέγα καὶ ἔρημον, οὗ πανταχόθεν ἦσαν λόφοι καὶ ἀπόκρημνα καὶ ἀγορᾶς ἀπορία. τότε δ᾽ ἐπιστρέψας ἐστρατοπέδευεν ἐν τοῖς πεδινοῖς: δὲ Ἀσδρούβας ἐς τοὺς λόφους ὡς ὀχυρωτέρους ἀνέδραμεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: