previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[78] διαπλεύσαντές τε ἐς αὐτὴν ἐστρατοπέδευον, μὲν πεζὸς ἔνθα πάλαι τὸ Σκιπίωνος ἦν στρατόπεδον, αἱ δὲ νῆες ἐν τοῖς λιμέσι τοῖς Ἰτυκαίων. ἀφικομένων δὲ κἀκεῖ πρέσβεων ἐκ Καρχηδόνος, οἱ μὲν ὕπατοι προυκάθηντο ἐπὶ βήματος ὑψηλοῦ, ἡγεμόνων τε σφίσι καὶ χιλιάρχων παρεστώτων, στρατιὰ δ᾽ ἑκατέρωθεν ἐπὶ μῆκος πολὺ ὅπλοις τε ἐπισήμοις ἐσκεύαστο, καὶ τὰ σημεῖα ἔφερον ὀρθά, ἵνα οἱ πρέσβεις τὸ πλῆθος ἐκ τούτων συμβάλοιεν. ἐπεὶ δ᾽ οἱ μὲν ὕπατοι τῷ σαλπικτῇ προσέταξαν ὑποσημῆναι σιωπήν, δὲ κήρυξ ἀνεῖπε τοὺς Καρχηδονίων πρέσβεις προσιέναι, οἱ μὲν ἐσήγοντο διὰ στρατοπέδου μακροῦ, καὶ τοῦ βήματος οὐ προσεπέλαζον, ἀλλὰ περισχοίνισμα ἦν ἐν μέσῳ, οἱ δ᾽ ὕπατοι λέγειν αὐτοὺς ἐκέλευον τι χρῄζοιεν. καὶ οἱ πρέσβεις ἔλεγον ἐλεεινὰ πολλὰ καὶ ποικίλα, συνθηκῶν τε πέρι τῶν σφίσι πρὸς Ῥωμαίους γενομένων, καὶ Καρχηδόνος αὐτῆς χρόνου καὶ πλήθους καὶ δυνάμεως καὶ ἀρχῆς τῆς ἐς πολὺ μεγίστης ἐν γῇ καὶ θαλάσσῃ γενομένης. οὐκ ἐπὶ σεμνολογίᾳ δὲ ἔφασαν λέγειν: οὐ γὰρ εἶναι καιρὸν ἐν συμφοραῖς σεμνολογίας,

ἀλλ᾽ ἐς σωφρόνισμα ὑμῖν, Ῥωμαῖοι, καὶ μετριοπάθειαν τῆς ἡμετέρας μεταβολῆς ὀξύτης ἔστω. κράτιστοι δέ, ὅσοι τοὺς πταίσαντας ἐλεοῦντες τὸ σφέτερον εὔελπι ποιοῦνται τῷ μηδὲν ἐς ἄλλας τύχας ἁμαρτεῖν. καὶ τάδε μὲν ὑμῶν ἄξια καὶ τῆς ὑμετέρας εὐσεβείας, ἣν προσποιεῖσθε μάλιστα ἀνθρώπων:


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: