previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[122] Ῥωμαίους δὲ τό τε στόμα ἄφνω γενόμενον καὶ στόλος ἐπὶ τῷ στόματι ἐς τοσόνδε κατέπληξεν ὡς τοὺς Καρχηδονίους, εἰ αὐτίκα ταῖς ναυσὶ ταῖς Ῥωμαίων ἐπέθεντο, ἠμελημέναις τε ὡς ἐν τειχομαχίᾳ, καὶ οὐδενὸς ναύτου παρόντος οὐδ᾽ ἐρέτου, ὅλου ἂν τοῦ ναυστάθμου κρατῆσαι. νῦν οὖν ῾ἁλῶναι γὰρ ἔδει Καρχηδόνἀ τότε μὲν ἐς μόνην ἐπίδειξιν ἐπέπλευσαν, καὶ σοβαρῶς ἐπιτωθάσαντες ἀνέστρεφον, τρίτῃ δ᾽ ἡμέρᾳ μετὰ τοῦτο ἐς ναυμαχίαν καθίσταντο: καὶ οἱ Ῥωμαῖοι τάς τε ναῦς καὶ τἄλλα εὐτρεπισάμενοι ἀντανήγοντο. βοῆς δὲ καὶ παρακελεύσεως ἑκατέρωθεν γενομένης καὶ προθυμίας ἐρετῶν τε καὶ κυβερνητῶν καὶ τῶν ἐπιβατῶν, ὡς ἐν τῷδε λοιπῷ Καρχηδονίοις μὲν τῆς σωτηρίας οὔσης Ῥωμαίοις δὲ τῆς νίκης ἐντελοῦς, πληγαί τε πολλαὶ καὶ τραύματα ποικίλα ἐγίγνετο παρ᾽ ἀμφοῖν μέχρι μέσης ἡμέρᾳς. ἐν δὲ τῷ πόνῳ τὰ σκάφη τῶν Λιβύων τὰ σμικρὰ ταῖς Ῥωμαϊκαῖς ναυσὶ μεγάλαις οὔσαις ἐς τοὺς ταρσοὺς ὑποτρέχοντα διετίτρη πρύμνας καὶ ἐξέκοπτε πηδάλια καὶ κώπας, καὶ ἄλλα πολλὰ καὶ ποικίλα ἐλύπει, εὐμαρῶς τε ὑποφεύγοντα καὶ εὐμαρῶς ἐπιπλέοντα. ἀκρίτου δ᾽ ἔτι τῆς ναυμαχίας οὔσης, και τῆς ἡμερας ἐς δειλην τρεπομενης, ἔδοξε τοῖς Καρχηδονίοις ὑποχωρεῖν, οὔ τι κατὰ ἧτταν ἀλλ᾽ ἐς τὴν ἐπιοῦσαν ὑπερτιθεμένοις.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: