[27]
μετὰ δὲ τοῦτο Μασσυλίους καὶ τὴν χώραν τὴν Σύφακος ἐπῄεσαν, τοὺς μὲν αὖθις ἐς τὴν ἀρχὴν τὴν Μασσανάσσου καθιστάμενοι, τοὺς δὲ προσποιούμενοί τε καὶ τοὺς ἀπειθοῦντας αὐτῶν καταστρεφόμενοι. ἀφίκοντο δ᾽ αὐτοῖς καὶ ἐκ Κίρτης πρέσβεις, τὰ βασίλεια τοῦ Σύφακος παραδιδόντες, ἰδίᾳ δὲ πρὸς Μασσανάσσην ἕτεροι παρὰ Σοφωνίβας τῆς Σύφακος γυναικός, τὴν ἀνάγκην τοῦ γάμου διηγούμενοι. Σοφωνίβαν μὲν οὖν ἄσμενος εἶχε λαβὼν ὁ Μασσανάσσης: καὶ αὐτήν, ἐπανιὼν πρὸς Σκιπίωνα αὐτός, ἐν Κίρτῃ κατέλιπε, προορώμενος ἄρα τὸ μέλλον. Σκιπίων δὲ ἤρετο Σύφακα: ‘τίς σε δαίμων ἔβλαψε, φίλον ὄντα μοι καὶ ἐπὶ Λιβύην ἐλθεῖν προτρέψαντα, ψεύσασθαι μὲν θεοὺς οὓς ὤμοσας, ψεύσασθαι δὲ μετὰ τῶν θεῶν Ῥωμαίους, καὶ μετὰ Καρχηδονίων ἀντὶ Ῥωμαίων ἑλέσθαι πολεμεῖν, τῶν ἐπὶ Καρχηδονίους οὐ πρὸ πολλοῦ σοι βεβοηθηκότων;’ ὁ δ᾽ εἶπε, ‘Σοφωνίβα Ἀσδρούβα θυγάτηρ, ἧς ἐγὼ ἤρων ἐπ᾽ ἐμῷ κακῷ. φιλόπατρις δ᾽ ἐστὶν ἰσχυρῶς, καὶ ἱκανὴ ἅπαντά τινα πεῖσαι πρὸς ἃ βούλεται. αὕτη με καὶ ἐκ τῆς ὑμετέρας φιλίας ἐς τὴν ἑαυτῆς μετέθηκε πατρίδα, καὶ ἐς τόδε συμφορᾶς ἐκ τοσῆσδε εὐδαιμονίας κατέβαλεν. σοὶ δὲ παραινῶ ῾χρὴ γάρ, ὑμέτερον γενόμενον καὶ Σοφωνίβας ἀπηλλαγμένον, νῦν γε ὑμῖν εἶναι βέβαιον̓: φύλασσε Σοφωνίβαν, μὴ Μασσανάσσην ἐς ἃ βούλεται μεταγάγῃ. οὐ γὰρ δή, μὴ τὸ γύναιόν ποτε ἕληται τὰ Ῥωμαίων ἐλπίζειν ἄξιον: οὕτως ἐστὶν ἰσχυρῶς φιλόπολις.’
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

