previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[93] δείσας οὖν Σύλλας περὶ τῇ πόλει τοὺς μὲν ἱππέας προύπεμψε κατὰ σπουδὴν ἐνοχλεῖν αὐτοῖς ὁδεύουσιν, αὐτὸς δ᾽ ἐπειχθεὶς ἀθρόῳ τῷ στρατῷ παρὰ ταῖς Κολλίναις πύλαις περὶ μεσημβρίαν ἐστρατοπέδευσεν, ἀμφὶ τὸ τῆς Ἀφροδίτης ἱερόν, ἤδη καὶ τῶν πολεμίων περὶ τὴν πόλιν στρατοπεδευόντων. μάχης δ᾽ εὐθὺς αὐτοῖς περὶ δείλην ἑσπέραν γενομένης τῷ μὲν δεξιῷ Σύλλας ἐκράτει, τὸ δὲ λαιὸν ἡττώμενον ἐπὶ τὰς πύλας κατέφυγεν. οἱ δὲ γέροντες, ὄντες ἐπὶ τῶν τειχῶν, ὡς εἶδον αὐτοῖς συνεστρέχοντας τοὺς πολεμίους, τὰς πύλας καθῆκαν ἀπὸ μηχανῆς: αἱ δ᾽ ἐμπίπτουσαι πολλοὺς μὲν ἀπὸ τοῦ στρατοῦ διέφθειραν, πολλοὺς δ᾽ ἀπὸ τῆς βουλῆς, οἱ λοιποὶ δ᾽ ὑπὸ δέους καὶ ἀνάγκης ἀνέστρεφον ἐς τοὺς πολεμίους. καὶ νυκτὸς ὅλης ἀγωνισάμενοι πολὺ πλῆθος ἔκτειναν: ἔκτειναν δὲ καὶ τῶν στρατηγῶν Τελεσῖνόν τε καὶ Ἀλβῖνον καὶ τὰ στρατόπεδα αὐτῶν ἔλαβον. Λαμπώνιός τε Λευκανὸς καὶ Μάρκιος καὶ Καρρίνας ὅσοι τε ἄλλοι στρατηγοὶ τῆς Καρβωνείου στάσεως αὐτοῖς συνῆσαν, διέφυγον. καὶ θάνατος ἐκ τοῦδε τοῦ ἔργου πέντε μυριάδων ἐδόκει γενέσθαι παρ᾽ ἀμφοτέρων: τά τε αἰχμάλωτα ὀκτακισχιλίων πλείω γενόμενα Σύλλας, ὅτι Σαυνῖται τὸ πλέον ἦν, κατηκόντισε. μετὰ δὲ μίαν ἡμέραν αὐτῷ καὶ Μάρκιος καὶ Καρρινας ἁλόντες προσήγοντο: καὶ οὐδὲ τῶνδε φειδόμενος οἷα Ῥωμαίων ἔκτεινεν ἄμφω καὶ τὰς κεφαλὰς ἐς Πραινεστὸν Λουκρητίῳ περὶ τὰ τείχη περιενεγκεῖν ἔπεμψεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: