previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[98] δὲ ἔργῳ βασιλεὺς ὢν τύραννος, οὐχ αἱρετός, ἀλλὰ δυνάμει καὶ βίᾳ, δεόμενος δ᾽ ἄρα καὶ τοῦ προσποιήματος αἱρετὸς εἶναι δοκεῖν, ὧδε καὶ τόδε ἐμηχανήσατο. Ῥωμαίοις πάλαι κατ᾽ ἀρετὴν ἦσαν οἱ βασιλέες: καὶ ὁπότε τις αὐτῶν ἀποθάνοι, βουλευτὴς ἕτερος παρ᾽ ἕτερον ἐπὶ πέντε ἡμέρας ἦρχεν, ἕως τινὰ ἄλλον δῆμος δοκιμάσειε βασιλεύειν. καὶ τόνδε τὸν πενθήμερον ἄρχοντα ἰντέρρηγα ἐκάλουν: εἴη δ᾽ ἂν ἐν τοσῷδε βασιλεύς. ἀρχαιρέσια δ᾽ ὑπάτων οἱ λήγοντες τῆς ἀρχῆς ἀεὶ προυτίθεσαν: καὶ εἴ ποτε κατὰ συντυχίαν ὕπατος οὐκ εἴη, ὅδε ἐν τοσῷδε βασιλεὺς καὶ τότε ἐγίγνετο ἐς τὴν τῶν ὑπάτων χειροτονίαν. τούτου δὴ τοῦ ἔθους ἐπιβαίνων Σύλλας, ὑπάτων οὐκ ὄντων, ἐπεὶ καὶ Κάρβων ἐν Σικελίᾳ καὶ Μάριος κατὰ Πραινεστὸν ἐτεθνήκεσαν, αὐτὸς μέν που τῆς πόλεως ὑπεξῆλθε, τῇ δὲ βουλῇ προσέταξεν ἑλέσθαι τὸν καλούμενον μεταξὺ βασιλέα.

μὲν δὴ Οὐαλέριον Φλάκκον εἵλετο, ἐλπίσασα ὑπάτων προτεθήσεσθαι χειροτονίαν: δὲ Σύλλας ἐπέστελλε τῷ Φλάκκῳ γνώμην ἐς τὸν δῆμον ἐσενεγκεῖν, ὅτι χρήσιμον ἡγοῖτο Σύλλας ἐν τῷ παρόντι ἔσεσθαι τῇ πόλει τὴν ἀρχήν, οὓς ἐκάλουν δικτάτορας, παυσάμενον ἔθος ἐκ τετρακοσίων ἐτῶν: ὃν δὲ ἕλοιντο, ἐκέλευεν ἄρχειν οὐκ ἐς χρόνον ῥητόν, ἀλλὰ μέχρι τὴν πόλιν καὶ τὴν Ἰταλίαν καὶ τὴν ἀρχὴν ὅλην στάσεσι καὶ πολέμοις σεσαλευμένην στηρίσειεν. μὲν δὴ νοῦς τὴν γνώμην ἐς αὐτὸν ἔφερε τὸν Σύλλαν, καὶ οὐδ᾽ ἀμφίβολον ἦν: δὲ Σύλλας οὐ κατασχὼν αὑτοῦ καὶ τοῦτ᾽ ἐν τέλει τῆς ἐπιστολῆς ἀνεκάλυπτεν, ὅτι οἱ δοκοίη μάλιστ᾽ ἂν αὐτὸς τῇ πόλει καὶ ἐν τῷδε γενέσθαι χρήσιμος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
  • Cross-references to this page (4):
    • A Dictionary of Greek and Roman Antiquities (1890), PATRI´CII
    • A Dictionary of Greek and Roman Antiquities (1890), PROSCRI´PTIO
    • A Dictionary of Greek and Roman Antiquities (1890), REX
    • A Dictionary of Greek and Roman Antiquities (1890), SERVUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: