previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[103] τοῦ δ᾽ ἐπιόντος ἔτους Σύλλας, καίπερ ῶν δικτάτωρ, ἐς ὑπόκρισιν ὅμως καὶ σχῆμα δημοκρατικῆς ἀρχῆς ὑπέστη καὶ ὕπατος αὖθις γενέσθαι σὺν Μετέλλῳ τῷ Εὐσεβεῖ. καὶ ἀπὸ τοῦδε ἴσως ἔτι νῦν οἱ Ῥωμαίων βασιλέες, ὑπάτους ἀποφαίνοντες τῇ πατρίδι, ἔστιν ὅτε καὶ ἑαυτοὺς ἀποδεικνύουσιν, ἐν καλῷ τιθέμενοι μετὰ τῆς μεγίστης ἀρχῆς καὶ ὑπατεῦσαι.

τῷ δ᾽ ἑξῆς ἔτει μὲν δῆμος καὶ τότε τὸν Σύλλαν θεραπεύων ᾑρεῖτο ὑπατεύειν, δὲ οὐκ ἀνασχόμενος ὑπάτους μὲν αὐτοῖς ἀπέφηνε Σερουίλιον Ἰσαυρικὸν καὶ Κλαύδιον Ποῦλχρον, αὐτὸς δὲ τὴν μεγάλην ἀρχὴν οὐδενὸς ἐνοχλοῦντος ἑκὼν ἀπέθετο. καί μοι θαῦμα μὲν καὶ τόδε αὐτοῦ καταφαίνεται τοσήνδε ἀρχὴν πρῶτον ἀνδρῶν καὶ μόνον ἐς τότε Σύλλαν οὐδενὸς ἐπείγοντος ἀποθέσθαι, οὐ παισίν, ὡς Πτολεμαῖος ἐν Αἰγύπτῳ καὶ Ἀριοβαρζάνης ἐν Καππαδοκίᾳ καὶ Σέλευκος ἐν Συρίᾳ, ἀλλ᾽ αὐτοῖς τοῖς τυραννουμένοις: ἄλογον δ᾽ ἤδη καὶ τὸ βιασάμενον ἐς τὴν ἀρχὴν ῥιψοκινδύνως, ἐπείτε ἐγκρατὴς ἐγένετο, ἑκόντα ἀποθέσθαι καὶ παράδοξον, οἷον οὔπω τι ἕτερον, τὸ μὴ δεῖσαι νεότητος ἐν τῷδε τῷ πολέμῳ πλέον μυριάδων δέκα ἀνῃρημένης καὶ τῶν ἐχθρῶν αὐτὸν ἀνελόντα βουλευτὰς μὲν ἐνενήκοντα, ὑπάτους δ᾽ ἐς πεντεκαίδεκα, ἀπὸ δὲ τῶν καλουμένων ἱππέων δισχιλίους καὶ ἑξακοσίους σὺν τοῖς ἐξεληλαμένοις: ὧν τῆς τε περιουσίας δεδημευμένης καὶ πολλῶν ἀτάφων ἐκριφέντων, οὔτε τοὺς οἴκοι Σύλλας οὔτε τοὺς φεύγοντας καταπλαγεὶς οὐδὲ τὰς πόλεις, ὧν ἀκροπόλεις τε καὶ τείχη καὶ γῆν καὶ χρήματα καὶ ἀτελείας ἀφῄρητο, ἑαυτὸν ἀπέφηνεν ἰδιώτην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: