previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[107] καὶ Σύλλα μὲν τοῦτο τέλος ἦν, ἀπὸ δὲ τῆς πυρᾶς χωροῦντες εὐθὺς οἱ ὕπατοι λόγοις βλασφήμοις ἐς ἀλλήλους διεφέροντο, καὶ τὸ ἀστικὸν ἐς αὐτοὺς διῄρητο. Λέπιδος δὲ καὶ τοὺς Ἰταλικοὺς προσποιούμενος ἔλεγεν, ὅτι τὴν γῆν αὐτοῖς, ἣν Σύλλας ἀφῄρητο, ἀποδώσει. ἄμφω μὲν οὖν βουλὴ δείσασα ὥρκωσε μὴ πολέμῳ διακριθῆναι, κληρωσάμενος δ᾽ Λέπιδος τὴν ὑπὲρ Ἄλπεις Γαλατίαν, ἐπὶ τὰ ἀρχαιρέσια οὐ κατῄει ὡς πολεμήσων τοῖς Συλλείοις τοῦ ἐπιόντος ἔτους ὑπὲρ τὸν ὅρκον ἀδεῶς: ἐδόκουν γὰρ ἐς τὸ τῆς ἀρχῆς ἔτος ὡρκῶσθαι. οὐ λανθάνων δ᾽, ἐφ᾽ οἷς ἐβούλευεν, ἐκαλεῖτο ὑπὸ τῆς βουλῆς: καὶ οὐδὲ αὐτὸς ἀγνοῶν, ἐφ᾽ οἷς ἐκαλεῖτο, ᾔει μετὰ τοῦ στρατοῦ παντὸς ὡς ἐς τὴν πόλιν ἐσελευσόμενος σὺν αὐτῷ. κωλυόμενος δὲ ἐκήρυξεν ἐς τὰ ὅπλα χωρεῖν, καὶ ἀντεκήρυττε Κάτλος. μικρόν τε πρὸ τοῦ Ἀρείου πεδίου μάχης αὐτοῖς γενομένης, ἡττώμενος Λέπιδος καὶ οὐκ ἐς πολὺ ἔτι ἀντισχὼν ἐς Σαρδὼ διέπλευσεν, ἔνθα νόσῳ τηκεδόνι χρώμενος ἀπέθανε: καὶ στρατὸς αὐτοῦ μικρὰ κατὰ μέρος ἐνοχλήσας διελύθη, τὸ δὲ κράτιστον Περπέννας ἐς Ἰβηρίαν ἤγαγε Σερτωρίῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: