previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[51] Σύλλας δ᾽ ἐς ἔθνος ἕτερον, Ἱρπίνους, μετεστρατοπέδευε καὶ προσέβαλεν Αἰκουλάνῳ. οἱ δὲ Λευκανοὺς προσδοκῶντες αὐτῆς ἡμέρας σφίσιν ἐπὶ συμμαχίαν ἀφίξεσθαι, τὸν Σύλλαν καιρὸν ἐς σκέψιν ᾔτουν. δ᾽ αἰσθανόμενος τοῦ τεχνάσματος ὥραν αὐτοῖς ἔδωκε κἀν τῇδε ξυλίνῳ ὄντι τῷ τείχει κληματίδας περιτιθεὶς μετὰ τὴν ὥραν ὑφῆπτεν. οἱ δὲ δείσαντες τὴν πόλιν παρεδίδουν. καὶ τήνδε μὲν Σύλλας διήρπαζεν ὡς οὐκ εὐνοίᾳ προσελθοῦσαν, ἀλλ᾽ ὑπ᾽ ἀνάγκης, τῶν δ᾽ ἄλλων ἐφείδετο προστιθεμένων, μέχρι τὸ Ἱρπίνων ἔθνος ἅπαν ὑπηγάγετο, καὶ μετῆλθεν ἐπὶ Σαυνίτας, οὐχ Μοτίλος, τῶν Σαυνιτῶν στρατηγός, τὰς παρόδους ἐφύλαττεν, ἀλλ᾽ ἑτέραν ἀδόκητον ἐκ περιόδου. προσπεσὼν δ᾽ ἄφνω πολλούς τε ἔκτεινε, καὶ τῶν ὑπολοίπων σποράδην διαφυγόντων μὲν Μοτίλος τραυματίας ἐς Αἰσερνίαν σὺν ὀλίγοις κατέφυγεν, δὲ Σύλλας αὐτοῦ τὸ στρατόπεδον ἐξελὼν ἐς Βουάνον παρῆλθεν, τὸ κοινοβούλιον ἦν τῶν ἀποστάντων. τρεῖς δ᾽ ἄκρας τῆς πόλεως ἐχούσης καὶ τῶν Βουάνων ἐς τὸν Σύλλαν ἐπεστραμμένων, περιπέμψας τινὰς Σύλλας ἐκέλευε καταλαβεῖν, ἥν τινα τῶν ἄλλων δυνηθεῖεν ἄκραν, καὶ καπνῷ τοῦτο σημῆναι. γενομένου δὲ τοῦ καπνοῦ συμβαλὼν τοῖς ἐκ μετώπου καὶ μαχόμενος ὥραις τρισὶ καρτερῶς εἷλε τὴν πόλιν.

καὶ τάδε μὲν ἦν τοῦδε τοῦ θέρους εὐπραγήματα Σύλλα: χειμῶνος δ᾽ ἐπιόντος μὲν ἐς Ῥώμην ἀνέστρεφεν, ἐς ὑπατείαν παραγγέλλων,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (6 total)
  • Cross-references to this page (6):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: