previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[131] τοιαῦτα τοῦ Ἀντωνίου παρὰ μέρος τεχνάζοντος οἱ ἀμύνειν τοῖς γεγονόσιν ἀξιοῦντες Λέπιδον ἠξίουν ἀμύνειν. Λεπίδου δέ τι μέλλοντος λέγειν, οἱ πόρρω συνεστῶτες κατελθεῖν αὐτὸν εἰς τὴν ἀγορὰν ἠξίουν, ἵνα ὁμαλῶς ἅπαντες ἐπακούσειαν. καὶ μὲν εὐθὺς ᾔει, νομίζων ἤδη τὸ πλῆθος τρέπεσθαι, καὶ ἐπὶ τὰ ἔμβολα παρελθὼν ἔστενε καὶ ἔκλαιεν ἐν περιόπτῳ μέχρι πολλοῦ, ἀνενεγκὼν δέ ποτε εἶπεν: ‘ἐνταῦθα χθὲς μετὰ Καίσαρος ἱστάμην, ἔνθα νῦν ἀναγκάζομαι ζητεῖν περὶ Καίσαρος ἀνῃρημένου, τί βούλεσθε.’ ἀναβοησάντων δὲ πολλῶν: ‘ἀμύνειν σε τῷ Καίσαρι,’ ἀντανεβόησαν οἱ μισθωτοί. ‘τὴν εἰρήνην τῇ πόλει.’ δὲ τούτοις μὲν ἔφη: ‘βουλόμεθα. ἀλλὰ ποίαν λέγετε εἰρήνην; ποίοις ὅρκοις ἀσφαλὴς ἔσται; τοὺς μὲν γὰρ πατρίους πάντας ὠμόσαμεν Καίσαρι καὶ κατεπατήσαμεν, οἱ τῶν ὀμωμοκότων ἄριστοι εἶναι λεγόμενοι.’ πρὸς δὲ τοὺς ἀμύνειν ἀξιοῦντας ἐπιστραφείς μὲν Καῖσαρ ἡμῶν,’ ἔφη, ‘μεθέστηκεν, ἱερὸς τῷ ὄντι καὶ τίμιος ἀνήρ, τὴν δὲ πόλιν τοὺς ὑπολοίπους αἰδούμεθα βλάψαι. καὶ τάδε,’ ἔφη, ‘σκοποῦσιν ἡμῶν οἱ πρόβουλοι, καὶ δοκεῖ τοῖς πλέοσιν.’ ἀνακραγόντων δὲ αὖθις: ‘ἐπέξιθι μόνος,’ "βούλομαι," εἶπε, "καὶ εὔορκόν ἐστί μοι καὶ μόνῳ. ἀλλ᾽ οὐκ ἐμὲ καὶ ὑμᾶς βούλεσθαι δεῖ μόνους οὐδὲ μόνους ἀντιτιθέναι."

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: