previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[46] δεῦρο δὲ ὄντι τε βουλὴ σχεδὸν ἅπασα καὶ τῶν ἱππέων τὸ πλεῖστον ἀφίκετο ἐπὶ τιμῇ καὶ ἀπὸ τοῦ δήμου τὸ ἀξιολογώτατον: οἱ καὶ καταλαβόντες αὐτὸν ὁρκοῦντα τοὺς παρόντας οἱ στρατιώτας καὶ τοὺς ἐκ τῶν πάλαι στρατευσαμένων συνδραμόντας ῾πολὺ γὰρ καὶ τοῦτο ἦν̓ συνώμνυον ἑκόντες οὐκ ἐκλείψειν τὴν ἐς Ἀντώνιον εὔνοιάν τε καὶ πίστιν, ὡς ἀπορῆσαι, τίνες ἦσαν, οἳ πρὸ ὀλίγου παρὰ τὴν Καίσαρος ἐκκλησίαν τὸν Ἀντώνιον ἐβλασφήμουν.

μὲν δὴ λαμπρῶς οὕτως ἐς τὸ Ἀρίμινον προεπέμπετο, ὅθεν ἐστὶν τῆς Κελτικῆς ἀρχή. καὶ στρατὸς ἦν αὐτῷ, χωρίς γε τῶν νεολέκτων, τρία τέλη τὰ ἐκ Μακεδονίας μετάπεμπτα ῾ἤδη γὰρ αὐτῷ καὶ τὸ λοιπὸν ἀφῖκτὀ, ἐξεστρατευμένων δὲ ἕν, οἳ καὶ γηρῶντες ὅμως ἐδόκουν νεοσυλλόγων ἀμείνους ἐς τὸ διπλάσιον εἶναι. οὕτω μὲν Ἀντωνίῳ τέσσαρα ἐγίγνετο τέλη γεγυμνασμένων ἀνδρῶν καὶ ὅσον ἐξ ἔθους αὐτοῖς ἐπίκουρον ἄλλο ἕπεται, καὶ τοῦ σώματος φρουρὰ καὶ τὰ νεόλεκτα. Λέπιδός τε ἔχων ἐν Ἰβηρίᾳ τέσσαρα τέλη καὶ Ἀσίνιος Πολλίων δύο καὶ Πλάγκος ἐν τῇ ἑτέρᾳ Κελτικῇ τρία ἐδόκουν αἱρήσεσθαι τὰ Ἀντωνίου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: