previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[69] πονουμένων δὲ ὧδε πάντων ὑπὲρ φύσιν ἀνθρωπίνην, μὲν στρατηγὶς Καίσαρος ἅπασα διεφθάρη, τῶν δὲ Ἀρείων οἱ μὲν ὑπὸ τῷ Καρσουληίῳ μᾶλλον ἐκράτουν τῶν κατὰ σφᾶς, οὐκ αἰσχρῶς, ἀλλὰ κατ᾽ ὀλίγον ἐνδιδόντων, οἱ δὲ ὑπὸ τῷ Πάνσᾳ τὸν αὐτὸν τρόπον ἐβαροῦντο, διεκαρτέρουν δ᾽ ὅμως ἐπ᾽ ἴσης ἑκάτεροι, μέχρι Πάνσας ὀβελῷ τὴν λαγόνα τρωθεὶς ἐς Βονωνίαν ἐξεφέρετο. τότε γὰρ οἱ κατ᾽ αὐτὸν ἀνεχώρουν, ἐπὶ πόδα πρῶτον, εἶτα μεταβαλόντες ὀξύτερον ὡς ἐν φυγῇ. καὶ οἱ νεήλυδες ἰδόντες ἔφευγον ἀτάκτως καὶ μετὰ βοῆς ἐς τὸ χαράκωμα, ὅπερ αὐτοῖς ἐξείργαστο ταμίας Τορκουᾶτος συνεστώσης ἔτι τῆς μάχης, ὑπονοήσας ἐν χρείᾳ γενήσεσθαι. οἱ μὲν δὴ νεήλυδες ἐς αὐτὸ ἀτάκτως συνειλοῦντο, Ἰταλοὶ μὲν ὄντες ὁμοίως τοῖς Ἀρείοις: δὲ ἄσκησις ἄρα τοῦ γένους ἐς τοσοῦτον ἀρετῇ διαφέρει. οἱ δὲ Ἄρειοι οὐκ ἐσῆλθον μὲν ἐς τὸ χαράκωμα αὐτοὶ ὑπὸ ἀδοξίας, ἀλλὰ παρ᾽ αὐτὸ ἔστησαν: κατάκοποι δὲ ὄντες ὤργων ὅμως, εἴ τις ἐπίοι, μέχρι τοῦ ἀναγκαίου τέλους διαγωνίσασθαι. Ἀντώνιος δὲ τῶν μὲν Ἀρείων ἀπέσχετο ὡς ἐπιπόνων, τοῖς δὲ νεήλυσιν ἐπιδραμὼν πολὺν εἰργάζετο φόνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: