previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[89] Μηνόδωρος μὲν οὖν, ἀρχόμενον τὸ δεινὸν ἐλπίσας πλεονάσειν, ἐς τὸ πελαγιώτερον ἀνήχθη καὶ ἐπ᾽ ἀγκυρῶν διεσάλευεν: ἀσθενέστερον δὲ ἔχων τὸ κῦμα διὰ τὸν βυθόν, εἰρεσίᾳ ὅμως καὶ πρὸς τόδε ἐνίστατο καρτερᾷ μὴ παραφέρεσθαι, καί τινες αὐτὸν ἐμιμοῦντο ἕτεροι. τὸ δὲ λοιπὸν πλῆθος, οἰόμενοι ταχέως τὸ πνεῦμα ἐνδώσειν ὡς ἐν ἔαρι, τὰς ναῦς ἑκατέρωθεν ἀγκύραις ἔκ τε τοῦ πελάγους καὶ ἀπὸ τῆς γῆς διεκράτουν καὶ κοντοῖς ἐξεώθουν ἀπ᾽ ἀλλήλων. τραχυτέρου δὲ τοῦ πνεύματος γενομένου συνεκέχυτο πάντα καὶ συνετρίβοντο αἱ νῆες, τὰς ἀγκύρας ἀπορρηγνύουσαι καὶ ἐς τὴν γῆν ἐπ᾽ ἀλλήλας τινασσόμεναι: βοή τε ἦν παμμιγὴς δεδιότων ὁμοῦ καὶ οἰμῳζόντων καὶ παρακελευόντων ἀλλήλοις ἐς ἀνήκοον: οὐ γὰρ ἐφικνοῦντο ἔτι τῶν λεγομένων, οὐδὲ κυβερνήτης ἰδιώτου διέφερεν οὔτε κατ᾽ ἐπιστήμην οὔτε προστάσσων. ἀλλ᾽ φθόρος ἦν ὅμοιος ἔν τε ταῖς ναυσὶν αὐταῖς καί, ὅτε τις αὐτῶν ἐκπέσοι κύματι καὶ κλύδωνι καὶ ξύλοις ἀρασσομένων: ἔγεμεν γὰρ θάλασσα ἱστίων καὶ ξύλων καὶ ἀνδρῶν καὶ νεκρῶν. εἰ δέ τις καὶ τάδε διαφυγὼν ἐκνήχοιτο ἐπὶ τὴν γῆν, συνηράσσοντο καὶ οἵδε ἐπὶ τὰς πέτρας ὑπὸ τοῦ κύματος. ὡς δὲ καὶ τὸ σπάσμα τὴν θάλασσαν ἐλάμβανεν, συνήθως ἐπιγίγνεται τῷδε τῷ πορθμῷ, τοὺς μὲν ἀήθεις καὶ τόδε ἐξέπλησσε, τὰ δὲ σκάφη τότε μάλιστα περιφερόμενα συνέπιπτεν ἀλλήλοις. καὶ τὸ πνεῦμα ἐς νύκτα χαλεπώτερον ἐγίγνετο, ὥστε μηδὲ κατὰ φῶς ἔτι, ἀλλ᾽ ἐν σκότῳ διόλλυσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: