previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[130] ἐρχομένῳ δ᾽ τε βουλὴ τιμὰς ἐψηφίσατο ἀμέτρους, ὧν αὐτὸν ἐποίουν κριτήν, πάσας λαβεῖν ὅσας δοκιμάσειε: καὶ ὑπήντων ὅτι πορρωτάτω καὶ αὐτοὶ καὶ δῆμος ἐστεφανωμένοι ἔς τε τὰ ἱερὰ καὶ ἐκ τῶν ἱερῶν ἐς τὴν οἰκίαν ἀπιόντα παρέπεμπον. τῆς δ᾽ ἐπιούσης αὐτὸς ἐβουληγόρησέ τε καὶ ἐδημηγόρησε, τὰ ἔργα καὶ τὴν πολιτείαν ἑαυτοῦ τὴν ἀπ᾽ ἀρχῆς ἐς τότε καταλέγων: καὶ τὰ εἰρημένα συγγράψας τὸ βιβλίον ἐξέδωκε. κατήγγελλέ τε εἰρήνην καὶ εὐθυμίαν, ἐς τέλος τῶν ἐμφυλίων ἀνῃρημένων, καὶ τῶν εἰσφορῶν τοὺς ἔτι ὀφείλοντας ἀπέλυε καὶ φόρων τελώνας τε καὶ τοὺς τὰ μισθώματα ἔχοντας ὧν ἔτι ὀφείλοιεν. ἐκ δὲ τῶν ἐψηφισμένων τιμῶν ἐδέχετο πομπήν, ἐτήσιόν τε ἱερομηνίαν εἶναι, καθ᾽ ἃς ἡμέρας ἐνίκα, καὶ ἐπὶ κίονος ἐν ἀγορᾷ χρύσεος ἑστάναι μετὰ σχήματος οὗπερ ἔχων εἰσῆλθε, περικειμένων τῷ κίονι νεῶν ἐμβόλων. καὶ ἕστηκεν εἰκών, ἐπιγραφὴν ἔχουσα, ὅτι "τὴν εἰρήνην ἐστασιασμένην ἐκ πολλοῦ συνέστησε κατά τε γῆν καὶ θάλασσαν".

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: