previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα δ᾽ εἰπόντος τοῦ Φαινέου τοῦ τῶν Αἰτωλῶν στρατηγοῦ, μεταλαβὼν Ἀλέξανδρος προσαγορευόμενος Ἴσιος, ἀνὴρ δοκῶν πραγματικὸς εἶναι καὶ λέγειν ἱκανός, [2] οὔτε διαλύεσθαι νῦν ἔφησε τὸν Φίλιππον ἀληθινῶς οὔτε πολεμεῖν γενναίως, ὅταν δέῃ τοῦτο πράττειν, ἀλλ᾽ ἐν μὲν τοῖς συλλόγοις καὶ ταῖς ὁμιλίαις ἐνεδρεύειν καὶ παρατηρεῖν καὶ ποιεῖν τὰ τοῦ πολεμοῦντος ἔργα, κατ᾽ αὐτὸν δὲ τὸν πόλεμον ἀδίκως ἵστασθαι καὶ λίαν ἀγεννῶς: [3] ἀφέντα γὰρ τοῦ κατὰ πρόσωπον ἀπαντᾶν τοῖς πολεμίοις, φεύγοντα τὰς πόλεις ἐμπιπράναι καὶ διαρπάζειν καὶ διὰ ταύτης τῆς προαιρέσεως ἡττώμενον τὰ τῶν νικώντων ἆθλα λυμαίνεσθαι. [4] καίτοι γε τοὺς πρότερον Μακεδόνων βεβασιλευκότας οὐ ταύτην ἐσχηκέναι τὴν πρόθεσιν, ἀλλὰ τὴν ἐναντίαν: μάχεσθαι μὲν γὰρ πρὸς ἀλλήλους συνεχῶς ἐν τοῖς ὑπαίθροις, τὰς δὲ πόλεις σπανίως ἀναιρεῖν καὶ καταφθείρειν. [5] τοῦτο δ᾽ εἶναι πᾶσι φανερὸν ἔκ τε τοῦ πολέμου τοῦ περὶ τὴν Ἀσίαν, ὃν Ἀλέξανδρος ἐπολέμησε πρὸς Δαρεῖον, ἔκ τε τῆς τῶν διαδεξαμένων ἀμφισβητήσεως, καθ᾽ ἣν ἐπολέμησαν πάντες πρὸς Ἀντίγονον ὑπὲρ τῆς Ἀσίας. [6] παραπλησίως δὲ καὶ τοὺς τούτους διαδεξαμένους μέχρι Πύρρου κεχρῆσθαι τῇ προαιρέσει ταύτῃ: [7] διακινδυνεύειν μὲν γὰρ πρὸς αὑτοὺς ἐν τοῖς ὑπαίθροις προχείρως καὶ πάντα ποιεῖν εἰς τὸ καταγωνίσασθαι διὰ τῶν ὅπλων ἀλλήλους, τῶν δὲ πόλεων φείδεσθαι χάριν τοῦ τοὺς νικήσαντας ἡγεῖσθαι τούτων καὶ τιμᾶσθαι παρὰ τοῖς ὑποταττομένοις. [8] τὸ δ᾽ ἀναιροῦντα περὶ ὧν πόλεμός ἐστι τὸν πόλεμον αὐτὸν καταλιπεῖν μανίας ἔργον εἶναι, καὶ ταύτης ἐρρωμένης, νῦν ποιεῖν τὸν Φίλιππον: [9] τοσαύτας γὰρ διεφθαρκέναι πόλεις ἐν Θετταλίᾳ, φίλον ὄντα καὶ σύμμαχον, καθ᾽ ὃν καιρὸν ἐκ τῶν ἐν Ἠπείρῳ στενῶν ἐποιεῖτο τὴν σπουδήν, ὅσας οὐδείς ποτε τῶν Θετταλοῖς πεπολεμηκότων διέφθειρε. [10] πολλὰ δὲ καὶ ἕτερα πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς τελευταίοις ἐχρήσατο τούτοις. [11] ἤρετο γὰρ τὸν Φίλιππον διὰ τί Λυσιμάχειαν μετ᾽ Αἰτωλῶν ταττομένην καὶ στρατηγὸν ἔχουσαν παρ᾽ αὐτῶν ἐκβαλὼν τοῦτον κατάσχοι φρουρᾷ τὴν πόλιν: [12] διὰ τί δὲ Κιανούς, παραπλησίως μετ᾽ Αἰτωλῶν συμπολιτευομένους ἐξανδραποδίσαιτο, φίλος ὑπάρχων Αἰτωλοῖς: τί δὲ λέγων κατέχει νῦν Ἐχῖνον καὶ Θήβας τὰς Φθίας καὶ Φάρσαλον καὶ Λάρισαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (9 total)
  • Commentary references to this page (2):
    • Titus Livius (Livy), Ab urbe condita libri, erklärt von M. Weissenborn, books 31-32, commentary, 32.13
    • Titus Livius (Livy), Ab urbe condita libri, erklärt von M. Weissenborn, books 31-32, commentary, 32.33
  • Cross-references to this page (7):
    • Dictionary of Greek and Roman Geography (1854), CYNOSCE´PHALAE
    • Dictionary of Greek and Roman Geography (1854), ERE´TRIA
    • Dictionary of Greek and Roman Geography (1854), MELA´MBIUM
    • Dictionary of Greek and Roman Geography (1854), ONCHESTUS
    • Dictionary of Greek and Roman Geography (1854), PHERAE
    • Dictionary of Greek and Roman Geography (1854), SCOTUSSA
    • Dictionary of Greek and Roman Geography (1854), THETI´DIUM
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: