Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
book 1
book 2
book 3
book 4
book 5
book 6
book 8
book 9
book 10
book 11
book 12
book 14
book 15
book 16
book 18
book 21
book 22
book 23
book 27
book 28
book 29
book 30
book 31
book 32
book 33
book 34
book 36
book 38
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτι τοῦ Ἀσδρούβου τοῦ τῶν Καρχηδονίων στρατηγοῦ ἱκέτου παραγενομένου τοῖς τοῦ Σκιπίωνος γόνασιν, ὁ στρατηγὸς ἐμβλέψας εἰς τοὺς συνόντας "ὁρᾶτ᾽" ἔφη "τὴν τύχην, ὦ ἄνδρες, ὡς ἀγαθὴ παραδειγματίζειν ἐστὶ τοὺς ἀλογίστους τῶν ἀνθρώπων. [2] οὗτός ἐστιν Ἀσδρούβας ὁ νεωστὶ πολλῶν αὐτῷ καὶ φιλανθρώπων προτεινομένων ὑφ᾽ ἡμῶν ἀπαξιῶν, φάσκων δὲ κάλλιστον ἐντάφιον εἶναι τὴν πατρίδα καὶ τὸ ταύτης πῦρ, νῦν πάρεστι μετὰ στεμμάτων δεόμενος ἡμῶν τυχεῖν τῆς ζωῆς καὶ πάσας τὰς ἐλπίδας ἔχων ἐν ἡμῖν. [3] ἃ τίς οὐκ ἂν ὑπὸ τὴν ὄψιν θεασάμενος ἐν νῷ λάβοι διότι δεῖ μηδέποτε λέγειν μηδὲ πράττειν μηδὲν ὑπερήφανον ἄνθρωπον ὄντα; [4] " καὶ προελθόντες τινὲς τῶν αὐτομόλων ἐπὶ τὸ πέρας τοῦ τέγους παρῃτοῦντο τοὺς προμαχομένους ἀνασχεῖν μικρόν: [5] τοῦ δὲ στρατηγοῦ κελεύσαντος ἐπισχεῖν, ἤρξαντο τὸν Ἀσδρούβαν λοιδορεῖν οἱ μὲν εἰς ἐπιορκίαν, φάσκοντες αὐτὸν πολλάκις ἐπὶ τῶν ἱερῶν ὀμωμοκέναι μὴ προλείψειν αὐτούς, οἱ δ᾽ εἰς ἀνανδρίαν καὶ καθόλου τὴν τῆς ψυχῆς ἀγεννίαν: [6] καὶ ταῦτ᾽ ἐποίουν μετὰ χλευασμοῦ καὶ λοιδορίας ἀσυροῦς καὶ δυσμενικῆς. [7] κατὰ δὲ τὸν καιρὸν τοῦτον ἡ γυνὴ θεωροῦσα τὸν Ἀσδρούβαν προκαθήμενον μετὰ τοῦ στρατηγοῦ προῆλθεν ἐκ τῶν αὐτομόλων, αὐτὴ μὲν ἐλευθερίως καὶ σεμνῶς ἠμφιεσμένη, τοὺς δὲ παῖδας ἐν χιτωνίσκοις ἐξ ἑκατέρου τοῦ μέρους προσειληφυῖα ταῖς χερσὶ μετὰ τῶν ἰδίων ἐνδυμάτων. [8] καὶ τὸ μὲν πρῶτον ὀνομαστὶ προσεφώνει τὸν Ἀσδρούβαν, τοῦ δ᾽ ἀποσιωπῶντος καὶ νεύοντος εἰς τὴν γῆν, τὰς μὲν ἀρχὰς τοὺς θεοὺς ἐπεκαλεῖτο καὶ τῷ στρατηγῷ μεγάλας ἀπένεμε τὰς χάριτας, διότι τὸ μὲν ἐκείνου μέρος οὐκ αὐτὴ μόνον, ἀλλὰ καὶ τὰ τέκνα σῴζεται: [9] βραχὺ δ᾽ ἐπισχοῦσα τὸν Ἀσδρούβαν ἤρετο πῶς αὐτῇ μὲν φάσκων οὐδὲν κατ᾽ ἰδίαν παρὰ τοῦ στρατηγοῦ πορίζοιτο τὴν σωτηρίαν αὐτομολήσας, πῶς δ᾽ οὕτως ἀναισχύντως ἐγκαταλιπὼν τὰ πράγματα καὶ τοὺς ἀστοὺς αὐτῷ πιστεύοντας ὑπέλθοι πρὸς τοὺς πολεμίους, [10] πῶς δὲ παρὰ τούτοις τολμᾷ καθῆσθαι νῦν θαλλοὺς ἔχων πρὸς οὓς ... πολλάκις οὐδέποτε ταύτην ἔσεσθαι τὴν ἡμέραν, ἐν ᾗ συμβήσεται τὸν ἥλιον ἅμα καθορᾶν Ἀσδρούβαν ζῶντα καὶ τὴν πατρίδα πυρπολουμένην: οὐ μὴν ἀλλ᾽ ... [11] ... γε το!εινε ... δ ... φυλα ... ο̣ι̣ ουσ̣α̣ν̣ συ πεποιηκας αισχρως δεγεπονειδιστως ηδε ... ρω ... και ... τα τεκνα πράξομεν ... κα ... τ̣α̣υ̣τ̣α̣ π̣α̣λ̣ι̣ν̣ ... εις αυτην ... επω λενων το ... ς̣ ν ... ον ... υ ... πο ... ου ... τει λασα του̣ς α̣υ̣ ... τοισα ... τε παντας ... συμπαθεις γενομενους τηι περπ̣ε̣τ̣εια και ... η ... ας της τυχης ... ν ... δοξαι διαμ̣
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.