previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δ᾽ Ἀπελλῆς οὐδαμῶς ἀφίστατο τῆς προθέσεως, ἀλλ᾽ ἅμα μὲν τὸν Ταυρίωνα τὸν ἐπὶ τῶν ἐν Πελοποννήσῳ τεταγμένον διέβαλλεν, [2] οὐ ψέγων, ἀλλ᾽ ἐπαινῶν καὶ φάσκων ἐπιτήδειον αὐτὸν εἶναι μετὰ τοῦ βασιλέως ἐν τοῖς ὑπαίθροις συνδιατρίβειν, βουλόμενος ἕτερον ἐπισταθῆναι δι᾽ αὑτοῦ τοῖς ἐν Πελοποννήσῳ πράγμασι. [3] καινὸς γὰρ δή τις οὗτος εὕρηται τρόπος διαβολῆς τὸ μὴ ψέγοντας, ἀλλ᾽ ἐπαινοῦντας λυμαίνεσθαι τοὺς πέλας: [4] εὕρηται δὲ μάλιστα καὶ πρῶτον τοιαύτη κακεντρέχεια καὶ βασκανία καὶ δόλος ἐκ τῶν περὶ τὰς αὐλὰς διατριβόντων καὶ τῆς τούτων πρὸς ἀλλήλους ζηλοτυπίας καὶ πλεονεξίας. [5] ὁμοίως δὲ καὶ τὸν ἐπὶ τῆς θεραπείας τεταγμένον Ἀλέξανδρον, ὅτε λάβοι καιρόν, διέδακνε, βουλόμενος καὶ τὴν περὶ τὸ σῶμα φυλακὴν τοῦ βασιλέως δι᾽ αὑτοῦ γενέσθαι καὶ καθόλου κινῆσαι τὴν ὑπ᾽ Ἀντιγόνου καταλειφθεῖσαν διάταξιν. [6] Ἀντίγονος γὰρ καλῶς μὲν ζῶν προέστη τῆς τε βασιλείας καὶ τοῦ παιδὸς αὑτοῦ, καλῶς δὲ τὸν βίον μεταλλάττων προενοήθη πρὸς τὸ μέλλον περὶ πάντων τῶν πραγμάτων. [7] ἀπολιπὼν γὰρ διαθήκην ἔγραφε Μακεδόσιν ὑπὲρ τῶν διῳκημένων: ὁμοίως δὲ καὶ περὶ τοῦ μέλλοντος διέταξε πῶς καὶ διὰ τίνων ἕκαστα δεήσει χειρίζεσθαι, βουλόμενος μηδεμίαν ἀφορμὴν καταλιπεῖν τοῖς περὶ τὴν αὐλὴν πρὸς ἀλλήλους φιλοτιμίας καὶ στάσεως. [8] ἐν οἷς τῶν τότε συστρατευομένων αὐτὸς μὲν Ἀπελλῆς ἐν τοῖς ἐπιτρόποις ἀπελέλειπτο, Λεόντιος δ᾽ ἐπὶ τῶν πελταστῶν, Μεγαλέας δ᾽ ἐπὶ τοῦ γραμματείου, Ταυρίων δ᾽ ἐπὶ τῶν κατὰ Πελοπόννησον, Ἀλέξανδρος δ᾽ ἐπὶ τῆς θεραπείας. [9] τὸν μὲν οὖν Λεόντιον καὶ Μεγαλέαν ὑφ᾽ αὑτὸν εἶχεν ὁλοσχερῶς, τὸν δ᾽ Ἀλέξανδρον καὶ Ταυρίωνα μεταστησάμενος ἀπὸ τῆς χρείας ἔσπευδε καὶ ταῦτα καὶ τἄλλα πάντα δι᾽ αὑτοῦ καὶ διὰ τῶν ἰδίων φίλων χειρίζειν. [10] δὴ καὶ ῥᾳδίως ἂν ἐπετέλεσε μὴ παρασκευάσας ἀνταγωνιστὴν Ἄρατον αὑτῷ: νῦν δὲ ταχέως πεῖραν ἔλαβε τῆς σφετέρας ἀφροσύνης καὶ πλεονεξίας. [11] γὰρ αὐτὸς ἐπεβάλετο πρᾶξαι κατὰ τῶν πέλας, τοῦτ᾽ ἔπαθε καὶ λίαν ἐν πάνυ βραχεῖ χρόνῳ. [12] πῶς δὲ καὶ τίνι τρόπῳ τοῦτο συνέβη γενέσθαι κατὰ μὲν τὸ παρὸν ὑπερθησόμεθα καὶ καταστρέψομεν τὴν βύβλον ταύτην, ἐν δὲ τοῖς ἑξῆς πειρασόμεθα σαφῶς ὑπὲρ ἑκάστων ἐξαγγέλλειν. [13] Φίλιππος δὲ τὰ προειρημένα διαταξάμενος ἐπανῆλθεν εἰς Ἄργος, κἀνταῦθα τὴν παραχειμασίαν ἐποίει μετὰ τῶν φίλων, τὰς δὲ δυνάμεις ἀπέλυσεν εἰς Μακεδονίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: