previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἤδη δὲ τῆς ὥρας συναγούσης, ἀπαναγκαζόμενος αὐτοῦ στρατοπεδεύειν, περὶ τὴν ἐκ τῶν στενῶν ἔξοδον ἐχρήσατο στρατοπεδείᾳ, [2] κατὰ σύμπτωμα τῶν ἡγεμόνων περιβαλομένων τοιοῦτον τόπον οἷον οὐκ ἂν ἄλλον τις εὕροι βουλόμενος εἰς τὴν χώραν τῆς Λακωνικῆς παρ᾽ αὐτὴν τὴν πόλιν ποιεῖσθαι τὴν εἰσβολήν. [3] ἔστι γὰρ ἐπὶ τῆς ἀρχῆς τῶν προειρημένων στενῶν, ὅταν ἀπὸ τῆς Τεγέας καθόλου τῆς μεσογαίου παραγινόμενος ἐγγίζῃ τις τῇ Λακεδαίμονι, τόπος ἀπέχων μὲν τῆς πόλεως δύο μάλιστα σταδίους, ἐπ᾽ αὐτοῦ δὲ κείμενος τοῦ ποταμοῦ. [4] τούτου δὲ συμβαίνει τὴν μὲν ἐπὶ τὴν πόλιν καὶ τὸν ποταμὸν βλέπουσαν πλευρὰν περιέχεσθαι πᾶσαν ἀπορρῶγι μεγάλῃ καὶ παντελῶς ἀπροσίτῳ: τὸ δ᾽ ἐπὶ τοῖς κρημνοῖς τούτοις χωρίον ἐπίπεδόν ἐστι καὶ γεῶδες καὶ κάθυγρον, ἅμα δὲ καὶ πρὸς τὰς εἰσαγωγὰς καὶ τὰς ἐξαγωγὰς τῶν δυνάμεων εὐφυῶς κείμενον, [5] ὥστε τὸν στρατοπεδεύσαντα ἐν αὐτῷ καὶ κατασχόντα τὸν ὑπερκείμενον λόφον δοκεῖν μὲν ἐν ἀσφαλεῖ στρατοπεδεύειν διὰ τὴν παράθεσιν τῆς πόλεως, στρατοπεδεύειν δ᾽ ἐν καλλίστῳ, κρατοῦντα τῆς εἰσόδου καὶ τῆς διόδου τῶν στενῶν. [6] πλὴν γε Φίλιππος, καταστρατοπεδεύσας ἐν τούτῳ μετ᾽ ἀσφαλείας, τῇ κατὰ πόδας ἡμέρᾳ τὴν μὲν ἀποσκευὴν προαπέστειλε, τὴν δὲ δύναμιν ἐξέταξεν ἐν τοῖς ἐπιπέδοις εὐσύνοπτον τοῖς ἐκ τῆς πόλεως. [7] χρόνον μὲν οὖν τινα βραχὺν ἔμεινε, μετὰ δὲ ταῦτα κλίνας ἐπὶ κέρας ἦγε ποιούμενος τὴν πορείαν ὡς ἐπὶ Τεγέαν. [8] συνάψας δὲ τοῖς τόποις ἐν οἷς Ἀντίγονος καὶ Κλεομένης συνεστήσαντο τὸν κίνδυνον, αὐτοῦ κατεστρατοπέδευσε. [9] τῇ δ᾽ ἑξῆς θεασάμενος τοὺς τόπους καὶ θύσας τοῖς θεοῖς ἐφ᾽ ἑκατέρου τῶν λόφων, ὧν μὲν Ὄλυμπος, δ᾽ Εὔας καλεῖται, μετὰ ταῦτα προῆγε, στερροποιησάμενος τὴν οὐραγίαν. [10] ἀφικόμενος δ᾽ εἰς Τεγέαν καὶ λαφυροπωλήσας πᾶσαν τὴν λείαν, καὶ μετὰ ταῦτα ποιησάμενος δι᾽ Ἄργους τὴν πορείαν, ἧκε μετὰ τῆς δυνάμεως εἰς Κόρινθον. [11] παρόντων δὲ πρεσβευτῶν παρά τε Ῥοδίων καὶ Χίων περὶ διαλύσεως τοῦ πολέμου, χρηματίσας τούτοις καὶ συνυποκριθεὶς καὶ φήσας ἕτοιμος εἶναι διαλύεσθαι καὶ νῦν καὶ πάλαι πρὸς Αἰτωλούς, τούτους μὲν ἐξέπεμπε, διαλέγεσθαι κελεύσας καὶ τοῖς Αἰτωλοῖς περὶ τῆς διαλύσεως, [12] αὐτὸς δὲ καταβὰς εἰς τὸ Λέχαιον ἐγίνετο περὶ πλοῦν, ἔχων τινὰς πράξεις ὁλοσχερεστέρας ἐν τοῖς περὶ Φωκίδα τόποις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: