previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τί ἐπαγγέλλεται φιλοσοφία.

συμβουλευομένου τινός, πῶς τὸν ἀδελφὸν πείσῃ μηκέτι χαλεπῶς αὐτῷ ἔχειν, [2] οὐκ ἐπαγγέλλεται, ἔφη, φιλοσοφία τῶν ἐκτός τι περιποιήσειν τῷ ἀνθρώπῳ: εἰ δὲ μή, ἔξω τι τῆς ἰδίας ὕλης ἀναδέξεται. ὡς γὰρ τέκτονος ὕλη τὰ ξύλα, ἀνδριαντοποιοῦ χαλκός, οὕτως τῆς περὶ βίον τέχνης ὕλη βίος αὐτοῦ ἑκάστου. [3]τί οὖν τοῦ ἀδελφοῦ; — πάλιν τῆς αὐτοῦ ἐκείνου τέχνης ἐστίν, πρὸς δὲ τὴν σὴν τῶν ἐκτός ἐστιν, ὅμοιον ἀγρῷ, ὅμοιον ὑγείᾳ, ὅμοιον εὐδοξίᾳ. τούτων δ᾽ οὐδὲν ἐπαγγέλλεται: φιλοσοφία. [4]ἐν πάσῃ περιστάσει τηρήσω τὸ ἡγεμονικὸν κατὰ φύσιν ἔχον.’ — τὸ τίνος; — ‘τὸ ἐκείνου, ἐν εἰμί.’ [5]πῶς οὖν ἐκεῖνός μοι μὴ ὀργίζηται; — ‘φέρε μοι ἐκεῖνον κἀκείνῳ ἐρῶ, σοὶ δὲ περὶ τῆς ἐκείνου ὀργῆς οὐδὲν ἔχω λέγειν.’

[6] εἰπόντος δὲ τοῦ συμβουλευομένου ὅτι Τοῦτο ζητῶ, πῶς ἂν ἐκείνου καὶ μὴ διαλλασσομένου κατὰ φύσιν ἔχοιμι, [7] οὐδέν, ἔφη, τῶν μεγάλων ἄφνω γίνεται, ὅπου γε οὐδ᾽ βότρυς οὐδὲ σῦκον. ἄν μοι νῦν λέγῃς ὅτιθέλω σῦκον,’ ἀποκρινοῦμαί σοι ὅτιχρόνου δεῖ.’ ἄφες ἀνθήσῃ πρῶτον, εἶτα προβάλῃ τὸν καρπόν, εἶτα πεπανθῇ. [8] εἶτα συκῆς μὲν καρπὸς ἄφνω καὶ μιᾷ ὥρᾳ οὐ τελειοῦται, γνώμης δ᾽ ἀνθρώπου καρπὸν θέλεις οὕτως δι᾽ ὀλίγου καὶ εὐκόλως κτήσασθαι; μηδ᾽ ἂν ἐγώ σοι λέγω, προσδόκα.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: