previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι οὐ μάχεται τὸ θαρρεῖν τῷ εὐλαβεῖσθαι.

παράδοξον μὲν τυχὸν φαίνεταί τισιν τὸ ἀξιούμενον ὑπὸ τῶν φιλοσόφων, ὅμως δὲ σκεψώμεθα κατὰ δύναμιν, εἰ ἀληθές ἐστι τὸ δεῖν ἅμα μὲν εὐλαβῶς ἅμα δὲ θαρρούντως πάντα ποιεῖν. [2] ἐναντίον γάρ πως δοκεῖ τῷ θαρραλέῳ τὸ εὐλαβές, τὰ δ᾽ ἐναντία οὐδαμῶς συνυπάρχει. [3] τὸ δὲ φαινόμενον πολλοῖς ἐν τῷ τόπῳ παράδοξον δοκεῖ μοι τοιούτου τινὸς ἔχεσθαι: εἰ μὲν γὰρ πρὸς ταὐτὰ ἠξιοῦμεν χρῆσθαι τῇ τ᾽ εὐλαβείᾳ καὶ τῷ θάρσει, δικαίως ἂν ἡμᾶς ᾐτιῶντο ὡς τὰ ἀσύνακτα συνάγοντας. [4] νῦν δὲ τί δεινὸν ἔχει τὸ λεγόμενον; εἰ γὰρ ὑγιῆ ταῦτ᾽ ἐστι τὰ πολλάκις μὲν εἰρημένα, πολλάκις δ᾽ ἀποδεδειγμένα, ὅτι οὐσία τοῦ ἀγαθοῦ ἔστιν ἐν χρήσει φαντασιῶν καὶ τοῦ κακοῦ ὡσαύτως, τὰ δ᾽ ἀπροαίρετα οὔτε τὴν τοῦ κακοῦ δέχεται φύσιν οὔτε τὴν τοῦ ἀγαθοῦ, [5] τί παράδοξον ἀξιοῦσιν οἱ φιλόσοφοι, εἰ λέγουσινὅπου μὲν τὰ ἀπροαίρετα, ἐκεῖ τὸ θάρσος ἔστω σοι, ὅπου δὲ τὰ προαιρετικά, ἐκεῖ εὐλάβεια;’ [6] εἰ γὰρ ἐν κακῇ προαιρέσει τὸ κακόν, πρὸς μόνα ταῦτα χρῆσθαι ἄξιον εὐλαβείᾳ: εἰ δὲ τὰ ἀπροαίρετα καὶ μὴ ἐφ᾽ ἡμῖν οὐδὲν πρὸς ἡμᾶς, πρὸς ταῦτα τῷ θάρσει χρηστέον. [7] καὶ οὕτως ἅμα μὲν εὐλαβεῖς ἅμα δὲ θαρραλέοι ἐσόμεθα καὶ νὴ Δία διὰ τὴν εὐλάβειαν θαρραλέοι. διὰ γὰρ τὸ εὐλαβεῖσθαι τὰ ὄντως κακὰ συμβήσεται θαρρεῖν ἡμῖν πρὸς τὰ μὴ οὕτως ἔχοντα.

[8] λοιπὸν ἡμεῖς τὸ τῶν ἐλάφων πάσχομεν: ὅτε φοβοῦνται καὶ φεύγουσιν αἱ ἔλαφοι τὰ πτερά, ποῦ τρέπονται καὶ πρὸς τίνα ἀναχωροῦσιν ὡς ἀσφαλῆ; πρὸς τὰ δίκτυα: καὶ οὕτως ἀπόλλυνται ἐναλλάξασαι τὰ φοβερὰ καὶ τὰ θαρραλέα. [9] οὕτως καὶ ἡμεῖς ποῦ χρώμεθα τῷ φόβῳ; πρὸς τὰ ἀπροαίρετα. ἐν τίσιν πάλιν θαρροῦντες ἀναστρεφόμεθα ὡς οὐδενὸς ὄντος δεινοῦ; ἐν τοῖς προαιρετικοῖς. [10] ἐξαπατηθῆναι προπεσεῖν ἀναίσχυντόν τι ποιῆσαι μετ᾽ ἐπιθυμίας αἰσχρᾶς ὀρεχθῆναί τινος οὐδὲν διαφέρει ἡμῖν, ἂν μόνον ἐν τοῖς ἀπροαιρέτικοις εὐστοχῶμεν. ὅπου δὲ θάνατος φυγὴ πόνος ἀδοξία, ἐκεῖ τὸ ἀναχωρητικόν, ἐκεῖ τὸ σεσοβημένον. [11] τοιγαροῦν ὥσπερ εἰκὸς τοὺς περὶ τὰ μέγιστα διαμαρτάνοντας τὸ μὲν φύσει θαρραλέον θρασὺ κατασκευάζομεν, ἀπονενοημένον, ἰταμόν, ἀναίσχυντον, τὸ δ᾽ εὐλαβὲς φύσει καὶ αἰδῆμον δειλὸν καὶ ταπεινόν, φόβων καὶ ταραχῶν μεστόν. [12] ἂν γάρ τις ἐκεῖ μεταθῇ τὸ εὐλαβές, ὅπου προαίρεσις καὶ ἔργα προαιρέσεως, εὐθὺς ἅμα τῷ θέλειν εὐλαβεῖσθαι καὶ ἐπ᾽ αὐτῷ κειμένην ἕξει τὴν ἔκκλισιν: ἂν δ᾽ ὅπου τὰ μὴ ἐφ᾽ ἡμῖν ἐστι καὶ ἀπροαίρετα, πρὸς τὰ ἐπ᾽ ἄλλοις ὄντα τὴν ἔκκλισιν ἔχων ἀναγκαίως φοβήσεται, ἀκαταστατήσει, ταραχθήσεται. [13] οὐ γὰρ θάνατος πόνος φοβερόν, ἀλλὰ τὸ φοβεῖσθαι πόνον θάνατον. διὰ τοῦτο ἐπαινοῦμεν τὸν εἰπόντα ὅτι οὐ κατθανεῖν γὰρ δεινόν, ἀλλ᾽ αἰσχρῶς θανεῖν. [14]

ἔδει οὖν πρὸς μὲν τὸν θάνατον τὸ θάρσος ἐστράφθαι, πρὸς δὲ τὸν φόβον τοῦ θανάτου τὴν εὐλάβειαν: νῦν δὲ τὸ ἐναντίον πρὸς μὲν τὸν θάνατον τὴν φυγήν, πρὸς δὲ τὸ περὶ αὐτοῦ δόγμα τὴν ἀνεπιστρεψίαν καὶ τὸ[15] ἀφειδὲς καὶ τὸ ἀδιαφορητικόν. ταῦτα δ᾽ Σωκράτης καλῶς ποιῶν μορμολύκεια ἐκάλει. ὡς γὰρ τοῖς παιδίοις τὰ προσωπεῖα φαίνεται δεινὰ καὶ φοβερὰ δι᾽ ἀπειρίαν, τοιοῦτόν τι καὶ ἡμεῖς πάσχομεν πρὸς τὰ πράγματα δι᾽ οὐδὲν ἄλλο ὥσπερ καὶ τὰ παιδία πρὸς τὰς μορμολυκείας. [16] τί γάρ ἐστι παιδίον; ἄγνοια. τί ἐστι παιδίον; ἀμαθία. ἐπεὶ ὅπου οἶδεν, κἀκεῖνα οὐδὲν ἡμῶν ἔλαττον ἔχει. [17] θάνατος τί ἐστιν; μορμολύκειον. στρέψας αὐτὸ κατάμαθε: ἰδοῦ, πῶς οὐ δάκνει. τὸ σωμάτιον δεῖ χωρισθῆναι τοῦ πνευματίου, ὡς πρότερον ἐκεχώριστο, νῦν ὕστερον. τί οὖν ἀγανακτεῖς, εἰ νῦν; εἰ γὰρ μὴ νῦν, ὕστερον. [18] διὰ τί; ἵνα περίοδος ἀνύηται τοῦ κόσμου: χρείαν γὰρ ἔχει τῶν μὲν ἐνισταμένων, τῶν δὲ μελλόντων, τῶν δ᾽ ἠνυσμένων. [19] πόνος τί ἐστιν; μορμολύκειον. στρέψον αὐτὸ καὶ κατάμαθε. τραχέως κινεῖται τὸ σαρκίδιον, εἶτα πάλιν λείως. ἄν σοι μὴ λυσιτελῇ, θύρα ἤνοικται: ἂν λυσιτελῇ, φέρε. [20] πρὸς πάντα γὰρ ἠνοῖχθαι δεῖ τὴν θύραν: καὶ πρᾶγμα οὐκ ἔχομεν.

[21] τίς οὖν τούτων τῶν δογμάτων καρπός; ὅνπερ δεῖ κάλλιστόν τ᾽ εἶναι καὶ πρεπωδέστατον τοῖς τῷ ὄντι παιδευομένοις, ἀταραξία ἀφοβία ἐλευθερία. [22] οὐ γὰρ τοῖς πολλοῖς περὶ τούτων πιστευτέον, οἳ λέγουσιν μόνοις ἐξεῖναι παιδεύεσθαι τοῖς ἐλευθέροις, ἀλλὰ τοῖς φιλοσόφοις μᾶλλον, οἳ λέγουσι μόνους τοὺς παιδευθέντας ἐλευθέρους εἶναι. [23]πῶς τοῦτο; — οὕτως: νῦν ἄλλο τί ἐστιν ἐλευθερία τὸ ἐξεῖναι ὡς βουλόμεθα διεξάγειν; ‘οὐδέν.’ λέγετε δή μοι, ἄνθρωποι, βούλεσθε ζῆν ἁμαρτάνοντες; ‘οὐ βουλόμεθα.’ οὐδεὶς τοίνυν ἁμαρτάνων ἐλεύθερός ἐστιν. [24] βούλεσθε ζῆν φοβούμενοι, βούλεσθε λυπούμενοι, βούλεσθε ταρασσόμενοι; ‘οὐδαμῶς.’ οὐδεὶς ἄρα οὔτε φοβούμενος οὔτε λυπούμενος οὔτε ταρασσόμενος ἐλεύθερός ἐστιν, ὅστις δ᾽ ἀπήλλακται λυπῶν καὶ φόβων καὶ ταραχῶν, οὗτος τῇ αὐτῇ ὁδῷ καὶ τοῦ δουλεύειν ἀπήλλακται. [25] πῶς οὖν ἔτι ὑμῖν πιστεύσομεν, φίλτατοι νομοθέται; οὐκ ἐπιτρέπομεν παιδεύεσθαι, εἰ μὴ τοῖς ἐλευθέροις; οἱ φιλόσοφοι γὰρ λέγουσιν ὅτι οὐκ ἐπιτρέπομεν ἐλευθέροις εἶναι εἰ μὴ τοῖς πεπαιδευμένοις, τοῦτό ἐστιν θεὸς οὐκ ἐπιτρέπει. [26]ὅταν οὖν στρέψῃ τις ἐπὶ στρατηγοῦ τὸν αὑτοῦ δοῦλον, οὐδὲν ἐποίησεν; — ἐποίησεν. — τί; — ἔστρεψεν τὸν αὑτοῦ δοῦλον ἐπὶ στρατηγοῦ. — ἄλλο οὐδέν; — ναί: καὶ εἰκοστὴν αὐτοῦ δοῦναι ὀφείλει. [27]τί οὖν; ταῦτα παθὼν οὐ γέγονεν ἐλεύθερος; — οὐ μᾶλλον ἀτάραχος. [28] ἐπεὶ σὺ ἄλλους στρέφειν δυνάμενος οὐδένα ἔχεις κύριον; οὐκ ἀργύριον, οὐ κοράσιον, οὐ παιδάριον, οὐ τὸν τύραννον, οὐ φίλον τινὰ τοῦ τυράννου; τί οὖν τρέμεις ἐπί τινα τοιαύτην ἀπιὼν περίστασιν;

διὰ τοῦτο λέγω πολλάκις [29]ταῦτα μελετᾶτε καὶ ταῦτα πρόχειρα ἔχετε, πρὸς τίνα δεῖ τεθαρρηκέναι καὶ πρὸς τίνα εὐλαβῶς διακεῖσθαι, ὅτι πρὸς τὰ ἀπροαίρετα θαρρεῖν, εὐλαβεῖσθαι τὰ προαιρετικά.’ [30]ἀλλ᾽ οὐκ ἀνέγνων σοι οὐδ᾽ ἔγνως τί ποιῶ. [31]ἐν τίνι; ἐν λεξειδίοις. ἔχε σου τὰ λεξείδια: δεῖξον, πῶς ἔχεις πρὸς ὄρεξιν καὶ ἔκκλισιν, εἰ μὴ ἀποτυγχάνεις ὧν θέλεις, εἰ μὴ περιπίπτεις οἷς οὐ θέλεις. ἐκεῖνα δὲ τὰ περιόδια, ἂν νοῦν ἔχῃς, ἄρας πού ποτε ἀπαλείψεις. [32]τί οὖν; Σωκράτης οὐκ ἔγραφεν; — καὶ τίς τοσαῦτα; ἀλλὰ πῶς; ἐπεὶ μὴ ἐδύνατο ἔχειν ἀεὶ τὸν ἐλέγχοντα αὐτοῦ τὰ δόγματα ἐλεγχθησόμενον ἐν τῷ μέρει, αὐτὸς ἑαυτὸν ἤλεγχεν καὶ ἐξήταζεν καὶ ἀεὶ μίαν γέ τινα πρόληψιν ἐγύμναζεν χρηστικῶς. [33] ταῦτα γράφει φιλόσοφος: λεξείδια δὲ καὶ ὁδός, ἣν λέγω, ἄλλοις ἀφίησι, τοῖς ἀναισθήτοις τοῖς μακαρίοις, τοῖς σχολὴν ἄγουσιν ὑπὸ ἀταραξίας τοῖς μηδὲν τῶν ἑξῆς ὑπολογιζομένοις διὰ μωρίαν. [34]

καὶ νῦν καιροῦ καλοῦντος ἐκεῖνα δείξεις ἀπελθὼν καὶ ἀναγνώσῃ καὶ ἐμπερπερεύσῃ; ‘ἰδοῦ, πῶς διαλόγους συντίθημι.’ [35] μή, ἄνθρωπε, ἀλλ᾽ ἐκεῖνα μᾶλλονἰδοῦ, πῶς ὀρεγόμενος οὐκ ἀποτυγχάνω. ἰδοῦ, πῶς ἐκκλίνων οὐ περιπίπτω. φέρε θάνατον καὶ γνώσῃ: φέρε πόνους, φέρε δεσμωτήριον, φέρε ἀδοξίαν, φέρε καταδίκην.’ [36] αὕτη ἐπίδειξις νέου ἐκ σχολῆς ἐληλυθότος. τἆλλα δ᾽ ἄλλοις ἄφες, μηδὲ φωνήν τις ἀκούσῃ σου περὶ αὐτῶν ποτε μηδ᾽, ἂν ἐπαινέσῃ τις ἐπ᾽ αὐτοῖς, ἀνέχου, δόξον δὲ μηδεὶς εἶναι καὶ εἰδέναι μηδέν. [37] μόνον τοῦτο εἰδὼς φαίνου, πῶς μήτ᾽ ἀποτύχῃς ποτὲ μήτε περιπέσῃς. [38] ἄλλοι μελετάτωσαν δίκας, ἄλλοι προβλήματα, ἄλλοι συλλογισμούς: σὺ ἀποθνῄσκειν, σὺ δεδέσθαι, σὺ στρεβλοῦσθαι, σὺ ἐξορίζεσθαι. [39] πάντα ταῦτα θαρρούντως, πεποιθότως τῷ κεκληκότι σε ἐπ᾽ αὐτά, τῷ ἄξιον τῆς χώρας ταύτης κεκρικότι, ἐν καταταχθεὶς ἐπιδείξεις, τίνα δύναται λογικὸν ἡγεμονικὸν πρὸς τὰς ἀπροαιρέτους δυνάμεις ἀντιταξάμενον. [40] καὶ οὕτως τὸ παράδοξον ἐκεῖνο οὐκέτι οὔτ᾽ ἀδύνατον φανεῖται οὔτε παράδοξον, ὅτι ἅμα μὲν εὐλαβεῖσθαι δεῖ ἅμα δὲ θαρρεῖν, πρὸς μὲν τὰ ἀπροαίρετα θαρρεῖν, ἐν δὲ τοῖς προαιρετικοῖς εὐλαβεῖσθαι.


περὶ ἀταραξίας.

ὅρα σὺ ἀπιὼν ἐπὶ τὴν δίκην, τί θέλεις τηρῆσαι καὶ ποῦ θέλεις ἀνύσαι. [2] εἰ γὰρ προαίρεσιν θέλεις τηρῆσαι κατὰ φύσιν ἔχουσαν, πᾶσά σοι ἀσφάλεια, πᾶσά σοι εὐμάρεια, πρᾶγμα οὐκ ἔχεις. [3] τὰ γὰρ ἐπὶ σοὶ αὐτεξούσια καὶ φύσει ἐλεύθερα θέλων τηρῆσαι καὶ τούτοις ἀρκούμενος τίνος ἔτι ἐπιστρέφῃ; τίς γὰρ αὐτῶν κύριος, τίς αὐτὰ δύναται ἀφελέσθαι; [4] εἰ θέλεις αἰδήμων εἶναι καὶ πιστός, τίς οὐκ ἐάσει σε; εἰ θέλεις μὴ κωλύεσθαι μηδ᾽ ἀναγκάζεσθαι, τίς σε ἀναγκάσει ὀρέγεσθαι ὧν οὐ δοκεῖ σοι, τίς ἐκκλίνειν μὴ φαίνεταί σοι; [5] ἀλλὰ τί; πράξει μέν σοί τινα δοκεῖ φοβερὰ εἶναι: ἵνα δὲ καὶ ἐκκλίνων αὐτὰ πάθῃς, πῶς δύναται ποιῆσαι; [6] ὅταν οὖν ἐπὶ σοὶ τὸ ὀρέγεσθαι καὶ ἐκκλίνειν, τίνος ἔτι ἐπιστρέφῃ; [7] τοῦτό σοι προοίμιον, τοῦτο διήγησις, τοῦτο πίστις, τοῦτο νίκη, τοῦτο ἐπίλογος, τοῦτο εὐδοκίμησις.

[8] διὰ τοῦτο Σωκράτης πρὸς τὸν ὑπομιμνῄσκοντα, ἵνα παρασκευάζηται πρὸς τὴν δίκην, ἔφηοὐ δοκῶ οὖν σοι ἅπαντι τῷ βίῳ πρὸς τοῦτο παρασκευάζεσθαι;’ [9] — ‘ποίαν παρασκευήν;’ — ‘τετήρηκα,’ φησίν, ‘τὸ ἐπ᾽ ἐμοί.’ — ‘πῶς οὖν;’ — ‘οὐδὲν οὐδέποτ᾽ ἄδικον οὔτ᾽ ἰδίᾳ οὔτε δημοσίᾳ ἔπραξα.’ [10] εἰ δὲ θέλεις καὶ τὰ ἐκτὸς τηρῆσαι, τὸ σωμάτιον καὶ τὸ οὐσίδιον καὶ τὸ ἀξιωμάτιον, λέγω σοι: ἤδη αὐτόθεν παρασκευάζου τὴν δυνατὴν παρασκευὴν πᾶσαν καὶ λοιπὸν σκέπτου καὶ τὴν φύσιν τοῦ δικαστοῦ καὶ τὸν ἀντίδικον. [11] εἰ γονάτων ἅψασθαι δεῖ, γονάτων ἅψαι: εἰ κλαῦσαι, κλαῦσον: εἰ οἰμῶξαι, οἴμωξον. [12] ὅταν γὰρ ὑποθῇς τὰ σὰ τοῖς ἐκτός, δούλευε τὸ λοιπὸν καὶ μὴ ἀντισπῶ καὶ ποτὲ μὲν θέλε δουλεύειν, ποτὲ δὲ μὴ θέλε, [13] ἀλλ᾽ ἁπλῶς καὶ ἐξ ὅλης τῆς διανοίας ταῦτα ἐκεῖνα: ἐλεύθερος δοῦλος, πεπαιδευμένος ἀπαίδευτος, γενναῖος ἀλεκτρυὼν ἀγεννής, ὑπόμενε τυπτόμενος, μέχρις ἂν ἀποθάνῃς, ἀπαγόρευσον εὐθύς. μή σοι γένοιτο πληγὰς πολλὰς λαβεῖν καὶ ὕστερον ἀπαγορεῦσαι. [14] εἰ δ᾽ αἰσχρὰ ταῦτα, αὐτόθεν ἤδη δίελεποῦ φύσις κακῶν καὶ ἀγαθῶν; οὗ καὶ ἀλήθεια. ὅπου ἀλήθεια καὶ οὗ φύσις, ἐκεῖ τὸ εὐλαβές: ὅπου ἀλήθεια, ἐκεῖ τὸ θαρραλέον, ὅπου φύσις.’

[15] ἐπεί τ οι δοκεῖς, ὅτι τὰ ἐκτὸς τηρῆσαι θέλων Σωκράτης παρελθὼν ἂν ἔλεγεἐμὲ δ᾽ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δ᾽ οὔ;’ οὕτω μωρὸς ἦν, [16] ἵνα μὴ ἴδῃ ὅτι αὕτη ὁδὸς ἐνταῦθα οὐ φέρει, ἀλλ᾽ ἄλλῃ; τί οὖν ἐστιν, ὅτι οὐκ ἔχει λόγον καὶ προσερεθίζει; [17] ὡς ἐμὸς Ἡράκλειτος περὶ ἀγριδίου πραγμάτιον ἔχων ἐν Ῥόδῳ καὶ ἀποδείξας τοῖς δικασταῖς ὅτι δίκαια λέγει ἐλθὼν ἐπὶ τὸν ἐπίλογον ἔφη ὅτιἀλλ᾽ οὔτε δεήσομαι ὑμῶν οὔτ᾽ ἐπιστρέφομαι, τί μέλλετε κρίνειν: ὑμεῖς τε μᾶλλον οἱ κρινόμενοί ἐστε ἐγώ.’ [18] καὶ οὕτως κατέστρεψε τὸ πραγμάτιον. τίς χρεία; μόνον μὴ δέου, μὴ προστίθει δ᾽ ὅτικαὶ οὐ δέομαι.’ εἰ μή τι καιρός ἐστιν ἐπίτηδες ἐρεθίσαι τοὺς δικαστὰς ὡς Σωκράτει. [19] καὶ σὺ εἰ τοιοῦτον ἐπίλογον παρασκευάζῃ, τί ἀναβαίνεις, τί ὑπακούεις; [20] εἰ γὰρ σταυρωθῆναι θέλεις, ἔκδεξαι καὶ ἥξει σταυρός: εἰ δ᾽ ὑπακοῦσαι λόγος αἱρεῖ καὶ πεῖσαι τό γε παρ᾽ αὐτόν, τὰ ἑξῆς τούτῳ ποιητέον τηροῦντι μέντοι τὰ ἴδια.

ταύτῃ καὶ γελοῖόν ἐστι τὸ λέγειν [21]ὑπόθου μοι.’ τί σοι ὑποθῶμαι; ἀλλὰποίησόν μου τὴν διάνοιαν τι ἂν ἀποβαίνῃ πρὸς τοῦτο ἁρμόσασθαι.’ [22] ἐπεὶ ἐκεῖνό γε ὅμοιόν ἐστιν οἷον εἰ ἀγράμματος λέγοιεἰπέ μοι τί γράψω, ὅταν μοι προβληθῇ τι ὄνομα.’ [23] ἂν γὰρ εἴπω ὅτι Δίων, εἶτα παρελθὼν ἐκεῖνος αὐτῷ προβάλῃ μὴ τὸ Δίωνος ὄνομα, ἀλλὰ τὸ Θέωνος, τί γένηται; [24] τί γράψῃ; ἀλλ᾽ εἰ μὲν μεμελέτηκας γράφειν, ἔχεις καὶ παρασκευάσασθαι πρὸς πάντα τὰ ὑπαγορευόμενα: εἰ δὲ μή, τί σοι ἐγὼ νῦν ὑποθῶμαι; ἂν γὰρ ἄλλο τι ὑπαγορεύῃ τὰ πράγματα, τί ἐρεῖς τί πράξεις; [25] τούτου οὖν τοῦ καθολικοῦ μέμνησο καὶ ὑποθήκης οὐκ ἀπορήσεις. ἐὰν δὲ πρὸς τὰ ἔξω χάσκῃς, ἀνάγκη σε ἄνω καὶ κάτω κυλίεσθαι πρὸς τὸ βούλημα τοῦ κυρίου. [26] τίς δ᾽ ἐστὶ κύριος; τῶν ὑπὸ σοῦ τινος σπουδαζομένων ἐκκλινομένων ἔχων ἐξουσίαν.


πρὸς τοὺς συνιστάντας τινὰς τοῖς φιλοσόφοις.

καλῶς Διογένης πρὸς τὸν ἀξιοῦντα γράμματα παρ᾽ αὐτοῦ λαβεῖν συστατικὰὅτι μὲν ἄνθρωπος,’ φησίν, ‘εἶ, καὶ ἰδὼν γνώσεται: εἰ δ᾽ ἀγαθὸς κακός, εἰ μὲν ἔμπειρός ἐστι διαγνῶναι τοὺς ἀγαθοὺς καὶ κακούς, γνώσεται, εἰ δ᾽ ἄπειρος, οὐδ᾽ ἂν μυριάκις γράψω αὐτῷ.’ [2] ὅμοιον γὰρ ὥσπερ εἰ δραχμὴ συσταθῆναί τινι ἠξίου, ἵνα δοκιμασθῇ. εἰ ἀργυρογνωμονικός ἐστιν, σὺ σαυτὴν συστήσεις. [3] ἔδει οὖν τοιοῦτόν τι ἔχειν ἡμᾶς καὶ ἐν τῷ βίῳ οἷον ἐπ᾽ ἀργυρίου, ἵν᾽ εἰπεῖν δύνωμαι καθάπερ ἀργυρογνώμων λέγειφέρε ἣν θέλεις δραχμὴν καὶ διαγνώσομαι.’ [4] ἀλλ᾽ ἐπὶ συλλογισμῶνφέρε ὃν θέλεις καὶ διακρινῶ σοι τὸν ἀναλυτικόν τε καὶ μή.’ διὰ τί; οἶδα γὰρ ἀναλύειν συλλογισμούς: ἔχω τὴν δύναμιν, ἣν ἔχειν δεῖ τὸν ἐπιγνωστικὸν τῶν περὶ συλλογισμοὺς κατορθούντων. [5] ἐπὶ δὲ τοῦ βίου τί ποιῶ; νῦν μὲν λέγω ἀγαθόν, νῦν δὲ κακόν. τί τὸ αἴτιον; τὸ ἐναντίον ἐπὶ τῶν συλλογισμῶν, ἀμαθία καὶ ἀπειρία.


πρὸς τὸν ἐπὶ μοιχείᾳ ποτὲ κατειλημμένον.

λέγοντος αὐτοῦ ὅτι ἄνθρωπος πρὸς πίστιν γέγονεν καὶ τοῦτο ἀνατρέπων ἀνατρέπει τὸ ἴδιον τοῦ ἀνθρώπου ἐπεισῆλθέν τις τῶν δοκούντων φιλολόγων, ὃς κατείληπτό ποτε μοιχὸς ἐν τῇ πόλει. [2] δ᾽ Ἀλλ᾽ ἄν, φησίν, ἀφέντες τοῦτο τὸ πιστόν, πρὸς πεφύκαμεν, ἐπιβουλεύωμεν τῇ γυναικὶ τοῦ γείτονος, τί ποιοῦμεν; τί γὰρ ἄλλο ἀπόλλυμεν καὶ ἀναιροῦμεν; τίνα; τὸν πιστόν, τὸν αἰδήμονα, τὸν ὅσιον. [3] ταῦτα μόνα; γειτνίασιν δ᾽ οὐκ ἀναιροῦμεν, φιλίαν δ᾽ οὔ, πόλιν δ᾽ οὔ; εἰς τίνα δὲ χώραν αὑτοὺς κατατάσσομεν; ὡς τίνι σοι χρῶμαι, ἄνθρωπε; ὡς γείτονι, ὡς φίλῳ; ποίῳ τινί; ὡς πολίτῃ; τί σοι πιστεύσω; [4] εἶτα σκευάριον μὲν εἰ ἦς οὕτως σαπρόν, ὥστε σοι πρὸς μηδὲν δύνασθαι χρῆσθαι, ἔξω ἂν ἐπὶ τὰς κοπρίας ἐρρίπτου καὶ οὐδ᾽ ἐκεῖθεν ἄν τίς σε ἀνῃρεῖτο: [5] εἰ δ᾽ ἄνθρωπος ὢν οὐδεμίαν χώραν δύνασαι ἀποπληρῶσαι ἀνθρωπικήν, τί σε ποιήσομεν; ἔστω γάρ, φίλου οὐ δύνασαι τόπον ἔχειν: δούλου δύνασαι; καὶ τίς σοι πιστεύσει; οὐ θέλεις οὖν ῥιφῆναί που καὶ αὐτὸς ἐπὶ κοπρίαν ὡς σκεῦος ἄχρηστον, ὡς κόπριον; [6] εἶτα ἐρεῖςοὐδείς μου ἐπιστρέφεται, ἀνθρώπου φιλολόγου;’ κακὸς γὰρ εἶ καὶ ἄχρηστος. οἷον εἰ οἱ σφῆκες ἠγανάκτουν, ὅτι οὐδεὶς αὐτῶν ἐπιστρέφεται, ἀλλὰ φεύγουσι πάντες κἄν τις δύνηται, πλήξας κατέβαλεν. [7] σὺ κέντρον ἔχεις τοιοῦτον, ὥστε ὃν ἂν πλήξῃς εἰς πράγματα καὶ ὀδύνας ἐμβάλλειν. τί σε θέλεις ποιήσωμεν; οὐκ ἔχεις ποῦ τεθῇς.

[8] τί οὖν; οὐκ εἰσὶν αἱ γυναῖκες κοιναὶ φύσει; κἀγὼ λέγω. καὶ γὰρ τὸ χοιρίδιον κοινὸν τῶν κεκλημένων: ἀλλ᾽ ὅταν μέρη γένηται, ἄν σοι φανῇ, ἀνάρπασον ἀπελθὼν τὸ τοῦ παρακατακειμένου μέρος, λάθρᾳ κλέψον παρακαθεὶς τὴν χεῖρα λίχνευε, κἂν μὴ δύνῃ τοῦ κρέως ἀποσπάσαι, λίπαινε τοὺς δακτύλους καὶ περίλειχε. καλὸς συμπότης καὶ σύνδειπνος Σωκρατικός. [9] ἄγε, τὸ δὲ θέατρον οὐκ ἔστι κοινὸν τῶν πολιτῶν; ὅταν οὖν καθίσωσιν, ἐλθών, ἄν σοι φανῇ, ἔκβαλέ τινα αὐτῶν. [10] οὕτως καὶ αἱ γυναῖκες φύσει κοιναί. ὅταν δ᾽ νομοθέτης ὡς ἑστιάτωρ διέλῃ αὐτάς, οὐ θέλεις καὶ αὐτὸς ἴδιον μέρος ζητεῖν, ἀλλὰ τὸ ἀλλότριον ὑφαρπάζεις καὶ λιχνεύεις; [11]ἀλλὰ φιλόλογός εἰμι καὶ Ἀρχέδημον νοῶ.’ Ἀρχέδημον τοίνυν νοῶν μοιχὸς ἴσθι καὶ ἄπιστος καὶ ἀντὶ ἀνθρώπου λύκος πίθηκος. τί γὰρ κωλύει;


πῶς συνυπάρχει μεγαλοφροσύνη καὶ ἐπιμέλεια.

αἱ ὗλαι ἀδιάφοροι, δὲ χρῆσις αὐτῶν οὐκ ἀδιάφορος. [2] πῶς οὖν τηρήσῃ τις ἅμα μὲν τὸ εὐσταθὲς καὶ ἀτάραχον, ἅμα δὲ τὸ ἐπιμελὲς καὶ μὴ εἰκαῖον μηδ᾽ ἐπισεσυρμένον; [3] ἂν μιμῆται τοὺς κυβεύοντας. αἱ ψῆφοι ἀδιάφοροι, οἱ κύβοι ἀδιάφοροι: πόθεν οἶδα, τί μέλλει πίπτειν; τῷ πεσόντι δ᾽ ἐπιμελῶς καὶ τεχνικῶς χρῆσθαι, τοῦτο ἤδη ἐμὸν ἔργον ἐστίν. [4] οὕτως τοίνυν τὸ μὲν προηγούμενον καὶ ἐπὶ τοῦ βίου ἔργον ἐκεῖνο: δίελε τὰ πράγματα καὶ διάστησον καὶ εἰπὲτὰ ἔξω οὐκ ἐπ᾽ ἐμοί: προαίρεσις ἐπ᾽ ἐμοί. [5] ποῦ ζητήσω τὸ ἀγαθὸν καὶ τὸ κακόν; ἔσω ἐν τοῖς ἐμοῖς.’ ἐν δὲ τοῖς ἀλλοτρίοις μηδέποτε μήτ᾽ ἀγαθὸν ὀνομάσῃς μήτε κακὸν μήτ᾽ ὠφέλειαν μήτε βλάβην μήτ᾽ ἄλλο τι τῶν τοιούτων.

[6] τί οὖν; ἀμελῶς τούτοις χρηστέον; οὐδαμῶς. τοῦτο γὰρ πάλιν τῇ προαιρέσει κακόν ἐστι καὶ ταύτῃ τὴν παρὰ φύσιν. [7] ἀλλ᾽ ἅμα μὲν ἐπιμελῶς, ὅτι χρῆσις οὐκ ἀδιάφορον, ἅμα δ᾽ εὐσταθῶς καὶ ἀταράχως, ὅτι ὕλη οὐ διαφέρουσα. [8] ὅπου γὰρ τὸ διαφέρον, ἐκεῖ οὔτε κωλῦσαί μέ τις δύναται οὔτ᾽ ἀναγκάσαι. ὅπου κωλυτὸς καὶ ἀναγκαστός εἰμι, ἐκείνων μὲν τεῦξις οὐκ ἐπ᾽ ἐμοὶ οὐδ᾽ ἀγαθὸν κακόν, χρῆσις δ᾽ κακὸν ἀγαθόν, ἀλλ᾽ ἐπ᾽ ἐμοί. [9] δύσκολον δὲ μῖξαι καὶ συναγαγεῖν ταῦτα, ἐπιμέλειαν τοῦ προσπεπονθότος ταῖς ὕλαις καὶ εὐστάθειαν τοῦ ἀνεπιστρεπτοῦντος, πλὴν οὐκ ἀδύνατον. εἰ δὲ μή, ἀδύνατον τὸ εὐδαιμονῆσαι. [10] ἀλλ᾽ οἷόν τι ἐπὶ τοῦ πλοῦ ποιοῦμεν. τί μοι δύναται; τὸ ἐκλέξασθαι τὸν κυβερνήτην, τοὺς ναύτας, τὴν ἡμέραν, τὸν καιρόν. [11] εἶτα χειμὼν ἐμπέπτωκεν. τί οὖν ἔτι μοι μέλει; τὰ γὰρ ἐμὰ ἐκπεπλήρωται. ἄλλου ἐστὶν ὑπόθεσις, τοῦ κυβερνήτου. ἀλλὰ καὶ ναῦς καταδύεται. [12] τί οὖν ἔχω ποιῆσαι; δύναμαι, τοῦτο μόνον ποιῶ: μὴ φοβούμενος ἀποπνίγομαι οὐδὲ κεκραγὼς οὐδ᾽ ἐγκαλῶν τῷ θεῷ, ἀλλ᾽ εἰδώς, ὅτι τὸ γενόμενον καὶ φθαρῆναι δεῖ. [13] οὐ γάρ εἰμι αἰών, ἀλλ᾽ ἄνθρωπος, μέρος τῶν πάντων ὡς ὥρα ἡμέρας. ἐνστῆναί με δεῖ ὡς τὴν ὥραν καὶ παρελθεῖν ὡς ὥραν. τί οὖν μοι διαφέρει πῶς παρέλθω, [14] πότερον πνιγεὶς πυρέξας; διὰ γὰρ τοιούτου τινὸς δεῖ παρελθεῖν με. [15]

τοῦτο ὄψει ποιοῦντας καὶ τοὺς σφαιρίζοντας ἐμπείρως. οὐδεὶς αὐτῶν διαφέρεται περὶ τοῦ ἁρπαστοῦ ὡς περὶ ἀγαθοῦ κακοῦ, περὶ δὲ τοῦ βάλλειν καὶ δέχεσθαι. [16] λοιπὸν ἐν τούτῳ εὐρυθμία, ἐν τούτῳ τέχνη, τὸ τάχος, εὐγνωμοσύνη, ἵν᾽ ἐγώ, μηδ᾽ ἂν τὸν κόλπον ἐκτείνω, δύναμαι λαβεῖν αὐτό, δέ, ἂν βάλω, λαμβάνει. [17] ἂν δὲ μετὰ ταραχῆς καὶ φόβου δεχώμεθα βάλλωμεν αὐτό, ποία ἔτι παιδιά, ποῦ δέ τις εὐσταθήσει, ποῦ δέ τις τὸ ἑξῆς ὄψεται ἐν αὐτῇ; ἀλλ᾽ μὲν ἐρεῖβάλε,’ δὲμὴ βάλῃς,’ δὲ † ‘μὴ ἀνέβαλες.’ τοῦτο δὴ μάχη ἐστὶ καὶ οὐ παιδιά.

[18] τοιγαροῦν Σωκράτης ᾔδει σφαιρίζειν. πῶς; παίζειν ἐν τῷ δικαστηρίῳ. ‘λέγε μοι,’ φησίν, ‘Ἄνυτε, πῶς με φῂς θεὸν οὐ νομίζειν; οἱ δαίμονές σοι τίνες εἶναι δοκοῦσιν; οὐχὶ ἤτοι θεῶν παῖδές εἰσιν ἐξ ἀνθρώπων καὶ θεῶν μεμιγμένοι τινές;’ [19] ὁμολογήσαντος δὲτίς οὖν σοι δοκεῖ δύνασθαι ἡμιόνους μὲν ἡγεῖσθαι εἶναι, ὄνους δὲ μή;’ ὡς ἁρπαστίῳ παίζων. καὶ τί ἐκεῖ ἐν μέσῳ ἁρπάστιον τότ᾽ ἦν; τὸ δεδέσθαι, τὸ φυγαδευθῆναι, τὸ πιεῖν φάρμακον, τὸ γυναικὸς ἀφαιρεθῆναι, τὸ τέκνα ὀρφανὰ καταλιπεῖν. [20] ταῦτα ἦν ἐν μέσῳ οἷς ἔπαιζεν, ἀλλ᾽ οὐδὲν ἧττον ἔπαιζεν καὶ ἐσφαίριζεν εὐρύθμως. οὕτως καὶ ἡμεῖς τὴν μὲν ἐπιμέλειαν σφαιριστικωτάτην, τὴν δ᾽ ἀδιαφορίαν ὡς ὑπὲρ ἁρπαστίου. [21] δεῖ γὰρ πάντως περί τινα τῶν ἐκτὸς ὑλῶν φιλοτεχνεῖν, ἀλλ᾽ οὐκ ἐκείνην ἀποδεχόμενον, ἀλλ᾽ οἵα ἂν ἐκείνη, τὴν περὶ αὐτὴν φιλοτεχνίαν ἐπιδεικνύοντα. οὕτως καὶ ὑφάντης οὐκ ἔρια ποιεῖ, ἀλλ᾽ οἷα ἂν παραλάβῃ περὶ αὐτὰ φιλοτεχνεῖ. [22] ἄλλος σοι δίδωσι τροφὰς καὶ κτῆσιν καὶ αὐτὰ ταῦτα δύναται ἀφελέσθαι καὶ τὸ σωμάτιον αὐτό. σὺ λοιπὸν παραλαβὼν τὴν ὕλην ἐργάζου. εἶτα ἂν ἐξέλθῃς μηδὲν παθών, [23] οἱ μὲν ἄλλοι ἀπαντῶντές σοι συγχαρήσονται ὅτι ἐσώθης, δ᾽ εἰδὼς βλέπειν τὰ τοιαῦτα, ἂν μὲν ἴδῃ ὅτι εὐσχημόνως ἀνεστράφης ἐν τούτῳ, ἐπαινέσει καὶ συνησθήσεται: ἂν δὲ δι᾽ ἀσχημοσύνην τινὰ διασεσωσμένον, τὰ ἐναντία. ὅπου γὰρ τὸ χαίρειν εὐλόγως, ἐκεῖ καὶ τὸ συγχαίρειν. [24]

πῶς οὖν λέγεται τῶν ἐκτός τινα κατὰ φύσιν καὶ παρὰ φύσιν; ὥσπερ ἂν εἰ ἀπόλυτοι ἦμεν. τῷ γὰρ ποδὶ κατὰ φύσιν εἶναι ἐρῶ τὸ καθαρῷ εἶναι, ἀλλ᾽, ἂν αὐτὸν ὡς πόδα λάβῃς καὶ ὡς μὴ ἀπόλυτον, καθήξει αὐτὸν καὶ εἰς πηλὸν ἐμβαίνειν καὶ ἀκάνθας πατῆσαι καὶ ἔστιν ὅτε ἀποκοπῆναι ὑπὲρ τοῦ ὅλου: εἰ δὲ μή, οὐκέτι ἔσται πούς. τοιοῦτόν τι καὶ ἐφ᾽ ἡμῶν ὑπολαβεῖν δεῖ. [25] τί εἶ; ἄνθρωπος. εἰ μὲν ὡς ἀπόλυτον σκοπεῖς, κατὰ φύσιν ἐστὶ ζῆσαι μέχρι γήρως, πλουτεῖν, ὑγιαίνειν. εἰ δ᾽ ὡς ἄνθρωπον σκοπεῖς καὶ μέρος ὅλου τινός, δι᾽ ἐκεῖνο τὸ ὅλον νῦν μέν σοι νοσῆσαι καθήκει, νῦν δὲ πλεῦσαι καὶ κινδυνεῦσαι, νῦν δ᾽ ἀπορηθῆναι, πρὸ ὥρας δ᾽ ἔστιν ὅτ᾽ ἀποθανεῖν. [26] τί οὖν ἀγανακτεῖς; οὐκ οἶδας ὅτι ὡς ἐκεῖνος οὐκέτι ἔσται πούς, οὕτως οὐδὲ σὺ ἄνθρωπος; τί γάρ ἐστιν ἄνθρωπος; μέρος πόλεως, πρώτης μὲν τῆς ἐκ θεῶν καὶ ἀνθρώπων, μετὰ ταῦτα δὲ τῆς ὡς ἔγγιστα λεγομένης, τί ἐστι μικρὸν τῆς ὅλης μίμημα. [27]νῦν οὖν ἐμὲ κρίνεσθαι;’ νῦν οὖν ἄλλον πυρέσσειν, ἄλλον πλεῖν, ἄλλον ἀποθνῄσκειν, ἄλλον κατακεκρίσθαι; ἀδύνατον γὰρ ἐν τοιούτῳ σώματι, ἐν τούτῳ τῷ περιέχοντι, τούτοις τοῖς συζῶσιν μὴ συμπίπτειν ἄλλοις ἄλλα τοιαῦτα. [28] σὸν οὖν ἔργον ἐλθόντα εἰπεῖν δεῖ, διαθέσθαι ταῦτα ὡς ἐπιβάλλει. [29] εἶτα ἐκεῖνος λέγεικρίνω σε ἀδικεῖν.’ ‘εὖ σοι γένοιτο. ἐποίησα ἐγὼ τὸ ἐμόν, εἰ δὲ καὶ σὺ τὸ σὸν ἐποίησας, ὄψει αὐτός.’ ἔστι γάρ τις κἀκείνου κίνδυνος, μή σε λανθανέτω.


περὶ ἀδιαφορίας.

τὸ συνημμένον ἀδιάφορον: κρίσις περὶ αὐτοῦ οὐκ ἀδιάφορος, ἀλλ᾽ ἐπιστήμη δόξα ἀπάτη. οὕτως τὸ ζῆν ἀδιάφορον, χρῆσις οὐκ ἀδιάφορος. [2] μή ποτ᾽ οὖν, ὅταν εἴπῃ τις ὑμῖν ἀδιαφορεῖν καὶ ταῦτα, ἀμελεῖς γίνεσθε, μήθ᾽ ὅταν εἰς ἐπιμέλειάν τις ὑμᾶς παρακαλῇ, ταπεινοὶ καὶ τᾶς ὕλας τεθαυμακότες. [3] καλὸν δὲ καὶ τὸ εἰδέναι τὴν αὑτοῦ παρασκευὴν καὶ δύναμιν, ἵν᾽ ἐν οἷς μὴ παρεσκεύασαι, ἡσυχίαν ἄγῃς μηδ᾽ ἀγανακτῇς, εἴ τινες ἄλλοι πλεῖόν σου ἔχουσιν ἐν ἐκείνοις. [4] καὶ γὰρ σὺ ἐν συλλογισμοῖς πλεῖον ἀξιώσεις σεαυτὸν ἔχειν κἂν ἀγανακτῶσιν ἐπὶ τούτῳ, παραμυθήσῃ αὐτούς: ‘ἐγὼ ἔμαθον, ὑμεῖς δ᾽ οὔ.’ [5] οὕτως καί, ὅπου τινὸς χρεία τριβῆς, μὴ ζήτει τὸ ἀπὸ τῆς χρείας περιγινόμενον, ἀλλ᾽ ἐκείνου μὲν παραχώρει τοῖς περιτετριμμένοις, σοὶ δ᾽ ἀρκείτω τὸ εὐσταθεῖν.

[6]ἄπελθε καὶ ἄσπασαι τὸν δεῖνα.’ ‘ἀσπάζομαι.’ ‘πῶς;’ ‘οὐ ταπεινῶς.’ ‘ἀλλ᾽ ἐξεκλείσθης.’ ‘διὰ θυρίδος γὰρ οὐκ ἔμαθον εἰσέρχεσθαι. ὅταν δὲ κεκλειμένην εὕρω τὴν θύραν, ἀνάγκη μ᾽ ἀποχωρῆσαι διὰ τῆς θυρίδος εἰσελθεῖν.’ [7]ἀλλὰ καὶ λάλησον αὐτῷ.’ ‘λαλῶ.’ [8]τίνα τρόπον;’ ‘οὐ ταπεινῶς.’ ‘ἀλλ᾽ οὐκ ἐπέτυχες.’ μὴ γὰρ σὸν τοῦτο τὸ ἔργον ἦν; ἀλλ᾽ ἐκείνου. τί οὖν ἀντιποιῇ τοῦ ἀλλοτρίου; ἀεὶ μεμνημένος τι σὸν καὶ τί ἀλλότριον καὶ οὐ ταραχθήσῃ. [9] διὰ τοῦτο καλῶς Χρύσιππος λέγει ὅτιμέχρις ἂν ἄδηλά μοι τὰ ἑξῆς, ἀεὶ τῶν εὐφυεστέρων ἔχομαι πρὸς τὸ τυγχάνειν τῶν κατὰ φύσιν: αὐτὸς γάρ μ᾽ θεὸς ἐποίησεν τούτων ἐκλεκτικόν. [10] εἰ δέ γε ᾔδειν ὅτι νοσεῖν μοι καθείμαρται νῦν, καὶ ὥρμων ἂν ἐπ᾽ αὐτό: καὶ γὰρ πούς, εἰ φρένας εἶχεν, ὥρμα ἂν ἐπὶ τὸ πηλοῦσθαι.’

[11] ἐπεί τοι τίνος ἕνεκα γίνονται στάχυες; οὐχ ἵνα καὶ ξηρανθῶσιν; ἀλλὰ ξηραίνονται μέν, οὐχ ἵνα δὲ καὶ θερισθῶσιν; [12] οὐ γὰρ ἀπόλυτοι γίνονται. εἰ οὖν αἴσθησιν εἶχον, εὔχεσθαι αὐτοὺς ἔδει, ἵνα μὴ θερισθῶσιν μηδέποτε; τοῦτο δὲ κατάρα ἐστὶν ἐπὶ σταχύων τὸ μηδέποτε θερισθῆναι. [13] οὕτως ἴστε ὅτι καὶ ἐπ᾽ ἀνθρώπων κατάρα ἐστὶ τὸ μὴ ἀποθανεῖν: ὅμοιον τῷ μὴ πεπανθῆναι, μὴ θερισθῆναι. [14] ἡμεῖς δ᾽ ἐπειδὴ οἱ αὐτοί ἐσμεν, ἅμα μὲν οὓς δεῖ θερισθῆναι, ἅμα δὲ καὶ αὐτῷ τούτῳ παρακολουθοῦντες ὅτι θεριζόμεθα, διὰ τοῦτο ἀγανακτοῦμεν. οὔτε γὰρ ἴσμεν τίνες ἐσμὲν οὔτε μεμελετήκαμεν τὰ ἀνθρωπικὰ ὡς ἱππικοὶ τὰ ἱππικά. [15] ἀλλὰ Χρυσάντας μὲν παίειν μέλλων τὸν πολέμιον, ἐπειδὴ τῆς σάλπιγγος ἤκουσεν ἀνακαλούσης, ἀνέσχεν: οὕτως προυργιαίτερον ἔδοξεν αὐτῷ τὸ τοῦ στρατηγοῦ πρόσταγμα τὸ ἴδιον ποιεῖν: [16] ἡμῶν δ᾽ οὐδεὶς θέλει οὐδὲ τῆς ἀνάγκης καλούσης εὐλύτως ὑπακοῦσαι αὐτῇ, ἀλλὰ κλάοντες καὶ στένοντες πάσχομεν πάσχομεν καὶ περιστάσεις αὐτὰ καλοῦντες. [17] ποίας περιστάσεις, ἄνθρωπε; εἰ περιστάσεις λέγεις τὰ περιεστηκότα, πάντα περιστάσεις εἰσίν: εἰ δ᾽ ὡς δύσκολα καλεῖς, ποίαν δυσκολίαν ἔχει τὸ γενόμενον φθαρῆναι; [18] τὸ δὲ φθεῖρον μάχαιρά ἐστιν τροχὸς θάλασσα κεραμὶς τύραννος. τί σοι μέλει, ποίᾳ ὁδῷ καταβῇς εἰς Ἅιδου; [19] ἴσαι πᾶσαί εἰσιν. εἰ δὲ θέλεις ἀκοῦσαι τἀληθῆ, συντομωτέρα ἣν πέμπει τύραννος. οὐδέποτ᾽ οὐδεὶς τύραννος ἓξ μησίν τινα ἔσφαξεν, πυρετὸς δὲ καὶ ἐνιαυτῷ πολλάκις. ψόφος ἐστὶ πάντα ταῦτα καὶ κόμπος κενῶν ὀνομάτων.

[20]τῇ κεφαλῇ κινδυνεύω ἐπὶ Καίσαρος.’ ἐγὼ δ᾽ οὐ κινδυνεύω, ὃς οἰκῶ ἐν Νικοπόλει, ὅπου σεισμοὶ τοσοῦτοι; σὺ δ᾽ αὐτὸς ὅταν διαπλέῃς τὸν Ἀδρίαν, τί κινδυνεύεις; οὐ τῇ κεφαλῇ; [21]ἀλλὰ καὶ τῇ ὑπολήψει κινδυνεύω.’ τῇ σῇ; πῶς; τίς γάρ σε ἀναγκάσαι δύναται ὑπολαβεῖν τι ὧν οὐ θέλεις; ἀλλὰ τῇ ἀλλοτρίᾳ; καὶ ποῖός ἐστι κίνδυνος σὸς ἄλλους τὰ ψεύδη ὑπολαβεῖν; [22]ἀλλ᾽ ἐξορισθῆναι κινδυνεύω.’ τί ἐστιν ἐξορισθῆναι; ἀλλαχοῦ εἶναι ἐν Ῥώμῃ; ‘ναί. τί οὖν; ἂν εἰς Γύαρα πεμφθῶ;’ ἄν σοι ποιῇ, ἀπελεύσῃ: εἰ δὲ μή, ἔχεις ποῦ ἀντὶ Γυάρων ἀπέλθῃς, ὅπου κἀκεῖνος ἐλεύσεται, ἄν τε θέλῃ ἄν τε μή, πέμπων σε εἰς Γύαρα. [23] τί λοιπὸν ὡς ἐπὶ μεγάλα ἀνέρχῃ; μικρότερά ἐστι τῆς παρασκευῆς, ἵν᾽ εἴπῃ νέος εὐφυὴς ὅτιοὐκ ἦν τοσούτου τοσούτων μὲν ἀκηκοέναι, τοσαῦτα δὲ γεγραφέναι, τοσούτῳ δὲ χρόνῳ παρακεκαθικέναι γεροντίῳ οὐ πολλοῦ ἀξίῳ.’ [24] μόνον ἐκείνης τῆς διαιρέσεως μέμνησο, καθ᾽ ἣν διορίζεται τὰ σὰ καὶ οὐ τὰ σά. μή ποτ᾽ ἀντιποιήσῃ τινὸς τῶν ἀλλοτρίων. [25] βῆμα καὶ φυλακὴ τόπος ἐστὶν ἑκάτερον, μὲν ὑψηλός, δὲ ταπεινός: προαίρεσις δ᾽ ἴση, ἂν ἴσην αὐτὴν ἐν ἑκατέρῳ φυλάξαι θέλῃς, δύναται φυλαχθῆναι. [26] καὶ τότ᾽ ἐσόμεθα ζηλωταὶ Σωκράτους, ὅταν ἐν φυλακῇ δυνώμεθα παιᾶνας γράφειν. [27] μέχρι δὲ νῦν ὡς ἔχομεν, ὅρα εἰ ἠνεσχόμεθ᾽ ἂν ἐν τῇ φυλακῇ ἄλλου τινὸς ἡμῖν λέγοντοςθέλεις ἀναγνῶ σοι παιᾶνας;’ ‘τί μοι πράγματα παρέχεις; οὐκ οἶδας τὰ ἔχοντά με κακά; ἐν τούτοις γάρ μοι ἔστιν — ’ ἐν τίσιν οὖν; ‘ἀποθνῄσκειν μέλλω.’ ἄνθρωποι δ᾽ ἄλλοι ἀθάνατοι ἔσονται;


πῶς μαντευτέον.

διὰ τὸ ἀκαίρως μαντεύεσθαι πολλοὶ καθήκοντα πολλὰ παραλείπομεν. [2] τί γὰρ μάντις δύναται πλέον ἰδεῖν θανάτου κινδύνου νόσου ὅλως τῶν τοιούτων; [3] ἂν οὖν δέῃ κινδυνεῦσαι ὑπὲρ τοῦ φίλου, ἂν δὲ καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ καθήκῃ, ποῦ μοι καιρὸς ἔτι μαντεύεσθαι; οὐκ ἔχω τὸν μάντιν ἔσω τὸν εἰρηκότα μοι τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, τὸν ἐξηγημένον τὰ σημεῖα ἀμφοτέρων; [4] τί οὖν ἔτι χρείαν ἔχω τῶν σπλάγχνων τῶν οἰωνῶν; ἀλλ᾽ ἀνέχομαι λέγοντος ἐκείνουσυμφέρει σοι;’ τί γάρ ἐστι συμφέρον οἶδεν; [5] τί ἐστιν ἀγαθὸν οἶδεν; μεμάθηκεν ὥσπερ τὰ σημεῖα τῶν σπλάγχνων οὕτως σημεῖα τίνα ἀγαθῶν καὶ κακῶν; εἰ γὰρ τούτων οἶδεν σημεῖα, καὶ καλῶν καὶ αἰσχρῶν οἶδεν καὶ δικαίων καὶ ἀδίκων. [6] ἄνθρωπε, σύ μοι λέγε τί σημαίνεται, ζωὴ θάνατος, πενία πλοῦτος: πότερον δὲ συμφέρει ταῦτα ἀσύμφορά ἐστιν, σοῦ μέλλω πυνθάνεσθαι; [7] διὰ τί ἐν γραμματικοῖς οὐ λέγεις; ἐνθάδ᾽ οὖν, ὅπου πάντες ἄνθρωποι πλανώμεθα καὶ πρὸς ἀλλήλους μαχόμεθα; [8] διὰ τοῦτο γυνὴ καλῶς εἶπεν πέμψαι θέλουσα τῇ Γρατίλλῃ ἐξωρισμένῃ τὸ πλοῖον τῶν ἐπιμηνίων κατὰ τὸν εἰπόντα ὅτιἀφαιρήσεται αὐτὰ Δομιτιανὸς’ ‘μᾶλλον θέλω,’ φησίν, ‘ἵν᾽ ἐκεῖνος αὐτὰ ἀφέληται ἵν᾽ ἐγὼ μὴ πέμψω.’

[9] τί οὖν ἡμᾶς ἐπὶ τὸ οὕτω συνεχῶς μαντεύεσθαι ἄγει; δειλία, τὸ φοβεῖσθαι τὰς ἐκβάσεις. διὰ τοῦτο κολακεύομεν τοὺς μάντεις: ‘κληρονομήσω, κύριε, τὸν πατέρα;’ ‘ἴδωμεν: ἐπεκθυσώμεθα.’ ‘ναί, κύριε, ὡς τύχη θέλει.’ εἶτ᾽ ἂν εἴπῃκληρονομήσεις,’ ὡς παρ᾽ αὐτοῦ τὴν κληρονομίαν εἰληφότες εὐχαριστοῦμεν αὐτῷ. διὰ τοῦτο κἀκεῖνοι λοιπὸν ἐμπαίζουσιν ἡμῖν. [10] τί οὖν; δεῖ δίχα ὀρέξεως ἔρχεσθαι καὶ ἐκκλίσεως, ὡς ὁδοιπόρος πυνθάνεται παρὰ τοῦ ἀπαντήσαντος, ποτέραν τῶν ὁδῶν φέρει, οὐκ ἔχων ὄρεξιν πρὸς τὸ τὴν δεξιὰν μᾶλλον φέρειν τὴν ἀριστεράν: οὐ γὰρ τούτων τινὰ ἀπελθεῖν θέλει, ἀλλὰ τὴν φέρουσαν. [11] οὕτως ἔδει καὶ ἐπὶ τὸν θεὸν ἔρχεσθαι ὡς ὁδηγόν, ὡς τοῖς ὀφθαλμοῖς χρώμεθα, οὐ παρακαλοῦντες αὐτοὺς ἵνα τὰ τοιαῦτα μᾶλλον ἡμῖν δεικνύωσιν, ἀλλ᾽ οἷα ἐνδείκνυνται τούτων τὰς φαντασίας δεχόμενοι. [12] νῦν δὲ τρέμοντες τὸ ὀρνιθάριον κρατοῦμεν καὶ τὸν θεὸν ἐπικαλούμενοι δεόμεθα αὐτοῦ: [13]κύριε, ἐλέησον: ἐπίτρεψόν μοι ἐξελθεῖν.’ ἀνδράποδον, ἄλλο γάρ τι θέλεις τὸ ἄμεινον; ἄλλο οὖν τι ἄμεινον τὸ τῷ θεῷ δοκοῦν; [14] τί τὸ ὅσον ἐπὶ σοὶ διαφθείρεις τὸν κριτήν, παράγεις τὸν σύμβουλον;


τίς οὐσία τοῦ ἀγαθοῦ.

θεὸς ὠφέλιμος: ἀλλὰ καὶ τἀγαθὸν ὠφέλιμον. εἰκὸς οὖν, ὅπου οὐσία τοῦ θεοῦ, ἐκεῖ εἶναι καὶ τὴν τοῦ ἀγαθοῦ. [2] τίς οὖν οὐσία θεοῦ; σάρξ; μὴ γένοιτο. ἀγρός; μὴ γένοιτο. φήμη; μὴ γένοιτο. νοῦς, ἐπιστήμη, λόγος ὀρθός. [3] ἐνταῦθα τοίνυν ἁπλῶς ζήτει τὴν οὐσίαν τοῦ ἀγαθοῦ. ἐπεί τοι μή τι αὐτὴν ἐν φυτῷ ζητεῖς; οὔ. μή τι ἐν ἀλόγῳ; οὔ. ἐν λογικῷ οὖν ζητῶν τί ἔτι ἀλλαχοῦ ζητεῖς ἐν τῇ παραλλαγῇ τῇ πρὸς τὰ ἄλογα; [4] τὰ φυτὰ οὐδὲ φαντασίαις χρηστικά ἐστιν: διὰ τοῦτο οὐ λέγεις ἐπ᾽ αὐτῶν τὸ ἀγαθόν. δεῖται οὖν τὸ ἀγαθὸν χρήσεως φαντασιῶν. [5] ἆρά γε μόνης; εἰ γὰρ μόνης, λέγε καὶ ἐν τοῖς ἄλλοις ζῴοις τὰ ἀγαθὰ εἶναι καὶ εὐδαιμονίαν καὶ κακοδαιμονίαν. [6] νῦν δ᾽ οὐ λέγεις καὶ καλῶς ποιεῖς: εἰ γὰρ καὶ τὰ μάλιστα χρῆσιν φαντασιῶν ἔχει, ἀλλὰ παρακολούθησίν γε τῇ χρήσει τῶν φαντασιῶν οὐκ ἔχει. καὶ εἰκότως. ὑπηρετικὰ γὰρ γέγονεν ἄλλοις, οὐκ αὐτὰ προηγούμενα. [7] ὄνος ἐπεὶ γέγονεν μή τι προηγουμένως; οὔ: ἀλλ᾽ ὅτι νώτου χρείαν. εἴχομεν βαστάζειν τι δυναμένου. ἀλλὰ νὴ Δία καὶ περιπατοῦντος αὐτοῦ χρείαν εἴχομεν: διὰ τοῦτο προσείληφε καὶ τὸ χρῆσθαι φαντασίαις: ἄλλως γὰρ περιπατεῖν οὐκ ἐδύνατο. [8] καὶ λοιπὸν αὐτοῦ που πέπαυται. εἰ δὲ καὶ αὐτός που προσειλήφει παρακολούθησιν τῇ χρήσει τῶν φαντασιῶν, καὶ δῆλον ὅτι κατὰ λόγον οὐκέτ᾽ ἂν ἡμῖν ὑπετέτακτο οὐδὲ τὰς χρείας ταύτας παρεῖχεν, ἀλλ᾽ ἦν ἂν ἴσος ἡμῖν καὶ ὅμοιος.

[9] οὐ θέλεις οὖν ἐκεῖ ζητεῖν τὴν οὐσίαν τοῦ ἀγαθοῦ, οὗ μὴ παρόντος ἐπ᾽ οὐδενὸς τῶν ἄλλων θέλεις λέγειν τὸ ἀγαθόν; [10]τί οὖν; οὐκ ἔστι θεῶν ἔργα κἀκεῖνα;’ ἔστιν, ἀλλ᾽ οὐ προηγούμενα οὐδὲ μέρη θεῶν. [11] σὺ δὲ προηγούμενον εἶ, σὺ ἀπόσπασμα εἶ τοῦ θεοῦ: ἔχεις τι ἐν σεαυτῷ μέρος ἐκείνου. τί οὖν ἀγνοεῖς σου τὴν συγγένειαν; τί οὐκ οἶδας, πόθεν ἐλήλυθας; [12] οὐ θέλεις μεμνῆσθαι, ὅταν ἐσθίῃς, τίς ὢν ἐσθίεις καὶ τίνα τρέφεις; ὅταν συνουσίᾳ χρῇ, τίς ὢν χρῇ; ὅταν ὁμιλίᾳ; ὅταν γυμνάζῃ, ὅταν διαλέγῃ, οὐκ οἶδας ὅτι θεὸν τρέφεις, θεὸν γυμνάζεις; θεὸν περιφέρεις, τάλας, καὶ ἀγνοεῖς. [13] δοκεῖς με λέγειν ἀργυροῦν τινα χρυσοῦν ἔξωθεν; ἐν σαυτῷ φέρεις αὐτὸν καὶ μολύνων οὐκ αἰσθάνῃ ἀκαθάρτοις μὲν διανοήμασι, ῥυπαραῖς δὲ πράξεσι. [14] καὶ ἀγάλματος μὲν τοῦ θεοῦ παρόντος οὐκ ἂν τολμήσαις τι τούτων ποιεῖν ὧν ποιεῖς. αὐτοῦ δὲ τοῦ θεοῦ παρόντος ἔσωθεν καὶ ἐφορῶντος πάντα καὶ ἐπακούοντος οὐκ αἰσχύνῃ ταῦτα ἐνθυμούμενος καὶ ποιῶν, ἀναίσθητε τῆς αὑτοῦ φύσεως καὶ θεοχόλωτε; [15]

λοιπὸν ἡμεῖς τί φοβούμεθα ἐκπέμποντες νέον ἐπί τινας πράξεις ἐκ τῆς σχολῆς, μὴ ἄλλως ποιήσῃ τι, μὴ ἄλλως φάγῃ, μὴ ἄλλως συνουσιάσῃ, μὴ ταπεινώσῃ αὐτὸν ῥάκη περιτεθέντα, μὴ ἐπάρῃ κομψὰ ἱμάτια; [16] οὗτος οὐκ οἶδεν αὑτοῦ θεόν, οὗτος οὐκ οἶδεν, μετὰ τίνος ἀπέρχεται. ἀλλ᾽ ἀνεχόμεθα λέγοντος αὐτοῦσὲ ἤθελον ἔχειν;’ [17] ἐκεῖ τὸν θεὸν οὐκ ἔχεις; εἶτ᾽ ἄλλον τινὰ ζητεῖς ἐκεῖνον ἔχων; [18] ἄλλα σοι ἐρεῖ ἐκεῖνος ταῦτα; ἀλλ᾽ εἰ μὲν τὸ ἄγαλμα ἦς τὸ Φειδίου, Ἀθηνᾶ Ζεύς, ἐμέμνησο ἂν καὶ σαυτοῦ καὶ τοῦ τεχνίτου καὶ εἴ τινα αἴσθησιν εἶχες, ἐπειρῶ ἂν μηδὲν ἂν ἀνάξιον ποιεῖν τοῦ κατασκευάσαντος μηδὲ σεαυτοῦ μηδ᾽ ἐν ἀπρεπεῖ σχήματι φαίνεσθαι τοῖς ὁρῶσι: [19] νῦν δέ σε ὅτι Ζεὺς πεποίηκεν, διὰ τοῦτο ἀμελεῖς οἷόν τινα δείξεις σεαυτόν; καὶ τί τεχνίτης τῷ τεχνίτῃ ὅμοιος τὸ κατασκεύασμα τῷ κατασκευάσματι; [20] καὶ ποῖον ἔργον τεχνίτου εὐθὺς ἔχει τὰς δυνάμεις ἐν ἑαυτῷ, ἃς ἐμφαίνει διὰ τῆς κατασκευῆς; οὐχὶ λίθος ἐστὶν χαλκὸς χρυσὸς ἐλέφας; καὶ Ἀθηνᾶ Φειδίου ἅπαξ ἐκτείνασα τὴν χεῖρα καὶ τὴν Νίκην ἐπ᾽ αὐτῆς δεξαμένη ἕστηκεν οὕτως ὅλῳ τῷ αἰῶνι, τὰ δὲ τοῦ θεοῦ κινούμενα, ἔμπνοα, χρηστικὰ φαντασιῶν, δοκιμαστικά. [21] τούτου τοῦ δημιουργοῦ κατασκεύασμα ὢν καταισχύνεις αὐτό; τί δ᾽; ὅτι οὐ μόνον σε κατεσκεύασεν, ἀλλὰ καὶ σοὶ μόνῳ ἐπίστευσεν καὶ παρακατέθετο, [22] οὐδὲ τούτου μεμνήσῃ, ἀλλὰ καὶ καταισχυνεῖς τὴν ἐπιτροπήν; εἰ δέ σοι ὀρφανόν τινα θεὸς παρέθετο, οὕτως ἂν αὐτοῦ ἠμέλεις; [23] παραδέδωκέ σοι σεαυτὸν καὶ λέγειοὐκ εἶχον ἄλλον πιστότερόν σου: τοῦτόν μοι φύλασσε τοιοῦτον οἷος πέφυκεν, αἰδήμονα, πιστόν, ὑψηλόν, ἀκατάπληκτον, ἀπαθῆ, ἀτάραχον.’ εἶτα σὺ οὐ φυλάσσεις;

[24]ἀλλ᾽ ἐροῦσιν: ‘πόθεν ἡμῖν οὗτος ὀφρῦν ἐνήνοχεν καὶ σεμνοπροσωπεῖ;’’ οὔπω κατ᾽ ἀξίαν. ‘ἔτι γὰρ οὐ θαρρῶ οἷς ἔμαθον καὶ συγκατεθέμην: ἔτι τὴν ἀσθένειαν τὴν ἐμαυτοῦ φοβοῦμαι. [25] ἐπεί τοι ἄφετέ με θαρρῆσαι καὶ τότε ὄψεσθε βλέμμα οἷον δεῖ καὶ σχῆμα οἷον δεῖ, τότε ὑμῖν δείξω τὸ ἄγαλμα, ὅταν τελειωθῇ, ὅταν στιλπνωθῇ. [26] τί δοκεῖτε; ὀφρῦν; μὴ γένοιτο. μὴ γὰρ Ζεὺς ἐν Ὀλυμπίᾳ ὀφρῦν ἀνέσπακεν; ἀλλὰ πέπηγεν αὐτοῦ τὸ βλέμμα, οἷον δεῖ εἶναι τοῦ ἐροῦντος


οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ᾽ ἀπατηλόν.
τοιοῦτον ὑμῖν δείξω ἐμαυτόν, [27] πιστόν, αἰδήμονα, γενναῖον, ἀτάραχον. [28] μή τι οὖν ἀθάνατον ἀγήρων, μή τι ἄνοσον; ἀλλ᾽ ἀποθνῄσκοντα θείως, νοσοῦντα θείως. ταῦτα ἔχω, ταῦτα δύναμαι: τὰ δ᾽ ἄλλα οὔτ᾽ ἔχω οὔτε δύναμαι. [29] δείξω ὑμῖν νεῦρα φιλοσόφου. ποῖα νεῦρα; ὄρεξιν ἀναπότευκτον, ἔκκλισιν ἀπερίπτωτον, ὁρμὴν καθήκουσαν, πρόθεσιν ἐπιμελῆ, συγκατάθεσιν ἀπρόπτωτον. ταῦτα ὄψεσθε.’


ὅτι οὐ δυνάμενοι τὴν ἀνθρώπου ἐπαγγελίαν πληρῶσαι τὴν φιλοσόφου προσλαμβάνομεν.

οὐκ ἔστι τὸ τυχὸν αὐτὸ μόνον ἀνθρώπου ἐπαγγελίαν πληρῶσαι. [2] τί γάρ ἐστιν ἄνθρωπος; — ζῷον, φησί, λογικὸν θνητόν. — εὐθὺς ἐν τῷ λογικῷ τίνων χωριζόμεθα; — τῶν θηρίων. — καὶ τίνων ἄλλων; [3]τῶν προβάτων καὶ τῶν ὁμοίων. — ὅρα οὖν μή τί πως ὡς θηρίον ποιήσῃς: εἰ δὲ μή, ἀπώλεσας τὸν ἄνθρωπον, οὐκ ἐπλήρωσας τὴν ἐπαγγελίαν. ὅρα μή τι ὡς πρόβατον: εἰ δὲ μή, καὶ οὕτως ἀπώλετο ἄνθρωπος. [4] τίνα οὖν ποιοῦμεν ὡς πρόβατα; ὅταν τῆς γαστρὸς ἕνεκα, ὅταν τῶν αἰδοίων, ὅταν εἰκῇ, ὅταν ῥυπαρῶς, ὅταν ἀνεπιστρέπτως, ποῦ ἀπεκλίναμεν; ἐπὶ τὰ πρόβατα. [5] τί ἀπωλέσαμεν; τὸ λογικόν. ὅταν μαχίμως καὶ βλαβερῶς καὶ θυμικῶς καὶ ὠστικῶς, ποῦ ἀπεκλίναμεν; [6] ἐπὶ τὰ θηρία. λοιπὸν οἱ μὲν ἡμῶν μεγάλα θηρία εἰσίν, οἱ δὲ θηρίδια κακοήθη καὶ μικρά, ἀφ᾽ ὧν ἔστιν εἰπεῖν [7]λέων με καὶ φαγέτω.’ διὰ πάντων δὲ τούτων ἀπόλλυται τοῦ ἀνθρώπου ἐπαγγελία. [8] πότε γὰρ σῴζεται συμπεπλεγμένον; ὅταν τὴν ἐπαγγελίαν πληρώσῃ, ὥστε σωτηρία συμπεπλεγμένου ἐστὶ τὸ ἐξ ἀληθῶν συμπεπλέχθαι. πότε διεζευγμένον; ὅταν τὴν ἐπαγγελίαν πληρώσῃ. πότε αὐλοί, πότε λύρα, πότε ἵππος, πότε κύων; [9] τί οὖν θαυμαστόν, εἰ καὶ ἄνθρωπος ὡσαύτως μὲν σῴζεται, ὡσαύτως δ᾽ ἀπόλλυται; [10] αὔξει δ᾽ ἕκαστον καὶ σῴζει τὰ κατάλληλα ἔργα: τὸν τέκτονα τὰ τεκτονικά, τὸν γραμματικὸν τὰ γραμματικά. ἂν δ᾽ ἐθίσῃ γράφειν ἀγραμμάτως, ἀνάγκη καταφθείρεσθαι καὶ ἀπόλλυσθαι τὴν τέχνην. [11] οὕτως τὸν μὲν αἰδήμονα σῴζει τὰ αἰδήμονα ἔργα, ἀπολλύει δὲ τὰ ἀναιδῆ: τὸν δὲ πιστὸν τὰ πιστὰ καὶ τὰ ἐναντία ἀπολλύει. [12] καὶ τοὺς ἐναντίους πάλιν ἐπαύξει τὰ ἐναντία: τὸν ἀναίσχυντον ἀναισχυντία, τὸν ἄπιστον ἀπιστία, τὸν λοίδορον λοιδορία, τὸν ὀργίλον ὀργή, τὸν φιλάργυρον αἱ ἀκατάλληλοι λήψεις καὶ δόσεις. [13]

διὰ τοῦτο παραγγέλλουσιν οἱ φιλόσοφοι μὴ ἀρκεῖσθαι μόνῳ τῷ μαθεῖν, ἀλλὰ καὶ μελέτην προσλαμβάνειν, εἶτα ἄσκησιν. [14] πολλῷ γὰρ χρόνῳ τὰ ἐναντία ποιεῖν εἰθίσμεθα καὶ τὰς ὑπολήψεις τὰς ἐναντίας ταῖς ὀρθαῖς χρηστικὰς ἔχομεν. ἂν οὖν μὴ καὶ τὰς ὀρθὰς χρηστικὰς ποιήσωμεν, οὐδὲν ἄλλο ἐξηγηταὶ ἐσόμεθα ἀλλοτρίων δογμάτων. [15] ἄρτι γὰρ τίς ἡμῶν οὐ δύναται τεχνολογῆσαι περὶ ἀγαθῶν καὶ κακῶν; ὅτι τῶν ὄντων τὰ μὲν ἀγαθά, τὰ δὲ κακά, τὰ δ᾽ ἀδιάφορα: ἀγαθὰ μὲν οὖν ἀρεταὶ καὶ τὰ μετέχοντα τῶν ἀρετῶν: κακὰ τὰ δ᾽ ἐναντία: ἀδιάφορα δὲ πλοῦτος, ὑγεία, δόξα. [16] εἶτ᾽ ἂν μεταξὺ λεγόντων ἡμῶν ψόφος μείζων γένηται τῶν παρόντων τις καταγελάσῃ ἡμῶν, ἐξεπλάγημεν. [17] ποῦ ἐστιν, φιλόσοφε, ἐκεῖνα ἔλεγες; πόθεν αὐτὰ προφερόμενος ἔλεγες; ἀπὸ τῶν χειλῶν αὐτόθεν. τί οὖν ἀλλότρια βοηθήματα μολύνεις; τί κυβεύεις περὶ τὰ μέγιστα; [18] ἄλλο γάρ ἐστιν ὡς εἰς ταμιεῖον ἀποθέσθαι ἄρτους καὶ οἶνον, ἄλλο ἐστὶ φαγεῖν. τὸ βρωθὲν ἐπέφθη, ἀνεδόθη, νεῦρα ἐγένετο, σάρκες, ὀστέα, αἷμα, εὔχροια, εὔπνοια. τὰ ἀποκείμενα ὅταν μὲν θελήσῃς ἐκ προχείρου λαβὼν δεῖξαι δύνασαι, ἀπ᾽ αὐτῶν δέ σοι ὄφελος οὐδὲν εἰ μὴ μέχρι τοῦ δοκεῖν ὅτι ἔχεις. τί γὰρ διαφέρει ταῦτα ἐξηγεῖσθαι τὰ τῶν ἑτεροδόξων; [19] τεχνολόγει νῦν καθίσας τὰ Ἐπικούρου καὶ τάχα ἐκείνου χρηστικώτερον τεχνολογήσεις. τί οὖν Στωικὸν λέγεις σεαυτόν, τί ἐξαπατᾷς τοὺς πολλούς, τί ὑποκρίνῃ Ἰουδαῖον ὢν Ἕλλην; [20] οὐχ ὁρᾷς, πῶς ἕκαστος λέγεται Ἰουδαῖος, πῶς Σύρος, πῶς Αἰγύπτιος; καὶ ὅταν τινὰ ἐπαμφοτερίζοντα ἴδωμεν, εἰώθαμεν λέγεινοὐκ ἔστιν Ἰουδαῖος, ἀλλ᾽ ὑποκρίνεται.’ ὅταν δ᾽ ἀναλάβῃ τὸ πάθος τὸ τοῦ βεβαμμένου καὶ ᾑρημένου, τότε καὶ ἔστι τῷ ὄντι καὶ καλεῖται Ἰουδαῖος. [21] οὕτως καὶ ἡμεῖς παραβαπτισταί, λόγῳ μὲν Ἰουδαῖοι, ἔργῳ δ᾽ ἄλλο τι, ἀσυμπαθεῖς πρὸς τὸν λόγον, μακρὰν ἀπὸ τοῦ χρῆσθαι τούτοις λέγομεν, ἐφ᾽ οἷς ὡς εἰδότες αὐτὰ ἐπαιρόμεθα. [22] οὕτως οὐδὲ τὴν τοῦ ἀνθρώπου ἐπαγγελίαν πληρῶσαι δυνάμενοι προσλαμβάνομεν τὴν τοῦ φιλοσόφου, τηλικοῦτο φορτίον οἷον εἴ τις δέκα λίτρας ἆραι μὴ δυνάμενος τὸν τοῦ Αἴαντος λίθον βαστάζειν ἤθελεν.


πῶς ἀπὸ τῶν ὀνομάτων τὰ καθήκοντα ἔστιν εὑρίσκειν.

σκέψαι τίς εἶ. τὸ πρῶτον ἄνθρωπος, τοῦτο δ᾽ ἔστιν οὐδὲν ἔχων κυριώτερον προαιρέσεως, ἀλλὰ ταύτῃ τὰ ἄλλα ὑποτεταγμένα, αὐτὴν δ᾽ ἀδούλευτον καὶ ἀνυπότακτον. [2] σκόπει οὖν, τίνων κεχώρισαι κατὰ λόγον. κεχώρισαι θηρίων, κεχώρισαι προβάτων. [3] ἐπὶ τούτοις πολίτης εἶ τοῦ κόσμου καὶ μέρος αὐτοῦ, οὐχ ἓν τῶν ὑπηρετικῶν, ἀλλὰ τῶν προηγουμένων: παρακολουθητικὸς γὰρ εἶ τῇ θείᾳ διοικήσει καὶ τοῦ ἑξῆς ἐπιλογιστικός. [4] τίς οὖν ἐπαγγελία πολίτου; μηδὲν ἔχειν ἰδίᾳ συμφέρον, περὶ μηδενὸς βουλεύεσθαι ὡς ἀπόλυτον, ἀλλ᾽ ὥσπερ ἄν, εἰ χεὶρ ποὺς λογισμὸν εἶχον καὶ παρηκολούθουν τῇ φυσικῇ κατασκευῇ, οὐδέποτ᾽ ἂν ἄλλως ὥρμησαν ὠρέχθησαν ἐπανενεγκόντες ἐπὶ τὸ ὅλον. [5] διὰ τοῦτο καλῶς λέγουσιν οἱ φιλόσοφοι ὅτι εἰ προῄδει καλὸς καὶ ἀγαθὸς τὰ ἐσόμενα, συνήργει ἂν καὶ τῷ νοσεῖν καὶ τῷ ἀποθνῄσκειν καὶ τῷ πηροῦσθαι, αἰσθανόμενός γε, ὅτι ἀπὸ τῆς τῶν ὅλων διατάξεως τοῦτο ἀπονέμεται, κυριώτερον δὲ τὸ ὅλον τοῦ μέρους καὶ πόλις τοῦ πολίτου. [6] νῦν δ᾽ ὅτι οὐ προγιγνώσκομεν, καθήκει τῶν πρὸς ἐκλογὴν εὐφυεστέρων ἔχεσθαι, ὅτι καὶ πρὸς τοῦτο γεγόναμεν.

[7] μετὰ τοῦτο μέμνησο, ὅτι υ ἱὸς εἶ. τίς τούτου τοῦ προσώπου ἐπαγγελία; πάντα τὰ αὑτοῦ ἡγεῖσθαι τοῦ πατρός, πάντα ὑπακούειν, μηδέποτε ψέξαι πρός τινα μηδὲ βλαβερόν τι αὐτῷ εἰπεῖν πρᾶξαι, ἐξίστασθαι ἐν πᾶσιν καὶ παραχωρεῖν συνεργοῦντα κατὰ δύναμιν. μετὰ τοῦτο ἴσθι ὅτι καὶ ἀδελφὸς εἶ. [8] καὶ πρὸς τοῦτο δὲ τὸ πρόσωπον ὀφείλεται παραχώρησις, εὐπείθεια, εὐφημία, μηδέποτ᾽ ἀντιποιήσασθαί τινος πρὸς ἑαὐτὸν τῶν ἀπροαιρέτων, ἀλλ᾽ ἡδέως ἐκεῖνα προίεσθαι, ἵν᾽ ἐν τοῖς προαιρετικοῖς πλέον ἔχῃς. [9] ὅρα γὰρ οἷόν ἐστιν ἀντὶ θίδρακος, ἂν οὕτως τύχῃ, καὶ καθέδρας αὐτὸν εὐγνωμοσύνην κτήσασθαι, ὅση πλεονεξία. [10] μετὰ ταῦτα εἰ βουλευτὴς πόλεώς τινος, ὅτι βουλευτής: εἰ νέος, ὅτι νέος: εἰ πρεσβύτης, ὅτι πρεσβύτης: εἰ πατήρ, ὅτι πατήρ. [11] ἀεὶ γὰρ ἕκαστον τῶν τοιούτων ὀνομάτων εἰς ἐπιλογισμὸν ἐρχόμενον ὑπογράφει τὰ οἰκεῖα ἔργα. [12] ἐὰν δ᾽ ἀπελθὼν ψέγῃς σου τὸν ἀδελφόν, λέγω σοιἐπελάθου, τίς εἶ καὶ τί σοι ὄνομα.’ [13] εἶτα εἰ μὲν χαλκεὺς ὢν ἐχρῶ τῇ σφύρᾳ ἄλλως, ἐπιλελησμένος ἂν ἦς τοῦ χαλκέως: εἰ δὲ τοῦ ἀδελφοῦ ἐπελάθου καὶ ἀντὶ ἀδελφοῦ ἐχθρὸς ἐγένου, οὐδὲν ἀντ᾽ οὐδενὸς ἠλλάχθαι φανεῖ σεαυτῷ; [14] εἰ δ᾽ ἀντὶ ἀνθρώπου, ἡμέρου ζῴου καὶ κοινωνικοῦ, θηρίον γέγονας βλαβερόν, ἐπίβουλον, δηκτικόν, οὐδὲν ἀπολώλεκας; ἀλλὰ δεῖ σε κέρμα ἀπολέσαι, ἵνα ζημιωθῆς, ἄλλου δ᾽ οὐδενὸς ἀπώλεια ζημιοῖ τὸν ἄνθρωπον; [15] εἶτα γραμματικὴν μὲν ἀποβαλὼν μουσικὴν ζημίαν ἂν ἡγοῦ τὴν ἀπώλειαν αὐτῆς: εἰ δ᾽ αἰδῶ καὶ καταστολὴν καὶ ἡμερότητα ἀποβαλεῖς, οὐδὲν ἡγῇ τὸ πρᾶγμα; [16] καίτοι ἐκεῖνα μὲν παρ᾽ ἔξωθέν τινα καὶ ἀπροαίρετον αἰτίαν ἀπόλλυται, ταῦτα δὲ παρ᾽ ἡμᾶς: καὶ ἐκεῖνα μὲν οὔτ᾽ ἔχειν καλόν ἐστιν οὔτ᾽ ἀπολλύειν αἰσχρόν ἐστιν, ταῦτα δὲ καὶ μὴ ἔχειν καὶ ἀπολλύειν καὶ αἰσχρόν ἐστι καὶ ἐπονείδιστον καὶ ἀτύχημα. τί ἀπολλύει τὰ