previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πῶς ἀπὸ τῶν ὀνομάτων τὰ καθήκοντα ἔστιν εὑρίσκειν.

σκέψαι τίς εἶ. τὸ πρῶτον ἄνθρωπος, τοῦτο δ᾽ ἔστιν οὐδὲν ἔχων κυριώτερον προαιρέσεως, ἀλλὰ ταύτῃ τὰ ἄλλα ὑποτεταγμένα, αὐτὴν δ᾽ ἀδούλευτον καὶ ἀνυπότακτον. [2] σκόπει οὖν, τίνων κεχώρισαι κατὰ λόγον. κεχώρισαι θηρίων, κεχώρισαι προβάτων. [3] ἐπὶ τούτοις πολίτης εἶ τοῦ κόσμου καὶ μέρος αὐτοῦ, οὐχ ἓν τῶν ὑπηρετικῶν, ἀλλὰ τῶν προηγουμένων: παρακολουθητικὸς γὰρ εἶ τῇ θείᾳ διοικήσει καὶ τοῦ ἑξῆς ἐπιλογιστικός. [4] τίς οὖν ἐπαγγελία πολίτου; μηδὲν ἔχειν ἰδίᾳ συμφέρον, περὶ μηδενὸς βουλεύεσθαι ὡς ἀπόλυτον, ἀλλ᾽ ὥσπερ ἄν, εἰ χεὶρ ποὺς λογισμὸν εἶχον καὶ παρηκολούθουν τῇ φυσικῇ κατασκευῇ, οὐδέποτ᾽ ἂν ἄλλως ὥρμησαν ὠρέχθησαν ἐπανενεγκόντες ἐπὶ τὸ ὅλον. [5] διὰ τοῦτο καλῶς λέγουσιν οἱ φιλόσοφοι ὅτι εἰ προῄδει καλὸς καὶ ἀγαθὸς τὰ ἐσόμενα, συνήργει ἂν καὶ τῷ νοσεῖν καὶ τῷ ἀποθνῄσκειν καὶ τῷ πηροῦσθαι, αἰσθανόμενός γε, ὅτι ἀπὸ τῆς τῶν ὅλων διατάξεως τοῦτο ἀπονέμεται, κυριώτερον δὲ τὸ ὅλον τοῦ μέρους καὶ πόλις τοῦ πολίτου. [6] νῦν δ᾽ ὅτι οὐ προγιγνώσκομεν, καθήκει τῶν πρὸς ἐκλογὴν εὐφυεστέρων ἔχεσθαι, ὅτι καὶ πρὸς τοῦτο γεγόναμεν.

[7] μετὰ τοῦτο μέμνησο, ὅτι υ ἱὸς εἶ. τίς τούτου τοῦ προσώπου ἐπαγγελία; πάντα τὰ αὑτοῦ ἡγεῖσθαι τοῦ πατρός, πάντα ὑπακούειν, μηδέποτε ψέξαι πρός τινα μηδὲ βλαβερόν τι αὐτῷ εἰπεῖν πρᾶξαι, ἐξίστασθαι ἐν πᾶσιν καὶ παραχωρεῖν συνεργοῦντα κατὰ δύναμιν. μετὰ τοῦτο ἴσθι ὅτι καὶ ἀδελφὸς εἶ. [8] καὶ πρὸς τοῦτο δὲ τὸ πρόσωπον ὀφείλεται παραχώρησις, εὐπείθεια, εὐφημία, μηδέποτ᾽ ἀντιποιήσασθαί τινος πρὸς ἑαὐτὸν τῶν ἀπροαιρέτων, ἀλλ᾽ ἡδέως ἐκεῖνα προίεσθαι, ἵν᾽ ἐν τοῖς προαιρετικοῖς πλέον ἔχῃς. [9] ὅρα γὰρ οἷόν ἐστιν ἀντὶ θίδρακος, ἂν οὕτως τύχῃ, καὶ καθέδρας αὐτὸν εὐγνωμοσύνην κτήσασθαι, ὅση πλεονεξία. [10] μετὰ ταῦτα εἰ βουλευτὴς πόλεώς τινος, ὅτι βουλευτής: εἰ νέος, ὅτι νέος: εἰ πρεσβύτης, ὅτι πρεσβύτης: εἰ πατήρ, ὅτι πατήρ. [11] ἀεὶ γὰρ ἕκαστον τῶν τοιούτων ὀνομάτων εἰς ἐπιλογισμὸν ἐρχόμενον ὑπογράφει τὰ οἰκεῖα ἔργα. [12] ἐὰν δ᾽ ἀπελθὼν ψέγῃς σου τὸν ἀδελφόν, λέγω σοιἐπελάθου, τίς εἶ καὶ τί σοι ὄνομα.’ [13] εἶτα εἰ μὲν χαλκεὺς ὢν ἐχρῶ τῇ σφύρᾳ ἄλλως, ἐπιλελησμένος ἂν ἦς τοῦ χαλκέως: εἰ δὲ τοῦ ἀδελφοῦ ἐπελάθου καὶ ἀντὶ ἀδελφοῦ ἐχθρὸς ἐγένου, οὐδὲν ἀντ᾽ οὐδενὸς ἠλλάχθαι φανεῖ σεαυτῷ; [14] εἰ δ᾽ ἀντὶ ἀνθρώπου, ἡμέρου ζῴου καὶ κοινωνικοῦ, θηρίον γέγονας βλαβερόν, ἐπίβουλον, δηκτικόν, οὐδὲν ἀπολώλεκας; ἀλλὰ δεῖ σε κέρμα ἀπολέσαι, ἵνα ζημιωθῆς, ἄλλου δ᾽ οὐδενὸς ἀπώλεια ζημιοῖ τὸν ἄνθρωπον; [15] εἶτα γραμματικὴν μὲν ἀποβαλὼν μουσικὴν ζημίαν ἂν ἡγοῦ τὴν ἀπώλειαν αὐτῆς: εἰ δ᾽ αἰδῶ καὶ καταστολὴν καὶ ἡμερότητα ἀποβαλεῖς, οὐδὲν ἡγῇ τὸ πρᾶγμα; [16] καίτοι ἐκεῖνα μὲν παρ᾽ ἔξωθέν τινα καὶ ἀπροαίρετον αἰτίαν ἀπόλλυται, ταῦτα δὲ παρ᾽ ἡμᾶς: καὶ ἐκεῖνα μὲν οὔτ᾽ ἔχειν καλόν ἐστιν οὔτ᾽ ἀπολλύειν αἰσχρόν ἐστιν, ταῦτα δὲ καὶ μὴ ἔχειν καὶ ἀπολλύειν καὶ αἰσχρόν ἐστι καὶ ἐπονείδιστον καὶ ἀτύχημα. τί ἀπολλύει τὰ τοῦ κιναίδου πάσχων; [17] τὸν ἄνδρα. δὲ διατιθείς; πολλὰ μὲν καὶ ἄλλα καὶ αὐτὸς δ᾽ οὐδὲν ἧττον [18] τὸν ἄνδρα. τί ἀπολλύει μοιχεύων; τὸν αἰδήμονα, τὸν ἐγκρατῆ, τὸν κόσμιον, τὸν πολίτην, τὸν γείτονα. τί ἀπολλύει ὀργιζόμενος; ἄλλο τι. φοβούμενος; [19] ἄλλο τι. οὐδεὶς δίχα ἀπωλείας καὶ ζημίας κακός ἐστιν. λοιπὸν εἰ τὴν ζημίαν ζητεῖς ἐν κέρματι, πάντες οὗτοι ἀβλαβεῖς, ἀζήμιοι, ἂν οὕτως τύχῃ, καὶ ὠφελούμενοι καὶ κερδαίνοντες, ὅταν διά τινος τούτων τῶν ἔργων κέρμα αὐτοῖς προσγένηται. [20] ὅρα δ᾽ εἰ ἐπὶ κερμάτιον πάντα ἀνάγεις, ὅτι οὐδ᾽ τὴν ῥῖνά σοι ἀπολλύων ἔσται βεβλαμμένος. — ναί, φησίν, κεκολόβωται γὰρ τὸ σῶμα. [21]ἄγε, δὲ τὴν ὀσφρασίαν αὐτὴν ἀπολωλεκὼς οὐδὲν ἀπολλύει; ψυχῆς οὖν δύναμις οὐκ ἔστιν οὐδεμία, ἣν μὲν κτησάμενος ὠφελεῖται, δ᾽ ἀποβαλὼν ζημιοῦται; [22]ποίαν καὶ λέγεις; — οὐδὲν ἔχομεν αἰδῆμον φύσει; — ἔχομεν. — τοῦτο ἀπολλύων οὐ ζημιοῦται, οὐδενὸς στερίσκεται, οὐδὲν ἀποβάλλει τῶν πρὸς αὑτόν; [23] οὐκ ἔχομεν φύσει τι πιστόν, φύσει στερκτικόν, φύσει ὠφελητικόν, ἀλλήλων φύσει ἀνεκτικόν; ὅστις οὖν εἰς ταῦτα περιορᾷ ζημιούμενον ἑαυτόν, οὗτος ἀβλαβὴς καὶ ἀζήμιος;

[24] τί οὖν; μὴ βλάψω τὸν βλάψαντα; — πρῶτον μὲν ἰδού, τί ἐστι βλάβη καὶ μνήσθητι ὧν ἤκουσας παρὰ τῶν φιλοσόφων. [25] εἰ γὰρ τὸ ἀγαθὸν ἐν προαιρέσει καὶ τὸ κακὸν ὡσαύτως ἐν προαιρέσει, βλέπε μὴ τοιοῦτ᾽ ἐστιν λέγεις [26]τί οὖν; ἐπειδὴ ἐκεῖνος ἑαυτὸν ἔβλαψεν πρὸς ἐμέ τι ἄδικον ποιήσας, ἐγὼ ἐμαυτὸν μὴ βλάψω πρὸς ἐκεῖνον ἄδικόν τι ποιήσας;’ [27] τί οὖν οὐ τοιοῦτόν τι φανταζόμεθα, ἀλλ᾽ ὅπου τι σωματικὸν ἐλάττωμα εἰς κτῆσιν, ἐκεῖ βλάβη, ὅπου εἰς τὴν προαίρεσιν, οὐδεμία βλάβη; [28] οὔτε γὰρ τὴν κεφαλὴν ἀλγεῖ ἐξαπατηθεὶς ἀδικήσας οὔτε τὸν ὀφθαλμὸν οὔτε τὸ ἰσχίον οὔτε τὸν ἀγρὸν ἀπολλύει. [29] ἡμεῖς δ᾽ ἄλλο οὐδὲν ἐθέλομεν ταῦτα: τὴν προαίρεσιν δὲ πρότερον αἰδήμονα καὶ πιστὴν ἕξομεν ἀναίσχυντον καὶ ἄπιστον, οὐδ᾽ ἐγγὺς διαφερόμεθα πλὴν μόνον ἐν τῇ σχολῇ μέχρι τῶν λογαρίων. [30] τοιγαροῦν μέχρι τῶν λογαρίων προκόπτομεν, ἔξω δ᾽ αὐτῶν οὐδὲ τὸ ἐλάχιστον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (George Long, 1890)
load focus English (Thomas Wentworth Higginson, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: