previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πρὸς τοὺς σκληρῶς τισιν ὧν ἔκριναν ἐμμένοντας.

ὅταν ἀκούσωσί τινες τούτων τῶν λόγων, ὅτι βέβαιον εἶναι δεῖ καὶ μὲν προαίρεσις ἐλεύθερον φύσει καὶ ἀνανάγκαστον, τὰ δ᾽ ἄλλα κωλυτά, ἀναγκαστά, δοῦλα, ἀλλότρια, φαντάζονται ὅτι δεῖ παντὶ τῷ κριθέντι ὑπ᾽ αὐτῶν ἀπαραβάτως ἐμμένειν. [2] ἀλλὰ πρῶτον ὑγιὲς εἶναι δεῖ τὸ κεκριμένον. θέλω γὰρ εἶναι τόνους ἐν σώματι, ἀλλ᾽ ὡς ὑγιαίνοντι, ὡς ἀθλοῦντι: [3] ἂν δέ μοι φρενιτικοῦ τόνους ἔχων ἐνδεικνύῃς καὶ ἀλαζονεύῃ ἐπ᾽ αὐτοῖς, ἐρῶ σοι ὅτιἄνθρωπε, ζήτει τὸν θεραπεύσοντα. τοῦτο οὐκ εἰσὶ τόνοι, ἀλλ᾽ ἀτονία.’ [4] ἕτερον τρόπον τοιοῦτόν τι καὶ ἐπὶ τῆς ψυχῆς πάσχουσιν οἱ παρακούοντες τῶν λόγων τούτων. οἷον καὶ ἐμός τις ἑταῖρος ἐξ οὐδεμιᾶς αἰτίας ἔκρινεν ἀποκαρτερεῖν. [5] ἔγνων ἐγὼ ἤδη τρίτην ἡμέραν ἔχοντος αὐτοῦ τῆς ἀποχῆς καὶ ἐλθὼν ἐπυνθανόμην τί ἐγένετο. [6]κέκρικα, φησίν. — ἀλλ᾽ ὅμως τί σε ἦν τὸ ἀναπεῖσαν; εἰ γὰρ ὀρθῶς ἔκρινας, ἰδοὺ παρακαθήμεθά σοι καὶ συνεργοῦμεν, ἵν᾽ ἐξέλθῃς: εἰ δ᾽ ἀλόγως ἔκρινας, μετάθου. [7]τοῖς κριθεῖσιν ἐμμένειν δεῖ. — τί ποιεῖς, ἄνθρωπε; οὐ πᾶσιν, ἀλλὰ τοῖς ὀρθῶς. ἐπεὶ παθὼν ἄρτι ὅτι νύξ ἐστιν, ἄν σοι δοκῇ, μὴ μετατίθεσο, ἀλλ᾽ ἔμμενε καὶ λέγε ὅτι τοῖς κριθεῖσιν ἐμμένειν δεῖ. [8] τί ποιεῖς, ἄνθρωπε; οὐ πᾶσιν. οὐ θέλεις τὴν ἀρχὴν στῆσαι καὶ τὸν θεμέλιον, τὸ κρίμα σκέψασθαι πότερον ὑγιὲς οὐχ ὑγιές, καὶ οὕτως λοιπὸν ἐποικοδομεῖν αὐτῷ τὴν εὐτονίαν, τὴν ἀσφάλειαν; [9] ἂν δὲ σαπρὸν ὑποστήσῃ καὶ καταπῖπτον, οὐκοἰκοδόμημά τι ὄν, ὅσῳ δ᾽ ἂν πλείονα καὶ ἰσχυρότερα ἐπιθῇς, τοσούτῳ θᾶττον θᾶττον κατενεχθήσεται. [10] ἄνευ πάσης αἰτίας ἐξάγεις ἡμῖν ἄνθρωπον ἐκ τοῦ ζῆν φίλον καὶ συνήθη, τῆς αὐτῆς πόλεως πολίτην καὶ τῆς μεγάλης καὶ τῆς μικρᾶς: [11] εἶτα φόνον ἐργαζόμενος καὶ ἀπολλύων ἄνθρωπον μηδὲν ἠδικηκότα λέγεις ὅτι τοῖς κριθεῖσιν ἐμμένειν δεῖ. [12] εἰ δ᾽ ἐπῆλθέν σοί πώς ποτ᾽ ἐμὲ ἀποκτεῖναι, ἔδει σε ἐμμένειν τοῖς κριθεῖσιν;

[13] ἐκεῖνος μὲν οὖν μόγις μετεπείσθη. τῶν δὲ νῦν τινας οὐκ ἔστι μεταθεῖναι. ὥστε μοι δοκῶ πρότερον ἠγνόουν νῦν εἰδέναι, τί ἐστι τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον: μωρὸν οὔτε πεῖσαι οὔτε ῥῆξαι ἔστιν. [14] μή μοι γένοιτο φίλον ἔχειν σοφὸν μωρόν. δυσμεταχειριστότερον οὐδέν ἐστιν. ‘κέκρικα.’ καὶ γὰρ οἱ μαινόμενοι: ἀλλ᾽ ὅσῳ βεβαιότερον κρίνουσι τὰ οὐκ ὄντα, τοσούτῳ πλείονος ἐλλεβόρου δέονται. [15] οὐ θέλεις τὰ τοῦ νοσοῦντος ποιεῖν καὶ τὸν ἰατρὸν παρακαλεῖν; ‘νοσῶ, κύριε: βοήθησόν μοι. τί με δεῖ ποιεῖν σκέψαι: ἐμόν ἐστι πείθεσθαί σοι.’ [16] οὕτως καὶ ἐνταῦθ᾽. ‘ δεῖ με ποιεῖν οὐκ οἶδα, ἐλήλυθα δὲ μαθησόμενος.’ οὔ, ἀλλὰπερὶ τῶν ἄλλων μοι λέγε. [17] τοῦτο δὲ κέκρικα.’ περὶ ποίων ἄλλων; τί γάρ ἐστι μεῖζον προὐργιαίτερον τοῦ πεισθῆναί σε, ὅτι οὐκ ἀρκεῖ τὸ κεκρικέναι καὶ τὸ μὴ μεταθέσθαι; [18] οὗτοι οἱ μανικοὶ τόνοι, οὐχ ὑγιεινοί. ‘ἀποθανεῖν θέλω, ἄν με τοῦτο ἀναγκάσῃς.’ διὰ τί, ἄνθρωπε; τί ἐγένετο; ‘κέκρικα.’ ἐσώθην, ὅτι οὐ κέκρικας ἐμὲ ἀποκτεῖναι. [19]ἀργύριον οὐ λαμβάνω.’ διὰ τί; ‘κέκρικα.’ ἴσθι ὅτι τόνῳ νῦν χρῇ πρὸς τὸ μὴ λαμβάνειν, οὐδὲν κωλύει σε ἀλόγως ποτὲ ῥέψαι πρὸς τὸ λαμβάνειν καὶ πάλιν λέγειν ὅτι [20]κέκρικα,’ ὥσπερ ἐν νοσοῦντι καὶ ῥευματιζομένῳ σώματι ποτὲ μὲν ἐπὶ ταῦτα ποτὲ δ᾽ ἐπ᾽ ἐκεῖνα ῥέπει τὸ ῥεῦμα. οὕτως καὶ ἀσθενὴς ψυχή, ὅπου μὲν κλίνει, ἄδηλον ἔχει: ὅταν δὲ καὶ τόνος προσῇ τῷ κλίματι τούτῳ καὶ τῇ φορᾷ, τότε γίνεται τὸ κακὸν ἀβοήθητον καὶ ἀθεράπευτον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: