previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι οὐ μελετῶμεν χρῆσθαι τοῖς περὶ ἀγαθῶν καὶ κακῶν δόγμασιν.

ποῦ τὸ ἀγαθόν; — ἐν προαιρέσει. — ποῦ τὸ κακόν; — ἐν προαιρέσει. — ποῦ τὸ οὐδέτερον; — ἐν τοῖς ἀπροαιρέτοις. [2]τί οὖν; μέμνηταί τις ἡμῶν ἔξω τούτων τῶν λόγων; μελετᾷ τις αὐτὸς ἐφ᾽ αὑτοῦ τοῦτον τὸν τρόπον ἀποκρίνεσθαι τοῖς πράγμασιν ὡς ἐπὶ τῶν ἐρωτημάτων: ‘ἆρά γε ἡμέρα ἐστίν;’ ‘ναί.’ ‘τί δέ; νύξ ἐστιν;’ ‘οὔ.’ ‘τί δ᾽; ἄρτιοί εἰσιν οἱ ἀστέρες;’ ‘οὐκ ἔχω λέγειν.’ [3] ὅταν σοι προφαίνηται ἀργύριον, μεμελέτηκας ἀποκρίνεσθαι τὴν δέουσαν ἀπόκρισιν, ὅτιοὐκ ἀγαθόν;’ ἤσκηκας ἐν ταύταις ταῖς ἀποκρίσεσιν πρὸς μόνα: τὰ σοφίσματα; [4] τί οὖν θαυμάζεις, εἰ, ὅπου μὲν μεμελέτηκας, ἐκεῖ κρείττων γένῃ σεαυτοῦ, ὅπου δ᾽ ἀμελετήτως ἔχεις, ἐκεῖ δ᾽ αὐτὸς διαμένεις; [5] ἐπεὶ διὰ τί ῥήτωρ εἰδὼς ὅτι γέγραφε καλῶς, ὅτι ἀνείληφε τὰ γεγραμμένα, φωνὴν εἰσφέρων ἡδεῖαν ὅμως ἔτι ἀγωνιᾷ; ὅτι οὐκ ἀρκεῖται τῷ μελετῆσαι. [6] τί οὖν θέλεις; ἐπαινεθῆναι ὑπὸ τῶν παρόντων. πρὸς μὲν οὖν τὸ δύνασθαι μελετᾶν ἤσκηται, πρὸς ἔπαινον δὲ καὶ ψόγον οὐκ ἤσκηται. [7] πότε γὰρ ἤκουσεν παρά τινος, τί ἐστιν ἔπαινος, τί ἐστι ψόγος, τίς ἑκατέρου φύσις; τοὺς ποίους τῶν ἐπαίνων διωκτέον τοὺς ποίους τῶν ψόγων φευκτέον; πότε δ᾽ ἐμελέτησεν ταύτην τὴν μελέτην ἀκόλουθον τούτοις τοῖς λόγοις; [8] τί οὖν ἔτι θαυμάζεις, εἰ, ὅπου μὲν ἔμαθεν, ἐκεῖ διαφέρει τῶν ἄλλων, ὅπου δ᾽ οὐ μεμελέτηκεν, ἐκεῖ τοῖς πολλοῖς αὐτός ἐστιν; [9] ὡς κιθαρῳδὸς οἶδεν κιθαρίζειν, ᾁδει καλῶς, στατὸν ἔχει καλὸν καὶ ὅμως εἰσερχόμενος τρέμει: ταῦτα γὰρ οἶδεν, ὄχλος δὲ τί ἐστιν οὐκ οἶδεν οὐδ᾽ ὄχλου βοὴ οὐδὲ κατάγελως. [10] ἀλλ᾽ οὐδ᾽ αὐτὸ τὸ ἀγωνιᾶν τί ἐστιν οἶδεν, πότερον ἡμέτερον ἔργον ἐστὶν ἀλλότριον, ἔστιν αὐτὸ παῦσαι οὐκ ἔστιν. διὰ τοῦτο ἐὰν μὲν ἐπαινεθῇ, φυσηθεὶς ἐξῆλθεν: ἐὰν δὲ καταγελασθῇ, τὸ φυσημάτιον ἐκεῖνο ἐκεντήθη καὶ προσεκάθισεν.

[11] τοιοῦτόν τι καὶ ἡμεῖς πάσχομεν. τίνα θαυμάζομεν; τὰ ἐκτός. περὶ τίνα σπουδάζομεν; περὶ τὰ ἐκτός. εἶτ᾽ ἀποροῦμεν, πῶς φοβούμεθα πῶς ἀγωνιῶμεν; [12] τί οὖν ἐνδέχεται, ὅταν τὰ ἐπιφερόμενα κακὰ ἡγώμεθα; οὐ δυνάμεθα μὴ φοβεῖσθαι, οὐ δυνάμεθα μὴ ἀγωνιᾶν. [13] εἶτα λέγομενκύριε θεός, πῶς μὴ ἀγωνιῶ;’ μωρέ, χεῖρας οὐκ ἔχεις; οὐκ ἐποίησέν σοι αὐτὰς θεός; εὔχου νῦν καθήμενος, ὅπως αἱ μύξαι σου μὴ ῥέωσιν: ἀπόμυξαι μᾶλλον καὶ μὴ ἐγκάλει. [14] τί οὖν; ἐνταῦθά σοι οὐδὲν δέδωκεν; οὐ δέδωκέ σοι καρτερίαν, οὐ δέδωκέ σοι μεγαλοψυχίαν, οὐ δέδωκεν ἀνδρείαν; τηλικαύτας ἔχων χεῖρας ἔτι ζητεῖς τὸν ἀπομύξοντα; [15] ἀλλ᾽ οὐδὲ μελετῶμεν ταῦτα οὐδ᾽ ἐπιστρεφόμεθα. ἐπεὶ δότε μοι ἕνα, μέλει πῶς τι ποιήσῃ, ὃς ἐπιστρέφεται οὐ τοῦ τυχεῖν τινος, ἀλλὰ τῆς ἐνεργείας τῆς αὑτοῦ: τίς περιπατῶν τῆς ἐνεργείας τῆς αὑτοῦ ἐπιστρέφεται; τίς βουλευόμενος αὐτῆς τῆς βουλῆς, οὐχὶ δὲ τοῦ τυχεῖν ἐκείνου περὶ οὗ βουλεύεται; [16] κἂν μὲν τύχῃ, ἐπῆρται καὶ λέγειπῶς γὰρ ἡμεῖς καλῶς ἐβουλευσάμεθα; οὐκ ἔλεγόν σοι, ἀδελφέ, ὅτι ἀδύνατόν ἐστιν ἡμῶν τι σκεψαμένων μὴ οὕτως ἐκβῆναι;’ ἂν δ᾽ ἑτέρως χωρήσῃ, τεταπείνωται τάλας, οὐχ εὑρίσκει οὐδὲ τί εἴπῃ περὶ τῶν γεγονότων. τίς ἡμῶν τούτου ἕνεκα μάντιν παρέλαβεν; [17] τίς ἡμῶνοὐκ ἐνεκοιμήθηὑπὲρ ἐνεργείας; τίς; ἕνα μοι δότε, ἵνα ἴδω τοῦτον, ὃν ἐκ πολλοῦ χρόνου ζητῶ, τὸν ταῖς ἀληθείαις εὐγενῆ καὶ εὐφυᾶ: εἴτε νέον εἴτε πρεσβύτερον, δότε. [18]

τί οὖν ἔτι θαυμάζομεν εἰ περὶ μὲν τὰς ὕλας τετρίμμεθα, ἐν δὲ ταῖς ἐνεργείαις ταπεινοί, ἀσχήμονες, οὐδενὸς ἄξιοι, δειλοί, ἀταλαίπωροι, ὅλοι ἀτυχήματα; οὐ γὰρ μεμέληκεν ἡμῖν οὐδὲ μελετῶμεν. [19] εἰ δὲ μὴ τὸν θάνατον τὴν φυγὴν ἐφοβούμεθα, ἀλλὰ τὸν φόβον, ἐμελετῶμεν ἂν ἐκείνοις μὴ περιπίπτειν φαίνεται ἡμῖν κακά. [20] νῦν δ᾽ ἐν μὲν τῇ σχολῇ γοργοὶ καὶ κατάγλωσσοι, κἂν ζητημάτιον ἐμπέσῃ περί τινος τούτων, ἱκανοὶ τὰ ἑξῆς ἐπελθεῖν: ἕλκυσον δ᾽ εἰς χρῆσιν καὶ εὑρήσεις τάλανας ναυαγούς. προσπεσέτω φαντασία ταρακτικὴ καὶ γνώσῃ, τί ἐμελετῶμεν καὶ πρὸς τί ἐγυμναζόμεθα. [21] λοιπὸν ὑπὸ τῆς ἀμελετησίας προσεπισωρεύομεν ἀεί τινα καὶ προσπλάσσομεν μείζονα τῶν καθεστώτων. εὐθὺς ἐγώ, [22] ὅταν πλέω, κατακύψας εἰς τὸν βυθὸν τὸ πέλαγος περιβλεψάμενος καὶ μὴ ἰδὼν γῆν ἐξίσταμαι καὶ φανταζόμενος, ὅτι ὅλον με δεῖ τὸ πέλαγος τοῦτο ἐκπιεῖν, ἂν ναυαγήσω, οὐκ ἐπέρχεταί μοι, ὅτι μοι τρεῖς ξέσται ἀρκοῦσιν. τί οὖν με ταράσσει; τὸ πέλαγος; οὔ, ἀλλὰ τὸ δόγμα. [23] πάλιν ὅταν σεισμὸς γένηται, φαντάζομαι ὅτι πόλις ἐπιπίπτειν μοι μέλλει: οὐ γὰρ ἀρκεῖ μικρὸν λιθάριον, ἵν᾽ ἔξω μου τὸν ἐγκέφαλον βάλῃ;

[24] τίνα οὖν ἐστι τὰ βαροῦντα καὶ ἐξιστάντα ἡμᾶς; τίνα γὰρ ἄλλα τὰ δόγματα; τὸν γὰρ ἐξιόντα καὶ ἀπαλλαττόμενον τῶν συνήθων καὶ ἑταίρων καὶ τόπων καὶ συναναστροφῆς τί ἐστι τὸ βαροῦν ἄλλο δόγμα; [25] τὰ γοῦν παιδία εὐθὺς ὅταν κλαύσῃ μικρὰ τῆς τιτθῆς ἀπελθούσης, πλακούντιον λαβόντα ἐπιλέλησται. [26] θέλεις οὖν καὶ ἡμεῖς τοῖς παιδίοις ὁμοιῶμεν; οὔ, νὴ τὸν Δία. οὐ γὰρ ὑπὸ πλακουντίου τοῦτο πάσχειν ἀξιῶ, ἀλλ᾽ ὑπὸ δογμάτων ὀρθῶν. [27] τίνα δ᾽ ἐστὶ ταῦτα; δεῖ τὸν ἄνθρωπον ὅλην τὴν ἡμέραν μελετῶντα μηδενὶ προσπάσχειν τῶν ἀλλοτρίων, μηθ᾽ ἑταίρῳ μήτε τόπῳ μήτε γυμνασίοις, ἀλλὰ μηδὲ τῷ σώματι τῷ αὑτοῦ, μεμνῆσθαι δὲ τοῦ νόμου καὶ τοῦτον πρὸ ὀφθαλμῶν ἔχειν. τίς δ᾽ νόμος θεῖος; [28] τὰ ἴδια τηρεῖν, τῶν ἀλλοτρίων μὴ ἀντιποιεῖσθαι, ἀλλὰ διδομένοις μὲν χρῆσθαι, μὴ διδόμενα δὲ μὴ ποθεῖν, ἀφαιρουμένου δέ τινος ἀποδιδόναι εὐλύτως καὶ αὐτόθεν, χάριν εἰδότα οὗ ἐχρήσατο χρόνου, εἰ θέλεις μὴ κλάειν τὴν τιτθὴν καὶ μάμμην. [29] τί γὰρ διαφέρει, τίνος ἥττων ἐστὶ καὶ ἐκ τίνος κρέμαται; τί κρείττων εἶ τοῦ διὰ κοράσιον κλάοντος, εἰ διὰ γυμνασίδιον καὶ στωίδια καὶ νεανισκάρια καὶ τοιαύτην διατριβὴν πενθεῖς; [30] ἄλλος ἐλθὼν ὅτι οὐκέτι τὸ τῆς Δίρκης ὕδωρ πίνειν μέλλει. τὸ γὰρ Μάρκιον χεῖρόν ἐστι τοῦ τῆς Δίρκης; ‘ἀλλ᾽ ἐκεῖνό μοι σύνηθες ἦν.’ [31] καὶ τοῦτο πάλιν ἔσται σοι σύνηθες. εἶτ᾽ ἂν μὲν τοιούτῳ προσπάθῃς, καὶ τοῦτο πάλιν κλαῖε καὶ ζήτει στίχον ὅμοιον τῷ Εὐριπίδου ποιῆσαι


θερμάς τε τὰς Νέρωνος Μάρκιόν θ᾽ ὕδωρ.
ἴδε πῶς τραγῳδία γίνεται, ὅταν εἰς μωροὺς ἀνθρώπους πράγματα τὰ τυγχάνοντ᾽ ἐμπέσῃ.

[32]πότε οὖν Ἀθήνας πάλιν ὄψομαι καὶ τὴν ἀκρόπολιν;’ τάλας, οὐκ ἀρκεῖ σοι βλέπεις καθ᾽ ἡμέραν; κρεῖττόν τι ἔχεις μεῖζον ἰδεῖν τοῦ ἡλίου, τῆς σελήνης, τῶν ἄστρων, τῆς γῆς ὅλης, τῆς θαλάσσης; [33] εἰ δὲ δὴ παρακολουθεῖς τῷ διοικοῦντι τὰ ὅλα κἀκεῖνον ἐν σαυτῷ περιφέρεις, ἔτι ποθεῖς λιθάρια καὶ πέτραν κομψήν; ὅταν οὖν μέλλῃς ἀπολιπεῖν αὐτὸν τὸν ἥλιον καὶ τὴν σελήνην, τί ποιήσεις; [34] κλαύσεις καθήμενος ὡς τὰ παιδία; τί οὖν ἐν τῇ σχολῇ ἐποίεις, τί ἤκουες, τί ἐμάνθανες; τί σαυτὸν φιλόσοφον ἐπέγραφες ἐξὸν τὰ ὄντα ἐπιγράφειν; ὅτιεἰσαγωγὰς ἔπραξάς τινας καὶ Χρυσίππεια ἀνέγνων, φιλοσόφου δ᾽ οὐδὲ θύραν παρῆλθον. [35] ποῦ γάρ μοι μέτεστι τούτου τοῦ πράγματος, οὗ Σωκράτει μετῆν τῷ οὕτως ἀποθανόντι, οὕτως ζήσαντι; οὗ Διογένει μετῆν;’ ἐπινοεῖς τούτων τινὰ κλάοντα ἀγανακτοῦντα, [36] ὅτι τὸν δεῖνα οὐ μέλλει βλέπειν οὐδὲ τὴν δεῖνα οὐδ᾽ ἐν Ἀθήναις ἔσεσθαι ἐν Κορίνθῳ, ἀλλ᾽, ἂν οὕτως τύχῃ, ἐν Σούσοις ἐν Ἐκβατάνοις; [37] γὰρ ἔξεστιν ἐξελθεῖν, ὅταν θέλῃ, τοῦ συμποσίου καὶ μηκέτι παίζειν, ἔτι οὗτος ἀνιᾶται μένων; οὐχὶ δ᾽ ὡς παιδιᾷ παραμένει, μέχρις ἂν ψυχαγωγῆται; [38] ταχύ γ᾽ ἂν τοιοῦτος ὑπομείναι φυγήν τινα φυγεῖν εἰς ἅπαντα τὴν ἐπὶ θανάτῳ κατακριθείς. [39]

οὐ θέλεις ἤδη ὡς τὰ παιδία ἀπογαλακτισθῆναι καὶ ἅπτεσθαι τροφῆς στερεωτέρας μηδὲ κλάειν μάμμας καὶ τιτθάς, γραῶν ἀποκλαύματα; [40]ἀλλ᾽ ἐκείνας ἀπαλλασσόμενος ἀνιάσω.’ σὺ αὐτὰς ἀνιάσεις; οὐδαμῶς, ἀλλ᾽ ὅπερ καὶ σέ, τὸ δόγμα. τί οὖν ἔχεις ποιῆσαι; ἔξελε, τὸ δ᾽ ἐκείνων, ἂν εὖ ποιῶσιν, αὐταὶ ἐξελοῦσιν: εἰ δὲ μή, οἰμώξουσι δι᾽ αὑτάς. [41] ἄνθρωπε, τὸ λεγόμενον τοῦτο ἀπονοήθητι ἤδη ὑπὲρ εὐροίας, ὑπὲρ ἐλευθερίας, ὑπὲρ μεγαλοψυχίας. ἀνάτεινόν ποτε τὸν τράχηλον ὡς ἀπηλλαγμένος δουλείας, [42] τόλμησον ἀναβλέψας πρὸς τὸν θεὸν εἰπεῖν ὅτιχρῶ μοι λοιπὸν εἰς ἂν θέλῃς: ὁμογνωμονῶ σοι, ἰσός εἰμι: οὐδὲν παραιτοῦμαι τῶν σοὶ δοκούντων: ὅπου θέλεις, ἄγε: ἣν θέλεις ἐσθῆτα περίθες. ἄρχειν με θέλεις, ἰδιωτεύειν, μένειν, φεύγειν, πένεσθαι, πλουτεῖν; ἐγώ σοι ὑπὲρ ἁπάντων τούτων πρὸς τοὺς ἀνθρώπους ἀπολογήσομαι: δείξω τὴν ἑκάστου φύσιν οἵα ἐστίν.’ [43] οὔ: [44] ἀλλ᾽ ἐν βοὸς κοιλίᾳ καθήμενος ἐκδέχου σου τὴν μάμμην, μέχρις σε χορτάσῃ. Ἡρακλῆς εἰ τοῖς ἐν οἴκῳ παρεκάθητο, τίς ἂν ἦν; Εὐρυσθεὺς καὶ οὐχὶ Ἡρακλῆς. ἄγε, πόσους δὲ περιερχόμενος τὴν οἰκουμένην συνήθεις ἔσχεν, φίλους; ἀλλ᾽ οὐδὲν φίλτερον τοῦ θεοῦ: διὰ τοῦτο ἐπιστεύθη Διὸς υἱὸς εἶναι καὶ ἦν. ἐκείνῳ τοίνυν πειθόμενος περιῄει καθαίρων ἀδικίαν καὶ ἀνομίαν. [45] ἀλλ᾽ οὐκ εἶ Ἡρακλῆς καὶ οὐ δύνασαι καθαίρειν τὰ ἀλλότρια κακά, ἀλλ᾽ οὐδὲ Θησεύς, ἵνα τὰ τῆς Ἀττικῆς καθάρῃς: τὰ σαυτοῦ κάθαρον. ἐντεῦθεν ἐκ τῆς διανοίας ἔκβαλε ἀντὶ Προκρούστου καὶ Σκίρωνος λύπην, φόβον, ἐπιθυμίαν, φθόνον, ἐπιχαιρεκακίαν, φιλαργυρίαν, μαλακίαν, ἀκρασίαν. [46] ταῦτα δ᾽ οὐκ ἔστιν ἄλλως ἐκβαλεῖν, εἰ μὴ πρὸς μόνον τὸν θεὸν ἀποβλέποντα, ἐκείνῳ μόνῳ προσπεπονθότα, τοῖς ἐκείνου προστάγμασι καθωσιωμένον. ἂν δ᾽ ἄλλο τι θέλῃς, [47] οἰμώζων καὶ στένων ἀκολουθήσεις τῷ ἰσχυροτέρῳ ἔξω ζητῶν ἀεὶ τὴν εὔροιαν καὶ μηδέποτ᾽ εὐροεῖν δυνάμενος. ἐκεῖ γὰρ αὐτὴν ζητεῖς, οὗ μή ἐστιν, ἀφεὶς ἐκεῖ ζητεῖν, ὅπου ἐστίν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (George Long, 1890)
load focus English (Thomas Wentworth Higginson, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: