previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ καλλωπισμοῦ.

εἰσιόντος τινὸς πρὸς αὐτὸν νεανίσκου ῥητορικοῦ περιεργότερον ἡρμοσμένου τὴν κόμην καὶ τὴν ἄλλην περιβολὴν κατακοσμοῦντος Εἰπέ μοι, ἔφη, εἰ οὐ δοκοῦσίν σοι κύνες τ᾽ εἶναι καλοί τινες καὶ ἵπποι καὶ οὕτως τῶν ἄλλων ζῴων ἕκαστον; [2]δοκοῦσιν, ἔφη. — οὐκοῦν καὶ ἄνθρωποι οἱ μὲν καλοί, οἱ δ᾽ αἰσχροί; — πῶς γὰρ οὔ; — πότερον οὖν κατὰ τὸ αὐτὸ ἕκαστα τούτων ἐν τῷ αὐτῷ γένει καλὰ προσαγορεύομεν ἰδίως ἕκαστον; οὕτως δ᾽ ὄψει αὐτό. [3] ἐπειδὴ πρὸς ἄλλο μὲν ὁρῶμεν κύνα πεφυκότα, πρὸς ἄλλον δ᾽ ἵππον, πρὸς ἄλλο δ᾽ εἰ οὕτως τύχοι ἀηδόνα, καθόλου μὲν οὐκ ἀτόπως ἀποφήναιτ᾽ ἄν τις ἕκαστον τηνικαῦτα καλὸν εἶναι, ὁπότε κατὰ τὴν αὑτοῦ φύσιν κράτιστ᾽ ἔχοι: ἐπεὶ δ᾽ φύσις ἑκάστου διάφορός ἐστιν, διαφόρως εἶναί μοι δοκεῖ ἕκαστον αὐτῶν καλόν: γὰρ οὔ; [4]ὡμολόγει. — οὐκ οὖν ὅπερ κύνα ποιεῖ καλόν, τοῦτο ἵππον αἰσχρόν, ὅπερ δ᾽ ἵππον καλόν, τοῦτο κύνα αἰσχρόν, εἴ γε διάφοροι αἱ φύσεις εἰσὶν αὐτῶν; [5]ἔοικεν. — καὶ γὰρ τὸ παγκρατιαστὴν οἶμαι ποιοῦν καλὸν τοῦτο παλαιστὴν οὐκ ἀγαθὸν ποιεῖ, δρομέα δὲ καὶ γελοιότατον: καὶ πρὸς πενταθλίαν καλὸς αὐτὸς οὗτος πρὸς πάλην αἴσχιστος; — οὕτως, ἔφη. [6]τί οὖν ποιεῖ ἄνθρωπον καλὸν ὅπερ τῷ γένει καὶ κύνα καὶ ἵππον; — τοῦτο, ἔφη. — τί οὖν ποιεῖ κύνα καλόν; ἀρετὴ κυνὸς παροῦσα. τί ἵππον; ἀρετὴ ἵππου παροῦσα. τί οὖν ἄνθρωπον; μή ποθ᾽ ἀρετὴ ἀνθρώπου παροῦσα; [7] καὶ σὺ οὖν εἰ θέλεις καλὸς εἶναι, νεανίσκε, τοῦτο ἐκπόνει, τὴν ἀρετὴν τὴν ἀνθρωπικήν. [8]τίς δ᾽ ἐστὶν αὕτη; — ὅρα, τίνας αὐτὸς ἐπαινεῖς, ὅταν δίχα πάθους τινὰς ἐπαινῇς: πότερα τοὺς δικαίους τοὺς ἀδίκους; — τοὺς δικαίους. — πότερον τοὺς σώφρονας τοὺς ἀκολάστους; — τοὺς σώφρονας. — τοὺς ἐγκρατεῖς δ᾽ τοὺς ἀκρατεῖς; — τοὺς ἐγκρατεῖς. [9]οὐκοῦν τοιοῦτόν τινα ποιῶν σαυτὸν ἴσθι ὅτι καλὸν ποιήσεις: μέχρις δ᾽ ἂν τούτων ἀμελῇς, αἰσχρόν σ᾽ εἶναι ἀνάγκη, κἂν πάντα μηχανᾷ ὑπὲρ τοῦ φαίνεσθαί σε καλόν.

[10] ἐντεῦθεν οὐκέτι ἔχω σοι πῶς εἴπω: ἄν τε γὰρ λέγω φρονῶ, ἀνιάσω σε καὶ ἐξελθὼν τάχα οὐδ᾽ εἰσελεύσῃ: ἄν τε μὴ λέγω, ὅρα οἷον ποιήσω, εἰ σὺ μὲν ἔρχῃ πρὸς ἐμὲ ὠφεληθησόμενος, ἐργὼ δ᾽ οὐκ ὠφελήσω σ᾽ οὐδέν, καὶ σὺ μὲν ὡς πρὸς φιλόσοφον, ἐγὼ δ᾽ οὐδὲν ἐρῶ σοι ὡς φιλόσοφος. [11] πῶς δὲ καὶ ὠμόν ἐστι πρὸς αὐτόν σε τὸ περιιδεῖν ἀνεπανόρθωτον ἄν ποθ᾽ ὕστερον φρένας σχῇς, εὐλόγως μοι ἐγκαλέσεις: [12]τί εἶδεν ἐν ἐμοὶ Ἐπίκτητος, ἵνα βλέπων με τοιοῦτον εἰσερχόμενον πρὸς αὐτὸν οὕτως αἰσχρῶς ἔχοντα περιίδῃ καὶ μηδέποτε μηδὲ ῥῆμα εἴπῃ; [13] οὕτως μου ἀπέγνω; νέος οὐκ ἤμην; οὐκ ἤμην λόγου ἀκουστικός; πόσοι δ᾽ ἄλλοι νέοι ἐφ᾽ ἡλικίας πολλὰ τοιαῦτα διαμαρτάνουσιν; [14] τινά ποτ᾽ ἀκούω Πολέμωνα ἐξ ἀκολαστοτάτου νεανίσκου τοσαύτην μεταβολὴν μεταβαλεῖν. ἔστω, οὐκ ᾤετό με Πολέμωνα ἔσεσθαι: τὴν μὲν κόμην ἠδύνατό μου διορθῶσαι, τὰ μὲν περιάμματά μου περιελεῖν, ψιλούμενόν με παῦσαι ἠδύνατο, ἀλλὰ βλέπων με[15] τίνος εἴπω; — σχῆμα ἔχοντα ἐσιώπα.’ ἐγὼ οὐ λέγω, τίνος ἐστὶ τὸ σχῆμα τοῦτο: σὺ δ᾽ αὐτὸ ἐρεῖς τόθ᾽, ὅταν εἰς σαυτὸν ἔλθῃς, καὶ γνώσει, οἷόν ἐστι καὶ τίνες αὐτὸ ἐπιτηδεύουσι.

[16] τοῦτό μοι ὕστερον ἂν ἐγκαλῇς, τί ἕξω ἀπολογήσασθαι; ναί: ἀλλ᾽ ἐρῶ καὶ οὐ πεισθήσεται. τῷ γὰρ Ἀπόλλωνι ἐπείσθη Λάιος; οὐκ ἀπελθὼν καὶ μεθυσθεὶς χαίρειν εἶπεν τῷ χρησμῷ; τί οὖν; παρὰ τοῦτο οὐκ εἶπεν αὐτῷ Ἀπόλλων τὰς ἀληθείας; [17] καίτοι ἐγὼ μὲν οὐκ οἶδα οὔτ᾽ εἰ πεισθήσῃ μοι οὔτ᾽ εἰ μή: ἐκεῖνος δ᾽ ἀκριβέστατα ᾔδει, ὅτι οὐ πεισθήσεται, καὶ ὅμως εἶπεν. [18]διὰ τί δ᾽ εἶπεν; — διὰ τί δὲ Ἀπόλλων ἐστίν; διὰ τί δὲ χρησμῳδεῖ; διὰ τί δ᾽ εἰς ταύτην τὴν χώραν ἑαυτὸν κατατέταχεν, ὥστε μάντις εἶναι καὶ πηγὴ τῆς ἀληθείας καὶ πρὸς αὐτὸν ἔρχεσθαι τοὺς ἐκ τῆς οἰκουμένης; διὰ τί δὲ προγέγραπται τὸ γνῶθι σαυτὸν μηδενὸς αὐτὸ νοοῦντος;

[19] Σωκράτης πάντας ἔπειθε τοὺς προσιό ντας ἐπιμελεῖσθαι ἑαυτῶν; οὐδὲ τὸ χιλιοστὸν μέρος. ἀλλ᾽ ὅμως ἐπειδὴ εἰς ταύτην τὴν τάξιν ὑπὸ τοῦ δαιμονίου, ὥς φησιν αὐτός, κατετάχθη, μηκέτι ἐξέλιπεν. ἀλλὰ καὶ πρὸς τοὺς δικαστὰς τί λέγει; [20]ἄν μ᾽ ἀφῆτε,’ φησίν, ‘ἐπὶ τούτοις, ἵνα μηκέτι ταῦτα πράσσω νῦν, οὐκ ἀνέξομαι οὐδ᾽ ἀνήσω: ἀλλὰ καὶ νέῳ καὶ πρεσβυτέρῳ καὶ ἁπλῶς ἀεὶ τῷ ἐντυγχάνοντι προσελθὼν πεύσομαι ταῦτα καὶ νῦν πυνθάνομαι, πολὺ δὲ μάλιστα ὑμῶν, φησί, τῶν πολιτῶν, ὅτι ἐγγυτέρω μου γένει ἐστέ.’ [21] οὕτως περίεργος εἶ, Σώκρατες, καὶ πολυπράγμων; τί δέ σοι μέλει, τί ποιοῦμεν; ‘οἷον καὶ λέγεις; κοινωνός μου ὢν καὶ συγγενὴς ἀμελεῖς σεαυτοῦ καὶ τῇ πόλει παρέχεις πολίτην κακὸν καὶ τοῖς συγγενέσι συγγενῆ καὶ τοῖς γείτοσι γείτονα.’ [22]σὺ οὖν τίς εἶ;’ ἐνταῦθα μέγα ἐστὶ τὸ εἰπεῖν ὅτιοὗτός εἰμι, δεῖ μέλειν ἀνθρώπων.’ οὐδὲ γὰρ λέοντι τὸ τυχὸν βοίδιον τολμᾷ ἀντιστῆναι αὐτῷ: ἂν δ᾽ ταῦρος προσελθὼν ἀνθίστηται, λέγε αὐτῷ, ἄν σοι δόξῃς, [23]σὺ δὲ τίς εἶ;’ καὶτί σοὶ μέλει;’ ἄνθρωπε, ἐν παντὶ γένει φύεταί τι ἐξαίρετον: ἐν βουσίν, ἐν κυσίν, ἐν μελίσσαις, ἐν ἵπποις. μὴ δὴ λέγε τῷ ἐξαιρέτῳσὺ οὖν τί εἶ;’ εἰ δὲ μή, ἐρεῖ σοι φωνήν ποθεν λαβὸνἐγώ εἰμι τοιοῦτον οἷον ἐν ἱματίῳ πορφύρα: μή μ᾽ ἀξίου ὅμοιον εἶναι τοῖς ἄλλοις τῇ φύσει μου μέμφου, ὅτι με διαφέροντα παρὰ τοὺς ἄλλους ἐποίησεν.’

[24] τί οὖν; ἐγὼ τοιοῦτος; πόθεν; σὺ γὰρ τοιοῦτος οἷος ἀκούειν τἀληθῆ; ὤφελεν. ἀλλ᾽ ὅμως ἐπεί πως κατεκρίθην πώγωνα ἔχειν πολιὸν καὶ τρίβωνα καὶ σὺ εἰσέρχῃ πρὸς ἐμὲ ὡς πρὸς φιλόσοφον, οὐ χρήσομαί σοι ὠμῶς οὐδ᾽ ἀπογνωστικῶς, ἀλλ᾽ ἐρῶ: νεανίσκε, τίνα θέλεις καλὸν ποιεῖν; γνῶθι πρῶτον τίς εἶ καὶ οὕτως κόσμει σεαυτόν. [25] ἄνθρωπος εἶ: τοῦτο δ᾽ ἐστὶ θνητὸν ζῷον χρηστικὸν φαντασίαις λογικῶς. τὸ δὲ λογικῶς τί ἐστιν; φύσει ὁμολογουμένως καὶ τελέως. τί οὖν ἐξαίρετον ἔχεις; τὸ ζῷον; οὔ. τὸ θνητόν; οὔ. τὸ χρηστικὸν φαντασίαις; [26] οὔ. τὸ λογικὸν ἔχεις ἐξαίρετον: τοῦτο κόσμει καὶ καλλώπιζε: τὴν κόμην δ᾽ ἄφες τῷ πλάσαντι ὡς αὐτὸς ἠθέλησεν. [27] ἄγε, τίνας ἄλλας ἔχεις προσηγορίας; ἀνὴρ εἶ γυνή; — ἀνήρ. — ἄνδρα οὖν καλλώπιζε, μὴ γυναῖκα. ἐκείνη φύσει λεία γέγονε καὶ τρυφερά: κἂν ἔχῃ τρίχας πολλάς, τέρας ἐστὶ καὶ ἐν τοῖς τέρασιν ἐν Ῥώμῃ δείκνυται. [28] τοῦτο δ᾽ ἐπ᾽ ἀνδρός ἐστι τὸ μὴ ἔχειν: κἂν μὲν φύσει μὴ ἔχῃ, τέρας ἐστίν, ἂν δ᾽ αὐτὸς ἑαυτοῦ ἐκκόπτῃ καὶ ἀποτίλλῃ, τί αὐτὸν ποιήσωμεν; ποῦ αὐτὸν δείξωμεν καὶ τί προγράψωμεν; ‘δείξω ὑμῖν ἄνδρα, ὃς θέλει μᾶλλον γυνὴ εἶναι ἀνήρ.’ [29] δεινοῦ θεάματος: οὐδεὶς οὐχὶ θαυμάσει τὴν προγραφήν: νὴ τὸν Δία, οἶμαι ὅτι αὐτοὶ οἱ τιλλόμενοι οὐ παρακολουθοῦντες, ὅτι τοῦτ᾽ αὐτό ἐστιν, ποιοῦσιν, ποιοῦσιν. ἄνθρωπε, τί ἔχεις ἐγκαλέσαι σου τῇ φύσει; [30] ὅτι σε ἄνδρα ἐγέννησεν; τί οὖν; πάσας ἔδει γυναῖκας γεννῆσαι; καὶ τί ἂν ὄφελος ἦν σοι τοῦ κοσμεῖσθαι; τίνι ἂν ἐκοσμοῦ, εἰ πάντες ἦσαν γυναῖκες; [31] ἀλλ᾽ οὐκ ἀρέσκει σοι τὸ πραγμάτιον: ὅλον δι᾽ ὅλων αὐτὸ ποίησον: ἆροντί ποτ᾽ ἐκεῖνο; — τὸ αἴτιον τῶν τριχῶν: ποίησον εἰς ἅπαντα σαυτὸν γυναῖκα, ἵνα μὴ πλανώμεθα, μὴ τὸ μὲν ἥμισυ ἀνδρός, τὸ δ᾽ ἥμισυ γυναικός. [32] τίνι θέλεις ἀρέσαι; τοῖς γυναικαρίοις; ὡς ἀνὴρ αὐτοῖς ἄρεσον. ‘ναί: ἀλλὰ τοῖς λείοις χαίρουσιν.’ οὐκ ἀπάγξῃ; καὶ εἰ τοῖς κιναίδοις ἔχαιρον, ἐγένου ἂν κίναιδος; [33] τοῦτό σοι τὸ ἔργον ἐστίν, ἐπὶ τοῦτο ἐγεννήθης, ἵνα σοι αἱ γυναῖκες αἱ ἀκόλαστοι χαίρωσιν; [34] τοιοῦτόν σε θῶμεν πολίτην Κορινθίων, κἂν οὕτως τύχῃ, ἀστυνόμον ἐφήβαρχον στρατηγὸν ἀγωνοθέτην; [35] ἄγε καὶ γαμήσας τίλλεσθαι μέλλεις; τίνι καὶ ἐπὶ τί; καὶ παιδία ποιήσας εἶτα κἀκεῖνα τιλλόμενα ἡμῖν εἰσάξεις εἰς τὸ πολίτευμα; καλὸς πολίτης καὶ βουλευτὴς καὶ ῥήτωρ. τοιούτους δεῖ νέους εὔχεσθαι ἡμῖν φύεσθαι καὶ ἀνατρέφεσθαι;

[36] μή, τοὺς θεούς σοι, νεανίσκε: ἀλλ᾽ ἅπαξ ἀκούσας τῶν λόγων τούτων ἀπελθὼν σαυτῷ εἰπὲταῦτά μοι Ἐπίκτητος οὐκ εἴρηκεν: πόθεν γὰρ ἐκείνῳ; ἀλλὰ θεός τίς ποτ᾽ εὐμενὴς δι᾽ ἐκείνου. οὐδὲ γὰρ ἂν ἐπῆλθεν Ἐπικτήτῳ ταῦτα εἰπεῖν οὐκ εἰωθότι λέγειν πρὸς οὐδένα. [37] ἄγε οὖν τῷ θεῷ πεισθῶμεν, ἵνα μὴ θεοχόλωτοι ὦμεν.’ οὔ: ἀλλ᾽ ἂν μὲν κόραξ κραυγάζων σημαίνῃ σοί τι, οὐχ κόραξ ἐστὶν σημαίνων, ἀλλ᾽ θεὸς δι᾽ αὐτοῦ: ἂν δὲ δι᾽ ἀνθρωπίνης φωνῆς σημαίνῃ τι, τὸν ἄνθρωπον ποιήσει λέγειν σοι ταῦτα, ἵν᾽ ἀγνοῇς τὴν δύναμιν τοῦ δαιμονίου, ὅτι τοῖς μὲν οὕτως, τοῖς δ᾽ ἐκείνως σημαίνει, περὶ δὲ τῶν μεγίστων καὶ κυριωτάτων [38] διὰ καλλίστου ἀγγέλου σημαίνει; τί ἐστιν ἄλλο, λέγει ποιητής;


ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
Ἑρμείαν πέμψαντες ἐύσκοπον ἀργειφόντην,
μήτ᾽ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν.
[39] Ἑρμῆς καταβὰς ἔμελλεν αὐτῷ λέγειν ταῦτα καὶ σοὶ νῦν λέγουσιν οἱ θεοὶ ταῦτα Ἑρμείαν πέμψαντες διάκτορον ἀργειφόντην μὴ ἐκστρέφειν τὰ καλῶς ἔχοντα μηδὲ περιεργάζεσθαι, ἀλλ᾽ ἀφεῖναι τὸν ἄνδρα ἄνδρα, τὴν γυναῖκα γυναῖκα, τὸν καλὸν ἄνθρωπον ὡς καλὸν ἄνθρωπον, τὸν αἰσχρὸν ὡς ἄνθρωπον αἰσχρόν. ὅτι οὐκ εἶ κρέας οὐδὲ τρίχες, ἀλλὰ προαίρεσις: [40] ταύτην ἂν σχῇς καλήν, τότ᾽ ἔστι καλός. [41] μέχρι δὲ νῦν οὐ τολμῶ σοι λέγειν, ὅτι αἰσχρὸς εἶ: δοκεῖς γάρ μοι πάντα θέλειν ἀκοῦσαι τοῦτο. [42] ἀλλ᾽ ὅρα, τί λέγει Σωκράτης τῷ καλλίστῳ πάντων καὶ ὡραιοτάτῳ Ἀλκιβιάδῃ: ‘πειρῶ οὖν καλὸς εἶναι.’ τί αὐτῷ λέγει; ‘πλάσσε σου τὴν κόμην καὶ τίλλε σου τὰ σκέλη;’ μὴ γένοιτο: ἀλλὰκόσμει σου τὴν προαίρεσιν, ἔξαιρε τὰ φαῦλα δόγματα.’ [43] τὸ σωμάτιον οὖν πῶς; ὡς πέφυκεν. ἄλλῳ τούτων ἐμέλησεν: ἐκείνῳ ἐπίστρεψον. [44]τί οὖν; ἀκάθαρτον δεῖ εἶναι; — μὴ γένοιτο: ἀλλ᾽ ὃς εἶ καὶ πέφυκας, τοῦτον κάθαιρε, ἄνδρα ὡς ἄνδρα καθάριον εἶναι, γυναῖκα ὡς γυναῖκα, παιδίον ὡς παιδίον. [45] οὔ: ἀλλὰ καὶ τοῦ λέοντος ἐκτίλωμεν τὴν κόμην, ἵνα μὴ ἀκάθαρτος , καὶ τοῦ ἀλεκτρυόνος τὸν λόφον: δεῖ γὰρ καὶ τοῦτον καθάριον εἶναι. ἀλλ᾽ ὡς ἀλεκτρυόνα καὶ ἐκεῖνον ὡς λέοντα καὶ τὸν κυνηγετικὸν κύνα ὡς κυνηγετικόν.


περὶ τίνα ἀσκεῖσθαι δεῖ τὸν προκόψοντα καὶ ὅτι τῶν κυριωτάτων ἀμελοῦμεν.

τρεῖς εἰσι τόποι, περὶ οὓς ἀσκηθῆναι δεῖ τὸν ἐσόμενον καλὸν καὶ ἀγαθόν: περὶ τὰς ὀρέξεις καὶ τὰς ἐκκλίσεις, ἵνα μήτ᾽ ὀρεγόμενος ἀποτυγχάνῃ μήτ᾽ ἐκκλίνων περιπίπτῃ: [2] περὶ τὰς ὁρμὰς καὶ ἀφορμὰς καὶ ἁπλῶς περὶ τὸ καθῆκον, ἵνα τάξει, ἵνα εὐλογίστως, ἵνα μὴ ἀμελῶς: τρίτος ἐστὶν περὶ τὴν ἀνεξαπατησίαν καὶ ἀνεικαιότητα καὶ ὅλως περὶ τὰς συγκαταθέσεις. [3] τούτων κυριώτατος καὶ μάλιστα ἐπείγων ἐστὶν περὶ τὰ πάθη: πάθος γὰρ ἄλλως οὐ γίνεται εἰ μὴ ὀρέξεως ἀποτυγχανούσης ἐκκλίσεως περιπιπτούσης. οὗτός ἐστιν ταραχάς, θορύβους, ἀτυχίας, δυστυχίας ἐπιφέρων, πένθη, οἰμωγάς, φθόνους, φθονερούς, ζηλοτύπους ποιῶν, δι᾽ ὧν οὐδ᾽ ἀκοῦσαι λόγου δυνάμεθα. [4] δεύτερός ἐστιν περὶ τὸ καθῆκον: οὐ δεῖ γάρ με εἶναι ἀπαθῆ ὡς ἀνδριάντα, ἀλλὰ τὰς σχέσεις τηροῦντα τὰς φυσικὰς καὶ ἐπιθέτους ὡς εὐσεβῆ, ὡς υἱόν, ὡς ἀδελφόν, ὡς πατέρα, ὡς πολίτην.

[5] τρίτος ἐστὶν ἤδη τοῖς προκόπτουσιν ἐπιβάλλων, περὶ τὴν αὐτῶν τούτων ἀσφάλειαν, ἵνα μηδ᾽ ἐν ὕπνοις λάθῃ τις ἀνεξέταστος παρελθοῦσα φαντασία μηδ᾽ ἐν οἰνώσει μηδὲ μελαγχολῶντος. — τοῦτο ὑπὲρ ἡμᾶς, φησίν, ἐστίν. [6]οἱ δὲ νῦν φιλόσοφοι ἀφέντες τὸν πρῶτον τόπον καὶ τὸν δεύτερον καταγίνονται περὶ τὸν τρίτον: μεταπίπτοντας, ἠρωτῆσθαι περαίνοντας, ὑποθετικούς, ψευδομένους. [7]δεῖ γάρ, φησίν, καὶ ἐν ταῖς ὕλαις ταύταις γενόμενον διαφυλάξαι τὸ ἀνεξαπάτητον. [8]τίνα; τὸν καλὸν καὶ ἀγαθόν. σοὶ οὖν τοῦτο λείπει; τὰς ἄλλας ἐκπεπόνηκας; περὶ κερμάτιον ἀνεξαπάτητος εἶ; ἐὰν ἴδῃς κοράσιον καλόν, ἀντέχεις τῇ φαντασίᾳ; ἂν γείτων σου κληρονομήσῃ, οὐ δάκνῃ; νῦν οὐδὲν ἄλλο σοι λείπει ἀμεταπτωσία; [9] τάλας, αὐτὰ ταῦτα τρέμων μανθάνεις καὶ ἀγωνιῶν, μή τίς σου καταφρονήσῃ, καὶ πυνθανόμενος, μή τίς τι περὶ σοῦ λέγει. [10] κἄν τις ἐλθὼν εἴπῃ σοι ὅτιλόγου γινομένου, τίς ἄριστός ἐστι τῶν φιλοσόφων, παρών τις ἔλεγεν, ὅτι εἷς φιλόσοφος δεῖνα,’ γέγονέ σου τὸ ψυχάριον ἀντὶ δακτυλιαίου δίπηχυ. ἂν δ᾽ ἄλλος παρὼν εἴπῃοὐδὲν εἴρηκας, οὐκ ἔστιν ἄξιον τοῦ δεῖνος ἀκροᾶσθαι: τί γὰρ οἶδεν; τὰς πρώτας ἀφορμὰς ἔχει, πλέον δ᾽ οὐδέν,’ ἐξέστηκας, ὠχρίακας, εὐθὺς κέκραγαςἐγὼ αὐτῷ δείξω, τίς εἰμι, ὅτι μέγας φιλόσοφος.’ [11] βλέπεται ἐξ αὐτῶν τούτων. τί θέλεις ἐξ ἄλλων δεῖξαι; οὐκ οἶδας, ὅτι Διογένης τῶν σοφιστῶν τινα οὕτως ἔδειξεν ἐκτείνας τὸν μέσον δάκτυλον, εἶτα ἐκμανέντος αὐτοῦοὗτός ἐστιν,’ ἔφη, ‘ δεῖνα: ἔδειξα ὑμῖν αὐτόν;’ [12] ἄνθρωπος γὰρ δακτύλῳ οὐ δείκνυται ὡς λίθος ὡς ξύλον, ἀλλ᾽ ὅταν τις τὰ δόγματα αὐτοῦ δείξῃ, τότε αὐτὸν ὡς ἄνθρωπον ἔδειξεν.

[13] βλέπωμεν καὶ σοῦ τὰ δόγματα. μὴ γὰρ οὐ δῆλόν ἐστιν, ὅτι σὺ τὴν προαίρεσιν τὴν σαυτοῦ ἐν οὐδενὶ τίθεσαι, ἔξω δὲ βλέπεις εἰς τὰ ἀπροαίρετα, τί ἐρεῖ δεῖνα καὶ τίς εἶναι δόξεις, εἰ φιλόλογος, εἰ Χρύσιππον ἀνεγνωκὼς Ἀντίπατρον; εἰ μὲν γὰρ καὶ Ἀρχέδημον, ἀπέχεις ἅπαντα. [14] τί ἔτι ἀγωνιᾷς, μὴ οὐ δείξῃς ἡμῖν, τίς εἶ; θέλεις σοι εἴπω, τίνα ἡμῖν ἔδειξας; ἄνθρωπον παριόντα ταπεινόν, μεμψίμοιρον, ὀξύθυμον, δειλόν, πάντα μεμφόμενον, πᾶσιν ἐγκαλοῦντα, μηδέποτε ἡσυχίαν ἄγοντα, πέρπερον: ταῦτα ἡμῖν ἔδειξας. [15] ἄπελθε νῦν καὶ ἀναγίγνωσκε Ἀρχέδημον: εἶτα μῦς ἂν καταπέσῃ καὶ ψοφήσῃ, ἀπέθανες. τοιοῦτος γάρ σε μένει θάνατος, οἷον καὶ τὸντίνα ποτ᾽ ἐκεῖνον; — τὸν Κρῖνιν. καὶ ἐκεῖνος μέγα ἐφρόνει, ὅτι ἐνόει Ἀρχέδημον. [16] τάλας, οὐ θέλεις ἀφεῖναι ταῦτα τὰ μηδὲν πρὸς σέ; πρέπει ταῦτα τοῖς δυναμένοις δίχα ταραχῆς αὐτὰ μανθάνειν, οἷς ἔξεστιν εἰπεῖνοὐκ ὀργίζομαι, οὐ λυποῦμαι, οὐ φθονῶ, οὐ κωλύομαι, οὐκ ἀναγκάζομαι. τί μοι λοιπόν; εὐσχολῶ, ἡσυχίαν ἄγω. [17] ἴδωμεν, πῶς περὶ τὰς μεταπτώσεις τῶν λόγων δεῖ ἀναστρέφεσθαι: ἴδωμεν, πῶς ὑπόθεσίν τις λαβὼν εἰς οὐδὲν ἄτοπον ἀπαχθήσεται.’ ἐκείνων ἐστὶ ταῦτα. [18] τοῖς εὖ παθοῦσι πρέπει πῦρ καίειν, ἀριστᾶν, ἂν οὕτως τύχῃ, καὶ ᾁδειν καὶ ὀρχεῖσθαι: βυθιζομένου δὲ τοῦ πλοίου σύ μοι παρελθὼν ἐπαίρεις τοὺς σιφάρους.


τίς ὕλη τοῦ ἀγαθοῦ καὶ πρὸς τί μάλιστ᾽ ἀσκητέον.

ὕλη τοῦ καλοῦ καὶ ἀγαθοῦ τὸ ἴδιον ἡγεμονικόν, τὸ σῶμα δ᾽ ἰατροῦ καὶ ἀπἀλείπτου, ἀγρὸς γεωργοῦ ὕλη: ἔργον δὲ καλοῦ καὶ ἀγαθοῦ τὸ χρῆσθαι ταῖς φαντασίαις κατὰ φύσιν. [2] πέφυκεν δὲ πᾶσα ψυχὴ ὥσπερ τῷ ἀληθεῖ ἐπινεύειν, πρὸς τὸ ψεῦδος ἀνανεύειν, πρὸς τὸ ἄδηλον ἐπέχειν, οὕτως πρὸς μὲν τὸ ἀγαθὸν ὀρεκτικῶς κινεῖσθαι, πρὸς δὲ τὸ κακὸν ἐκκλιτικῶς, πρὸς δὲ τὸ μήτε κακὸν μήτ᾽ ἀγαθὸν οὐδετέρως. [3] ὡς γὰρ τὸ τοῦ Καίσαρος νόμισμα οὐκ ἔξεστιν ἀποδοκιμάσαι τῷ τραπεζίτῃ οὐδὲ τῷ λαχανοπώλῃ, ἀλλ᾽ ἂν δείξῃς, θέλει οὐ θέλει, προέσθαι αὐτὸν δεῖ τὸ ἀντ᾽ αὐτοῦ πωλούμενον, οὕτως ἔχει καὶ ἐπὶ τῆς ψυχῆς. [4] τὸ ἀγαθὸν φανὲν εὐθὺς ἐκίνησεν ἐφ᾽ αὑτό, τὸ κακὸν ἀφ᾽ αὑτοῦ. οὐδέποτε δ᾽ ἀγαθοῦ φαντασίαν ἐναργῆ ἀποδοκιμάσει ψυχή, οὐ μᾶλλον τὸ Καίσαρος νόμισμα. ἔνθεν ἐξήρτηται πᾶσα κίνησις καὶ ἀνθρώπου καὶ θεοῦ.

[5] διὰ τοῦτο πάσης οἰκειότητος προκρίνεται τὸ ἀγαθόν. οὐδὲν ἐμοὶ καὶ τῷ πατρί, ἀλλὰ τῷ ἀγαθῷ. ‘οὕτως εἶ σκληρός;’ οὕτως γὰρ πέφυκα: τοῦτό μοι τὸ νόμισμα δέδωκεν θεός. [6] διὰ τοῦτο, εἰ τοῦ καλοῦ καὶ δικαίου τὸ ἀγαθὸν ἕτερόν ἐστιν, οἴχεται καὶ πατὴρ καὶ ἀδελφὸς καὶ πατρὶς καὶ πάντα τὰ πράγματα. [7] ἀλλ᾽ ἐγὼ τὸ ἐμὸν ἀγαθὸν ὑπερίδω, ἵνα σὺ σχῇς, καὶ παραχωρήσω σοι; ἀντὶ τίνος; ‘πατήρ σου εἰμί.’ ἀλλ᾽ οὐκ ἀγαθόν. ‘ἀδελφός σου εἰμί.’ [8] ἀλλ᾽ οὐκ ἀγαθόν. ἐὰν δ᾽ ἐν ὀρθῇ προαιρέσει θῶμεν, αὐτὸ τὸ τηρεῖν τὰς σχέσεις ἀγαθὸν γίνεται: καὶ λοιπὸν τῶν ἐκτός τινων ἐκχωρῶν, οὗτος τοῦ ἀγαθοῦ τυγχάνει. [9]αἴρει τὰ χρήματα πατήρ.’ ἀλλ᾽ οὐ βλάπτει. ‘ἕξει τὸ πλέον τοῦ ἀγροῦ ἀδελφός.’ ὅσον καὶ θέλει. μή τι οὖν τοῦ αἰδήμονος, μή τι τοῦ πιστοῦ, μή τι τοῦ φιλαδέλφου; [10] ἐκ ταύτης γὰρ τῆς οὐσίας τίς δύναται ἐκβαλεῖν; οὐδ᾽ Ζεύς. οὐδὲ γὰρ ἠθέλησεν, ἀλλ᾽ ἐπ᾽ ἐμοὶ αὐτὸ ἐποίησεν καὶ ἔδωκεν οἷον εἶχεν αὐτός, ἀκώλυστον, ἀνανάγκαστον, ἀπαραπόδιστον.

[11] ὅταν οὖν ἄλλῳ ἄλλο τὸ νόμισμα , ἐκεῖνό τις δείξας ἔχει τὸ ἀντ᾽ αὐτοῦ πιπρασκόμενον. [12] ἐλήλυθεν εἰς τὴν ἐπαρχίαν κλέπτης ἀνθύπατος. τίνι νομίσματι χρῆται; ἀργυρίῳ. δεῖξον καὶ ἀπόφερε θέλεις. ἐλήλυθεν μοιχός. τίνι νομίσματι χρῆται; κορασιδίοις. ‘λάβε,’ φησίν, ‘τὸ νόμισμα καὶ πώλησόν μοι τὸ πραγμάτιον.’ δὸς καὶ ἀγόραζε. [13] ἄλλος περὶ παιδάρια ἐσπούδακεν. δὸς αὐτῷ τὸ νόμισμα καὶ λάβε θέλεις. ἄλλος φιλόθηρος. δὸς ἱππάριον καλὸν κυνάριον: οἰμώζων καὶ στένων πωλήσει ἀντ᾽ αὐτοῦ θέλεις. ἄλλος γὰρ αὐτὸν ἀναγκάζει ἔσωθεν, τὸ νόμισμα τοῦτο τεταχώς.

[14] πρὸς τοῦτο μάλιστα τὸ εἶδος αὑτὸν γυμναστέον. εὐθὺς ὄρθρου προελθὼν ὃν ἂν ἴδῃς, ὃν ἂν ἀκούσῃς, ἐξέταζε, ἀποκρίνου ὡς πρὸς ἐρώτημα. τί εἶδες; καλὸν καλήν; ἔπαγε τὸν κανόνα. ἀπροαίρετον προαιρετικόν; ἀπροαίρετον: αἶρε ἔξω. [15] τί εἶδες; πενθοῦντ᾽ ἐπὶ τέκνου τελευτῇ; ἔπαγε τὸν κανόνα. θάνατός ἐστιν ἀπροαίρετον: αἶρε ἐκ τοῦ μέσου. ἀπήντησέ σοι ὕπατος; ἔπαγε τὸν κανόνα. ὑπατεία ποῖόν τι ἐστίν; ἀπροαίρετον προαιρετικόν; ἀπροαίρετον: αἶρε καὶ τοῦτο, οὐκ ἔστι δόκιμον: ἀπόβαλε, οὐδὲν πρὸς σέ. [16] καὶ τοῦτο εἰ ἐποιοῦμεν καὶ πρὸς τοῦτο ἠσκούμεθα καθ᾽ ἡμέραν ἐξ ὄρθρου μέχρι νυκτός, ἐγίνετο ἄν τι, νὴ τοὺς θεούς. [17] νῦν δ᾽ εὐθὺς ὑπὸ πάσης φαντασίας κεχηνότες λαμβανόμεθα καὶ μόνον, εἴπερ ἄρα, ἐν τῇ σχολῇ μικρόν τι διεγειρόμεθα: εἶτ᾽ ἐξελθόντες ἂν ἴδωμεν πενθοῦντα, λέγομενἀπώλετο:’ ἂν ὕπατον, ‘μακάριος:’ ἂν ἐξωρισμένον, ‘ταλαίπωρος:’ ἂν πένητα, [18]ἄθλιος, οὐκ ἔχει πόθεν φάγῃ.’ ταῦτ᾽ οὖν ἐκκόπτειν δεῖ τὰ πονηρὰ δόγματα, περὶ τοῦτο συντετάσθαι. τί γάρ ἐστι τὸ κλαίειν καὶ οἰμώζειν; δόγμα. τί δυστυχία; δόγμα. τί στάσις, τί διχόνοια, τί μέμψις, τί κατηγορία, τί ἀσέβεια, τί φλυαρία; [19] ταῦτα πάντα δόγματά ἐστι καὶ ἄλλο οὐδὲν καὶ δόγματα περὶ τῶν ἀπροαιρέτων ὡς ὄντων ἀγαθῶν καὶ κακῶν. ταῦτά τις ἐπὶ τὰ προαιρετικὰ μεταθέτω, κἀγὼ αὐτὸν ἐγγυῶμαι ὅτι εὐσταθήσει, ὡς ἂν ἔχῃ τὰ περὶ αὐτόν.

[20] οἷόν ἐστιν λεκάνη τοῦ ὕδατος, τοιοῦτον ψυχή, οἷον αὐγὴ προσπίπτουσα τῷ ὕδατι, τοιοῦτον αἱ φαντασίαι. [21] ὅταν οὖν τὸ ὕδωρ κινηθῇ, δοκεῖ μὲν καὶ αὐγὴ κινεῖσθαι, οὐ μέντοι κινεῖται. [22] καὶ ὅταν τοίνυν σκοτωθῇ τις, οὐχ αἱ τέχναι καὶ αἱ ἀρεταὶ συγχέονται, ἀλλὰ τὸ πνεῦμα, ἐφ᾽ οὗ εἰσιν: καταστάντος δὲ καθίσταται κἀκεῖνα.


πρὸς τὸν ἀκόσμως ἐν θεάτρῳ σπουδάσαντα.

τοῦ δ᾽ ἐπιτρόπου τῆς Ἠπείρου ἀκοσμότερον σπουδάσαντος κωμῳδῷ τινι καὶ ἐπὶ τούτῳ δημοσίᾳ λοιδορηθέντος, εἶτα ἑξῆς ἀπαγγείλαντος πρὸς αὐτόν, ὅτι ἐλοιδορήθη, καὶ ἀγανακτοῦντος πρὸς τοὺς λοιδορήσαντας Καὶ τί κακόν, ἔφη, ἐποίουν; ἐσπούδαζον καὶ οὗτοι ὡς καὶ σύ. [2] εἰπόντος δ᾽ ἐκείνου Οὕτως οὖν τις σπουδάζει; σέ, ἔφη, βλέποντες τὸν αὐτῶν ἄρχοντα, τοῦ Καίσαρος φίλον καὶ ἐπίτροπον, οὕτως σπουδάζοντα οὐκ ἔμελλον καὶ αὐτοὶ οὕτως σπουδάζειν; [3] εἰ γὰρ μὴ δεῖ οὕτως σπουδάζειν, μηδὲ σὺ σπούδαζε: εἰ δὲ δεῖ, τί χαλεπαίνεις, εἴ σε ἐμιμήσαντο; τίνας γὰρ ἔχουσιν μιμήσασθαι οἱ πολλοὶ τοὺς ὑπερέχοντας ὑμᾶς; εἰς τίνας ἀπίδωσιν ἐλθόντες εἰς τὰ θέατρα ὑμᾶς; [4]ὅρα πῶς ἐπίτροπος τοῦ Καίσαρος θεωρεῖ: κέκραγεν: κἀγὼ τοίνυν κραυγάσω. ἀναπηδᾷ: κἀγὼ ἀναπηδήσω. οἱ δοῦλοι αὐτοῦ διακάθηνται κραυγάζοντες: ἐγὼ δ᾽ οὐκ ἔχω δούλους: ἀντὶ πάντων αὐτὸς ὅσον δύναμαι κραυγάσω.’ [5] εἰδέναι σε οὖν δεῖ, ὅταν εἰσέρχῃ εἰς τὸ θέατρον, ὅτι κανὼν εἰσέρχῃ καὶ παράδειγμα τοῖς ἄλλοις, πῶς αὐτοὺς δεῖ θεωρεῖν. [6] τί οὖν σε ἐλοιδόρουν; ὅτι πᾶς ἄνθρωπος μισεῖ τὸ ἐμποδίζον. ἐκεῖνοι στεφανωθῆναι ἤθελον τὸν δεῖνα, σὺ ἕτερον: ἐκεῖνοι σοὶ ἐνεπόδιζον καὶ σὺ ἐκείνοις. σὺ εὑρίσκου ἰσχυρότερος: ἐκεῖνοι ἐδύναντο ἐποίουν, ἐλοιδόρουν τὸ ἐμποδίζον. [7] τί οὖν θέλεις; ἵνα σὺ μὲν ποιῇς θέλεις, ἐκεῖνοι δὲ μηδ᾽ εἴπωσιν θέλουσιν; καὶ τί θαυμαστόν; οἱ γεωργοὶ τὸν Δία οὐ λοιδοροῦσιν, ὅταν ἐμποδίζωνται ὑπ᾽ αὐτοῦ; οἱ ναῦται οὐ λοιδοροῦσι; τὸν Καίσαρα παύονται λοιδοροῦντες; [8] τί οὖν; οὐ γιγνώσκει Ζεύς; τῷ Καίσαρι οὐκ ἀπαγγέλλονται τὰ λεγόμενα; τί οὖν ποιεῖ; οἶδεν ὅτι, ἂν πάντας τοὺς λοιδοροῦντας κολάζῃ, οὐχ ἕξει τίνων ἄρξει. [9] τί οὖν; ἔδει εἰσερχόμενον εἰς τὸ θέατρον τοῦτο εἰπεῖνἄγε ἵνα Σώφρων στεφανωθῇ;’ ἀλλ᾽ ἐκεῖνοἄγε ἵνα τηρήσω τὴν ἐμαυτοῦ προαίρεσιν ἐπὶ ταύτης τῆς ὕλης κατὰ φύσιν ἔχουσαν.’ [10] ἐμοὶ παρ᾽ ἐμὲ φίλτερος οὐδείς: γελοῖον οὖν, ἵν᾽ ἄλλος νικήσῃ κωμῳδῶν, ἐμὲ βλάπτεσθαι. [11]τίνα οὖν θέλω νικῆσαι; — τὸν νικῶντα: καὶ οὕτως ἀεὶ νικήσει, ὃν θέλω. — ἀλλὰ θέλω στεφανωθῆναι Σώφρονα. — ἐν οἴκῳ ὅσους θέλεις ἀγῶνας ἄγων ἀνακήρυξον αὐτὸν Νέμεα, Πύθια, Ἴσθμια, Ὀλύμπια: ἐν φανερῷ δὲ μὴ πλεονέκτει μηδ᾽ ὑφάρπαζε τὸ κοινόν. εἰ δὲ μή, ἀνέχου λοιδορούμενος: ὡς, [12] ὅταν ταὐτὰ ποιῇς τοῖς πολλοῖς, εἰς ἴσον ἐκείνοις καθιστᾷς σαυτόν.


πρὸς τοὺς διὰ νόσον ἀπαλλαττομένους.

νοσῶ, φησίν, ἐνθάδε καὶ βούλομαι ἀπιέναι εἰς οἶκον. [2]ἐν οἴκῳ γὰρ ἄνοσος ἦς σύ; οὐ σκοπεῖς, εἴ τι ποιεῖς ἐνθάδε τῶν πρὸς τὴν προαίρεσιν τὴν σαυτοῦ φερόντων, ἵν᾽ ἐπανορθωθῇ; εἰ μὲν γὰρ μηδὲν ἀνύεις, περισσῶς καὶ ἦλθες. [3] ἄπιθι, ἐπιμελοῦ τῶν ἐν οἴκῳ. εἰ γὰρ μὴ δύναταί σου τὸ ἡγεμονικὸν σχεῖν κατὰ φύσιν, τό γ᾽ ἀγρίδιον δυνήσεται: τό γε κερμάτιον αὐξήσεις, τὸν πατέρα γηροκομήσεις, ἐν τῇ ἀγορᾷ ἀναστραφήσῃ, ἄρξεις: κακὸς κακῶς τί ποτε ποιήσεις τῶν ἑξῆς. [4] εἰ δὲ παρακολουθεῖς σαυτῷ, ὅτι ἀποβάλλεις τινὰ δόγματα φαῦλα καὶ ἄλλ᾽ ἀντ᾽ αὐτῶν ἀναλαμβάνεις καὶ τὴν σαυτοῦ στάσιν μετατέθεικας ἀπὸ τῶν ἀπροαιρέτων ἐπὶ τὰ προαιρετικά, κἄν ποτ᾽ εἴπῃςοἴμοι,’ οὐ λέγεις διὰ τὸν πατέρα, τὸν ἀδελφόν, ἀλλὰ [5]δι᾽ ἐμέ,’ ἔτι ὑπολογίζῃ νόσον; οὐκ οἶδας, ὅτι καὶ νόσος καὶ θάνατος καταλαβεῖν ἡμᾶς ὀφείλουσίν τί ποτε ποιοῦντας; τὸν γεωργὸν γεωργοῦντα καταλαμβάνουσι, τὸν ναυτικὸν πλέοντα. [6] σὺ τί θέλεις ποιῶν καταληφθῆναι; τί ποτε μὲν γὰρ ποιοῦντά σε δεῖ καταληφθῆναι. εἴ τι ἔχεις τούτου κρεῖσσον ποιῶν καταληφθῆναι, ποίει ἐκεῖνο. [7]

ἐμοὶ μὲν γὰρ καταληφθῆναι γένοιτο μηδενὸς ἄλλου ἐπιμελουμένῳ τῆς προαιρέσεως τῆς ἐμῆς, ἵν᾽ ἀπαθής, ἵν᾽ ἀκώλυτος, ἵν᾽ ἀνανάγκαστος, ἵν᾽ ἐλεύθερος. [8] ταῦτα ἐπιτηδεύων θέλω εὑρεθῆναι, ἵν᾽ εἰπεῖν δύνωμαι τῷ θεῷμή τι παρέβην σου τὰς ἐντολάς; μή τι πρὸς ἄλλα ἐχρησάμην ταῖς ἀφορμαῖς ἃς ἔδωκας; μή τι ταῖς αἰσθήσεσιν ἄλλως, μή τι ταῖς προλήψεσιν; μή τί σοί ποτ᾽ ἐνεκάλεσα; [9] μή τι ἐμεμψάμην σου τὴν διοίκησιν; ἐνόσησα, ὅτε ἠθέλησας: καὶ οἱ ἄλλοι, ἀλλ᾽ ἐγὼ ἑκών. πένης ἐγενόμην σου θέλοντος, ἀλλὰ χαίρων. οὐκ ἦρξα, ὅτι σὺ οὐκ ἠθέλησας: οὐδέποτ᾽ ἐπεθύμησα ἀρχῆς. μή τί με τούτου ἕνεκα στυγνότερον εἶδες; μὴ οὐ προσῆλθόν σοί ποτε φαιδρῷ τῷ προσώπῳ, ἕτοιμος εἴ τι ἐπιτάσσεις, εἴ τι σημαίνεις; [10] νῦν με θέλεις ἀπελθεῖν ἐκ τῆς πανηγύρεως: ἄπειμι, χάριν σοι ἔχω πᾶσαν, ὅτι ἠξίωσάς με συμπανηγυρίσαι σοι καὶ ἰδεῖν ἔργα τὰ σὰ καὶ τῇ διοικήσει σου συμπαρακολουθῆσαι σοί.’ [11] ταῦτά με ἐνθυμούμενον, ταῦτα γράφοντα, ταῦτα ἀναγιγνώσκοντα καταλάβοι θάνατος. [12]

ἀλλ᾽ μήτηρ μου τὴν κεφαλὴν νοσοῦντος οὐ κρατήσει. — ἄπιθι τοίνυν πρὸς τὴν μητέρα: ἄξιος γὰρ εἶ τὴν κεφαλὴν κρατούμενος νοσεῖν. [13]ἀλλ᾽ ἐπὶ κλιναρίου κομψοῦ ἐν οἴκῳ κατεκείμην. — ἄπιθί σου ἐπὶ τὸ κλινάριον: ὑγιαίνων ἄξιος εἶ ἐπὶ τοιούτου κατακεῖσθαι. μὴ τοίνυν ἀπόλλυε, δύνασαι ἐκεῖ ποιεῖν.

ἀλλ᾽ Σωκράτης τί λέγει; [14]ὥσπερ ἄλλος τις,’ φησίν, ‘χαίρειν τὸν ἀγρὸν τὸν αὑτοῦ ποιῶν κρείσσονα, ἄλλος τὸν ἵππον, οὕτως ἐγὼ καθ᾽ ἡμέραν χαίρω παρακολουθῶν ἐμαυτῷ βελτίονι γινομένῳ.’ [15]πρὸς τί; μή τι πρὸς λεξείδια; — ἄνθρωπε, εὐφήμει. — μή τι πρὸς θεωρημάτια; — τί ποιεῖς; — καὶ μὴν οὐ βλέπω, [16] τί ἐστιν ἄλλο, περὶ ἀσχολοῦνται οἱ φιλόσοφοι. — οὐδέν σοι δοκεῖ εἶναι τὸ μηδέποτε ἐγκαλέσαι τινί, μὴ θεῷ, μὴ ἀνθρώπῳ: μὴ μέμψασθαι μηδένα: τὸ αὐτὸ πρόσωπον ἀεὶ καὶ ἐκφέρειν καὶ εἰσφέρειν; [17] ταῦτα ἦν, ᾔδει Σωκράτης, καὶ ὅμως οὐδέποτε εἶπεν, ὅτι οἶδέν τι διδάσκει. εἰ δέ τις λεξείδια ᾔτει θεωρημάτια, ἀπῆγεν πρὸς Πρωταγόραν, πρὸς Ἱππίαν. καὶ γὰρ εἰ λάχανά τις ζητῶν ἐλήλυθεν, πρὸς τὸν κηπουρὸν ἂν αὐτὸν ἀπήγαγεν: τίς οὖν ὑμῶν ἔχει ταύτην τὴν ἐπιβολήν; [18] ἐπεί τοι εἰ εἴχετε, καὶ ἐνοσεῖτε ἂν ἡδέως καὶ [19] ἐπεινᾶτε καὶ ἀπεθνῄσκετε. εἴ τις ὑμῶν ἠράσθη κορασίου κομψοῦ, οἶδεν ὅτι ἀληθῆ λέγω.


σποράδην τινά.

πυθομένου δέ τινος, πῶς νῦν μᾶλλον ἐκπεπονημένου τοῦ λόγου πρότερον μείζονες προκοπαὶ ἦσαν, [2] κατὰ τί, ἔφη, ἐκπεπόνηται καὶ κατὰ τί μείζους αἱ προκοπαὶ τότε ἦσαν; καθὸ γὰρ νῦν ἐκπεπόνηται, κατὰ τοῦτο καὶ προκοπαὶ νῦν εὑρεθήσονται. [3] καὶ νῦν μὲν ὥστε συλλογισμοὺς ἀναλύειν ἐκπεπόνηται καὶ προκοπαὶ γίνονται: τότε δ᾽ ὥστε τὸ ἡγεμονικὸν κατὰ φύσιν ἔχον τηρῆσαι καὶ ἐξεπονεῖτο καὶ προκοπαὶ ἦσαν. [4] μὴ οὖν ἐνάλλασσε μηδὲ ζήτει, ὅταν ἄλλο ἐκπονῇς, ἐν ἄλλῳ προκόπτειν. ἀλλ᾽ ἴδε, εἴ τις ἡμῶν πρὸς τούτῳ ὤν, ὥστε κατὰ φύσιν ἔχειν καὶ διεξάγειν, οὐ προκόπτει. οὐδένα γὰρ εὑρήσεις.

[5] σπουδαῖος ἀήττητος: † γὰρ οὐκ ἀγωνίζεται, ὅπου μὴ κρείσσων, εἰ μὴ ὅπου κρείσσων ἐστίν. [6]εἰκατὰ τὸν ἀγρὸν θέλεις, λάβε: λάβε τοὺς οἰκέτας, λάβε τὴν ἀρχήν, λάβε τὸ σωμάτιον. τὴν δ᾽ ὄρεξιν οὐ ποιήσεις ἀποτευκτικὴν οὐδὲ τὴν ἔκκλισιν περιπτωτικήν.’ [7] εἰς τοῦτον μόνον τὸν ἀγῶνα καθίησιν τὸν περὶ τῶν προαιρετικῶν: πῶς οὖν οὐ μέλλει ἀήττητος εἶναι;

[8] πυθομένου δέ τινος, τί ἐστιν κοινὸς νοῦς, Ὥσπερ, φησίν, κοινή τις ἀκοὴ λέγοιτ᾽ ἂν μόνον φωνῶν διακριτική, δὲ τῶν φθόγγων οὐκέτι κοινή, ἀλλὰ τεχνική, οὕτως ἐστί τινα, οἱ μὴ παντάπασιν διεστραμμένοι τῶν ἀνθρώπων κατὰ τὰς κοινὰς ἀφορμὰς ὁρῶσιν. τοιαύτη κατάστασις κοινὸς νοῦς καλεῖται.

[9] τῶν νέων τοὺς μαλακοὺς οὐκ ἔστι προτρέψαι ῥᾴδιον: οὐδὲ γὰρ τυρὸν ἀγκίστρῳ λαβεῖν: οἱ δ᾽ εὐφυεῖς, κἂν ἀποτρέπῃς, ἔτι μᾶλλον ἔχονται τοῦ λόγου. [10] διὸ καὶ Ῥοῦφος τὰ πολλὰ ἀπέτρεπεν τούτῳ δοκιμαστηρίῳ χρώμενος τῶν εὐφυῶν καὶ ἀφυῶν. ἔλεγε γὰρ ὅτιὡς λίθος, κἂν ἀναβάλῃς, ἐνεχθήσεται κάτω ἐπὶ γῆν κατὰ τὴν αὑτοῦ κατασκευήν, οὕτως καὶ εὐφυής, ὅσῳ μᾶλλον ἀποκρούεταί τις αὐτόν, τοσούτῳ μᾶλλον νεύει ἐφ᾽ πέφυκεν.’


πρὸς τὸν διορθωτὴν τῶν ἐλευθέρων πόλεων Ἐπικούρειον ὄντα.

τοῦ δὲ διορθωτοῦ εἰσελθόντος πρὸς αὐτὸνἦν δ᾽ οὗτος Ἐπικούρειοςἄξιον, ἔφη, τοὺς ἰδιώτας ἡμᾶς παρ᾽ ὑμῶν τῶν φιλοσόφων πυνθάνεσθαι, καθάπερ τοὺς εἰς ξένην πόλιν ἐλθόντας παρὰ τῶν πολιτῶν καὶ εἰδότων, τί κράτιστόν ἐστιν ἐν κόσμῳ, ἵνα καὶ αὐτοὶ ἱστορήσαντες μετίωμεν, ὡς ἐκεῖνοι τὰ ἐν ταῖς πόλεσι, καὶ θεώμεθα. [2] ὅτι μὲν γὰρ τρία ἐστὶ περὶ τὸν ἄνθρωπον, ψυχὴ καὶ σῶμα καὶ τὰ ἐκτός, σχεδὸν οὐδεὶς ἀντιλέγει: λοιπὸν ὑμέτερόν ἐστιν ἀποκρίνασθαι, τί ἐστι τὸ κράτιστον. τί ἐροῦμεν τοῖς ἀνθρώποις; [3] τὴν σάρκα; καὶ διὰ ταύτην Μάξιμος ἔπλευσεν μέχρι Κασσιόπης χειμῶνος μετὰ τοῦ υἱοῦ προπέμπων, ἵν᾽ ἡσθῇ τῇ σαρκί; [4] ἀρνησαμένου δ᾽ ἐκείνου καὶ εἰπόντος Μὴ γένοιτο: οὐ προσήκει περὶ τὸ κράτιστον ἐσπουδακέναι; — πάντων μάλιστα προσήκει. — τί οὖν κρεῖσσον ἔχομεν τῆς σαρκός; — τὴν ψυχήν, ἔφη. — ἀγαθὰ δὲ τὰ τοῦ κρατίστου κρείττονά ἐστιν τὰ τοῦ φαυλοτέρου; [5]τὰ τοῦ κρατίστου. — ψυχῆς δὲ ἀγαθὰ πότερον προαιρετικά ἐστιν ἀπροαίρετα; — προαιρετικά. — προαιρετικὸν οὖν ἐστιν ἡδονὴ ψυχική; [6]ἔφη. — αὕτη δ᾽ ἐπὶ τίσιν γίνεται; πότερον ἐφ᾽ αὑτῇ; ἀλλ᾽ ἀδιανόητόν ἐστιν: προηγουμένην γάρ τινα ὑφεστάναι δεῖ οὐσίαν τοῦ ἀγαθοῦ, ἧς τυγχάνοντες ἡσθησόμεθα κατὰ ψυχήν. — ὡμολόγει καὶ τοῦτο. — ἐπὶ τίνι οὖν ἡσθησόμεθα ταύτην τὴν ψυχικὴν ἡδονήν; [7] εἰ γὰρ ἐπὶ τοῖς ψυχικοῖς ἀγαθοῖς, εὕρηται οὐσία τοῦ ἀγαθοῦ. οὐ γὰρ δύναται ἄλλο μὲν εἶναι ἀγαθόν, ἄλλο δ᾽ ἐφ᾽ εὐλόγως ἐπαιρόμεθα, οὐδὲ τοῦ προηγουμένου μὴ ὄντος ἀγαθοῦ τὸ ἐπιγέννημα ἀγαθὸν εἶναι. ἵνα γὰρ εὔλογον τὸ ἐπιγέννημα, τὸ προηγούμενον δεῖ ἀγαθὸν εἶναι. [8] ἀλλ᾽ οὐ μὴ εἴπητε φρένας ἔχοντες: ἀνακόλουθα γὰρ ἐρεῖτε καὶ Ἐπικούρῳ καὶ τοῖς ἄλλοις ὑμῶν δόγμασιν. [9] ὑπολείπεται λοιπὸν ἐπὶ τοῖς σωματικοῖς ἥδεσθαι τὴν κατὰ ψυχὴν ἡδονήν: πάλιν ἐκεῖνα γίνεται προηγούμενα καὶ οὐσία τοῦ ἀγαθοῦ.

[10] διὰ τοῦτο ἀφρόνως ἐποίησε Μάξιμος, εἰ δι᾽ ἄλλο τι ἔπλευσεν διὰ τὴν σάρκα, τοῦτ᾽ ἔστι διὰ τὸ κράτιστον. [11] ἀφρόνως δὲ ποιεῖ καὶ εἰ ἀπέχεται τῶν ἀλλοτρίων δικαστὴς ὢν καὶ δυνάμενος λαμβάνειν. ἀλλ᾽ ἄν σοι δόξῃ, ἐκεῖνο μόνον σκεπτώμεθα, ἵνα κεκρυμμένως, ἵν᾽ ἀσφαλῶς, ἵνα μή τις γνῷ. [12] τὸ γὰρ κλέψαι οὐδ᾽ αὐτὸς Ἐπίκουρος ἀποφαίνει κακόν, ἀλλὰ τὸ ἐμπεσεῖν: καὶ ὅτι πίστιν περὶ τοῦ λαθεῖν λαβεῖν ἀδύνατον, διὰ τοῦτο λέγει [13]μὴ κλέπτετε.’ ἀλλ᾽ἐγώ σοι λέγω, ὅτι ἐὰν κομψῶς καὶ περιεσταλμένως γίνηται, λησόμεθα:’ εἶτα καὶφίλους ἐν τῇ Ῥώμῃ ἔχομεν δυνατοὺς καὶ φίλιαςκαὶοἱ Ἕλληνες ἀδρανεῖς εἰσιν: οὐδεὶς τολμήσει ἀναβῆναι τούτου ἕνεκα.’ [14] τί ἀπέχῃ τοῦ ἰδίου ἀγαθοῦ; ἄφρον ἐστὶ τοῦτο, ἠλίθιόν ἐστιν. ἀλλ᾽ οὐδ᾽ ἂν λέγῃς μοι, ὅτι ἀπέχῃ, πιστεύσω σοι. [15] ὡς γὰρ ἀδύνατόν ἐστι τῷ ψευδεῖ φαινομένῳ συγκαταθέσθαι καὶ ἀπὸ τοῦ ἀληθοῦς ἀπονεῦσαι, οὕτως ἀδύνατόν ἐστι τοῦ φαινομένου ἀγαθοῦ ἀποστῆναι. πλοῦτος δ᾽ ἀγαθὸν καὶ οἱονανεὶ τὸ ποιητικώτατόν γε τῶν ἡδονῶν. [16] διὰ τί μὴ περιποιήσῃ αὐτόν; διὰ τί δὲ μὴ τὴν τοῦ γείτονος γυναῖκα διαφθείρωμεν, ἂν δυνώμεθα λαθεῖν, ἂν δὲ φλυαρῇ ἀνήρ, καὶ αὐτὸν προσεκτραχηλίσωμεν; [17] εἰ θέλεις εἶναι φιλόσοφος οἷος δεῖ, εἴ γε τέλειος, εἰ ἀκολουθῶν σου τοῖς δόγμασιν: εἰ δὲ μή, οὐδὲν διοίσεις ἡμῶν τῶν λεγομένων Στωικῶν: καὶ αὐτοὶ γὰρ ἄλλα λέγομεν, ἄλλα δὲ ποιοῦμεν. [18] ἡμεῖς λέγομεν τὰ καλά, ποιοῦμεν τὰ αἰσχρά: σὺ τὴν ἐναντίαν διαστροφὴν ἔσῃ διεστραμμένος δογματίζων τὰ αἰσχρά, ποιῶν τὰ καλά.

τὸν θεόν σοι, ἐπινοεῖς Ἐπικουρείων πόλιν; [19]ἐγὼ οὐ γαμῶ.’ ‘οὐδ᾽ ἐγώ: οὐ γὰρ γαμητέον.’ ἀλλ᾽ οὐδὲ παιδοποιητέον, ἀλλ᾽ οὐδὲ πολιτευτέον. τί οὖν γένηται; πόθεν οἱ πολῖται; τίς αὐτοὺς παιδεύσει; τίς ἐφήβαρχος, τίς γυμνασίαρχος; τί δὲ καὶ παιδεύσει αὐτούς; Λακεδαιμόνιοι ἐπαιδεύοντο Ἀθηναῖοι; [20] λάβε μοι νέον, ἄγαγε κατὰ τὰ δόγματά σου. πονηρά ἐστι τὰ δόγματα, ἀνατρεπτικὰ πόλεως, λυμαντικὰ οἴκων, οὐδὲ γυναιξὶ πρέποντα. ἄφες ταῦτ᾽, ἄνθρωπε. [21] ζῇς ἐν ἡγεμονούσῃ πόλει: ἄρχειν σε δεῖ, κρίνειν δικαίως, ἀπέχεσθαι τῶν ἀλλοτρίων, σοὶ καλὴν γυναῖκα φαίνεσθαι μηδεμίαν τὴν σήν, καλὸν παῖδα μηδένα, καλὸν ἀργύρωμα μηδέν, χρύσωμα μηδέν. τούτοις σύμφωνα δόγματα ζήτησον, [22] ἀφ᾽ ὧν ὁρμώμενος ἡδέως ἀφέξῃ πραγμάτων οὕτως πιθανῶν πρὸς τὸ ἀγαγεῖν καὶ νικῆσαι. [23] ἂν δὲ πρὸς τῇ πιθανότητι τῇ ἐκείνων καὶ φιλοσοφίαν τινά ποτε ταύτην ἐξευρηκότες ὦμεν συνεπωθοῦσαν ἡμᾶς ἐπ᾽ αὐτὰ καὶ ἐπιρρωννύουσαν, τί γένηται; [24] ἐν τορεύματι τί κράτιστόν ἐστιν, ἄργυρος τέχνη; χειρὸς οὐσία μὲν σάρξ, προηγούμενα δὲ τὰ χειρὸς ἔργα. [25] οὐκοῦν καὶ καθήκοντα τρισσά: τὰ μὲν πρὸς τὸ εἶναι, τὰ δὲ πρὸς τὸ ποιὰ εἶναι, τὰ δ᾽ αὐτὰ τὰ προηγούμενα. οὕτως καὶ ἀνθρώπου οὐ τὴν ὕλην δεῖ τιμᾶν, τὰ σαρκίδια, ἀλλὰ τὰ προηγούμενα. [26] τίνα ἐστὶ ταῦτα; πολιτεύεσθαι, γαμεῖν, παιδοποιεῖσθαι, θεὸν σέβειν, γονέων ἐπιμελεῖσθαι, καθόλου ὀρέγεσθαι, ἐκκλίνειν, ὁρμᾶν, ἀφορμᾶν, ὡς ἕκαστον τούτων δεῖ ποιεῖν, ὡς πεφύκαμεν. πεφύκαμεν δὲ πῶς; [27] ὡς ἐλεύθεροι, ὡς γενναῖοι, ὡς αἰδήμονες. ποῖον γὰρ ἄλλο ζῷον ἐρυθριᾷ, ποῖον αἰσχροῦ φαντασίαν λαμβάνει; [28] τὴν ἡδονὴν δ᾽ ὑπόταξαι τούτοις ὡς διάκονον, ὡς ὑπηρέτιν, ἵνα προθυμίας ἐκκαλέσηται, ἵν᾽ ἐν τοῖς κατὰ φύσιν ἔργοις παρακρατῇ.

ἀλλ᾽ ἐγὼ πλούσιός εἰμι καὶ οὐδενὸς χρεία μοί ἐστιν. [29]τί οὖν ἔτι προσποιῇ φιλοσοφεῖν; ἀρκεῖ τὰ χρυσώματα καὶ τὰ ἀργυρώματα: τί σοι χρεία δογμάτων; [30]ἀλλὰ καὶ κριτής εἰμι τῶν Ἑλλήνων. — οἶδας κρίνειν; τί σε ἐποίησεν εἰδέναι; — Καῖσάρ μοι κωδίκελλον ἔγραψεν. — Γραψάτω σοι, ἵνα κρίνῃς περὶ τῶν μουσικῶν: καὶ τί σοι ὄφελος; [31] ὅμως δὲ πῶς κριτὴς ἐγένου; τὴν τίνος χεῖρα καταφιλήσας, τὴν Συμφόρου τὴν Νουμηνίου; τίνος πρὸ τοῦ κοιτῶνος κοιμηθείς; τίνι πέμψας δῶρα; εἶτα οὐκ αἰσθάνῃ, ὅτι τοσούτου ἄξιόν ἐστι κριτὴν εἶναι ὅσου Νουμήνιος; — ἀλλὰ δύναμαι ὃν θέλω εἰς φυλακὴν βαλεῖν. [32]ὡς λίθον. — ἀλλὰ δύναμαι ξυλοκοπῆσαι ὃν θέλω. — ὡς ὄνον. οὐκ ἔστι τοῦτο ἀνθρώπων ἀρχή. [33] ὡς λογικῶν ἡμῶν ἄρξον δεικνὺς ἡμῖν τὰ συμφέροντα καὶ ἀκολουθήσομεν: δείκνυε τὰ ἀσύμφορα καὶ ἀποστραφησόμεθα. [34] ζηλωτὰς ἡμᾶς κατασκεύασον σεαυτοῦ ὡς Σωκράτης ἑαυτοῦ. ἐκεῖνος ἦν ὡς ἀνθρώπων ἄρχων, κατεσκευακὼς ὑποτεταχότας αὐτῷ τὴν ὄρεξιν τὴν αὑτῶν, τὴν ἔκκλισιν, τὴν ὁρμήν, τὴν ἀφορμήν. [35]τοῦτο ποίησον, τοῦτο μὴ ποιήσῃς: εἰ δὲ μή, εἰς φυλακήν σε βαλῶ.’ οὐκέτι ὡς λογικῶν ἀρχὴ γίνεται. [36] ἀλλ᾽ὡς Ζεὺς διέταξεν, τοῦτο ποίησον: ἂν δὲ μὴ ποιήσῃς, ζημιωθήσῃ, βλαβήσῃ.’ ποίαν βλάβην; ἄλλην οὐδεμίαν, ἀλλὰ τὸ μὴ ποιῆσαι δεῖ: ἀπολέσεις τὸν πιστόν, τὸν αἰδήμονα, τὸν κόσμιον. τούτων ἄλλας βλάβας μείζονας μὴ ζήτει.


πῶς πρὸς τὰς φαντασίας γυμναστέον.

ὡς πρὸς τὰ ἐρωτήματα τὰ σοφιστικὰ γυμναζόμεθα, οὕτως καὶ πρὸς τὰς φαντασίας καθ᾽ ἡμέραν ἔδει γυμνάζεσθαι: προτείνουσι γὰρ ἡμῖν καὶ αὗται ἐρωτήματα. [2] υἱὸς ἀπέθανε τοῦ δεῖνος. ἀπόκριναιἀπροαίρετον, οὐ κακόν.’ πατὴρ τὸν δεῖνα ἀποκληρονόμον ἀπέλειπεν. τί σοι δοκεῖ; ‘ἀπροαίρετον, οὐ κακόν.’ Καῖσαρ αὐτὸν κατέκρινεν. [3]ἀπροαίρετον, οὐ κακόν.’ ἐλυπήθη ἐπὶ τούτοις. ‘προαιρετικόν, κακόν.’ γενναίως ὑπέμεινεν. ‘προαιρετικόν, ἀγαθόν.’ [4] κἂν οὕτως ἐθιζώμεθα, προκόψομεν: οὐδέποτε γὰρ ἄλλῳ συγκαταθησόμεθα οὗ φαντασία καταληπτικὴ γίνεται. [5] υἱὸς ἀπέθανε. τί ἐγένετο; υἱὸς ἀπέθανεν. ἄλλο οὐδέν; οὐδεέν. τὸ πλοῖον ἀπώλετο. τί ἐγένετο; τὸ πλοῖον ἀπώλετο. εἰς φυλακὴν ἀπήχθη. τί γέγονεν; εἰς φυλακὴν ἀπήχθη. τὸ δ᾽ ὅτικακῶς πέπραχεν[6] ἐξ αὑτοῦ ἕκαστος προστίθησιν. ‘ἀλλ᾽ οὐκ ὀρθῶς ταῦτα Ζεὺς ποιεῖ.’ διὰ τί; ὅτι σε ὑπομενητικὸν ἐποίησεν, ὅτι μεγαλόψυχον, ὅτι ἀφεῖλεν αὐτῶν τὸ εἶναι κακά, ὅτι ἔξεστίν σοι πάσχοντι ταῦτα εὐδαιμονεῖν, ὅτι σοι τὴν θύραν ἤνοιξεν, ὅταν σοι μὴ ποιῇ; ἄνθρωπε, ἔξελθε καὶ μὴ ἐγκάλει. [7]

πῶς ἔχουσι Ῥωμαῖοι πρὸς φιλοσόφους ἂν θέλῃς γνῶναι, ἄκουσον. Ἰταλικὸς μάλιστα δοκῶν αὐτῶν φιλόσοφος εἶναι παρόντος ποτέ μου χαλεπήνας τοῖς ἰδίοις, ὡς ἀνήκεστα πάσχων, ‘οὐ δύναμαι,’ ἔφη, ‘φέρειν: ἀπόλλυτέ με, ποιήσετέ με τοιοῦτον γενέσθαι,’ δείξας ἐμέ.


πρός τινα ῥήτορα ἀνιόντα εἰς Ῥώμην ἐπὶ δίκῃ.

εἰσελθόντος δέ τινος πρὸς αὐτόν, ὃς εἰς Ῥώμην ἀνῄει δίκην ἔχων περὶ τιμῆς τῆς αὑτοῦ, πυθόμενος τὴν αἰτίαν, δι᾽ ἣν ἄνεισιν, ἐπερωτήσαντος ἐκείνου, τίνα γνώμην ἔχει περὶ τοῦ πράγματος, [2] εἴ μου πυνθάνῃ, τί πράξεις ἐν Ῥώμῃ, φησίν, πότερον κατορθώσεις ἀποτεύξῃ, θεώρημα πρὸς τοῦτο οὐκ ἔχω: εἰ δὲ πυνθάνῃ, πῶς πράξεις, τοῦτο εἰπεῖν, ὅτι, εἰ μὲν ὀρθὰ δόγματα ἔχεις, καλῶς, εἰ δὲ φαῦλα, κακῶς. παντὶ γὰρ αἴτιον τοῦ πράσσειν τι δόγμα. [3] τί γάρ ἐστιν, ἐπεθύμησας προστάτης χειροτονηθῆναι Κνωσίων; τὸ δόγμα. τί ἐστιν, δι᾽ νῦν εἰς Ῥώμην ἀνέρχῃ; τὸ δόγμα. καὶ μετὰ χειμῶνος καὶ κινδύνου καὶ ἀναλωμάτων; — ἀνάγκη γάρ ἐστιν. — τίς σοι λέγει τοῦτο; [4] τὸ δόγμα. οὐκοῦν εἰ πάντων αἴτια τὰ δόγματα, φαῦλα δέ τις ἔχει δόγματα, οἷον ἂν τὸ αἴτιον, τοιοῦτον καὶ τὸ ἀποτελούμενον. [5] ἆρ᾽ οὖν πάντες ἔχομεν ὑγιῆ δόγματα καὶ σὺ καὶ ἀντίδικός σου; καὶ πῶς διαφέρεσθε; ἀλλὰ σὺ μᾶλλον ἐκεῖνος; διὰ τί; δοκεῖ σοι. κἀκείνῳ καὶ τοῖς μαινομένοις. τοῦτο πονηρὸν κριτήριον. ἀλλὰ δεῖξόν μοι, [6] ὅτι ἐπίσκεψίν τινα καὶ ἐπιμέλειαν πεποίησαι τῶν σαυτοῦ δογμάτων. καὶ ὡς νῦν εἰς Ῥώμην πλεῖς ἐπὶ τῷ προστάτης εἶναι Κνωσίων καὶ οὐκ ἐξαρκεῖ σοι μένειν ἐν οἴκῳ τὰς τιμὰς ἔχοντι ἃς εἶχες, ἀλλὰ μείζονός τινος ἐπιθυμεῖς καὶ ἐπιφανεστέρου, πότε οὕτως ἔπλευσας ὑπὲρ τοῦ τὰ δόγματα ἐπισκέψασθαι τὰ σαυτοῦ καὶ εἴ τι φαῦλον ἔχεις, ἐκβαλεῖν; [7] τίνι προσελήλυθας τούτου ἕνεκα; ποῖον χρόνον ἐπέταξας σαυτῷ, ποίαν ἡλικίαν; ἔπελθέ σου τοὺς χρόνους, εἰ ἐμὲ αἰσχύνῃ, αὐτὸς πρὸς σαυτόν. [8] ὅτε παῖς ἦς, ἐξήταζες τὰ σαυτοῦ δόγματα; οὐχὶ δ᾽ ὡς πάντα ποιεῖς, ἐποίεις ἐποίεις; ὅτε δὲ μειράκιον ἤδη καὶ τῶν ῥητόρων ἤκουες καὶ αὐτὸς ἐμελέτας, τί σοι λείπειν ἐφαντάζου; [9] ὅτε δὲ νεανίσκος καὶ ἤδη ἐπολιτεύου καὶ δίκας αὐτὸς ἔλεγες καὶ εὐδοκίμεις, τίς σοι ἔτι ἴσος ἐφαίνετο; ποῦ δ᾽ ἂν ἠνέσχου ὑπό τινος ἐξεταζόμενος, ὅτι πονηρὰ ἔχεις δόγματα; [10] τί οὖν σοι θέλεις εἴπω; — βοήθησόν μοι εἰς τὸ πρᾶγμα. — οὐκ ἔχω πρὸς τοῦτο θεωρήματα: οὐδὲ σύ, εἰ τούτου ἕνεκα ἐλήλυθας πρὸς ἐμέ, ὡς πρὸς φιλόσοφον ἐλήλυθας, ἀλλ᾽ ὡς πρὸς λαχανοπώλην, ἀλλ᾽ ὡς πρὸς σκυτέα. [11]πρὸς τί οὖν ἔχουσιν οἱ φιλόσοφοι θεωρήματα; — πρὸς τοῦτο, τι ἂν ἀποβῇ, τὸ ἡγεμονικὸν ἡμῶν κατὰ φύσιν ἔχειν καὶ διεξάγειν. μικρόν σοι δοκεῖ τοῦτο; — οὔ: ἀλλὰ τὸ μέγιστον. — τί οὖν; ὀλίγου χρόνου χρείαν ἔχει καὶ ἔστι παρερχόμενον αὐτὸ λαβεῖν; εἰ δύνασαι, λάμβανε.

εἶτ᾽ ἐρεῖς [12]συνέβαλλον Ἐπικτήτῳ ὡς λίθῳ, ὡς ἀνδριάντι.’ εἶδες γάρ με καὶ πλέον οὐδέν. ἀνθρώπῳ δ᾽ ὡς ἀνθρώπῳ συμβάλλει τὰ δόγματα αὐτοῦ καταμανθάνων καὶ ἐν τῷ μέρει τὰ ἴδια δεικνύων. [13] κατάμαθέ μου τὰ δόγματα, δεῖξόν μοι τὰ σὰ καὶ οὕτως λέγε συμβεβληκέναι μοι. ἐλέγξωμεν ἀλλήλους: εἴ τι ἔχω κακὸν δόγμα, ἄφελε αὐτό: εἴ τι ἔχεις, θὲς εἰς τὸ μέσον. τοῦτό ἐστι φιλοσόφῳ συμβάλλειν. [14] οὔ: ἀλλὰπάροδός ἐστι καὶ ἕως τὸ πλοῖον μισθούμεθα, δυνάμεθα καὶ Ἐπίκτητον ἰδεῖν: ἴδωμεν, τί ποτε λέγει.’ εἶτ᾽ ἐξελθὼνοὐδὲν ἦν Ἐπίκτητος, ἐσολοίκιζεν, ἐβαρβάριζεν.’ τίνος γὰρ ἄλλου κριταὶ εἰσέρχεσθε; [15]ἀλλ᾽ ἂν πρὸς τούτοις,’ φησίν, ‘, ἀγρὸν οὐχ ἕξω ὡς οὐδὲ σύ, ποτήρια ἀργυρᾶ οὐχ ἕξω ὡς οὐδὲ σύ, κτήνη καλὰ ὡς οὐδὲ σύ.’ [16] πρὸς ταῦτα ἴσως ἀρκεῖ ἐκεῖνο εἰπεῖν ὅτιἀλλὰ χρείαν αὐτῶν οὐκ ἔχω: σὺ δ᾽ ἂν πολλὰ κτήσῃ, ἄλλων χρείαν ἔχεις, θέλεις οὐ θέλεις, πτωχότερός μου.’ [17]τίνος οὖν ἔχω χρείαν; — τοῦ σοὶ μὴ παρόντος: τοῦ εὐσταθεῖν, τοῦ κατὰ φύσιν ἔχειν τὴν διάνοιαν, τοῦ μὴ ταράττεσθαι. [18] πάτρων, οὐ πάτρων, τί μοι μέλει; σοὶ μέλει. πλουσιώτερός σου εἰμί: οὐκ ἀγωνιῶ, τί φρονήσει περὶ ἐμοῦ Καῖσαρ: οὐδένα κολακεύω τούτου ἕνεκα. ταῦτα ἔχω ἀντὶ τῶν ἀργυρωμάτων, ἀντὶ τῶν χρυσωμάτων. σὺ χρυσᾶ σκεύη, ὀστράκινον τὸν λόγον, τὰ δόγματα, τὰς συγκαταθέσεις, τὰς ὁρμάς, τὰς ὀρέξεις. [19] ὅταν δὲ ταῦτα ἔχω κατὰ φύσιν, διὰ τί μὴ φιλοτεχνήσω καὶ περὶ τὸν λόγον; εὐσχολῶ γάρ: οὐ περισπᾶταί μου διάνοια. τί ποιήσω μὴ περισπώμενος; τούτου τί ἀνθρωπικώτερον ἔχω; [20] ὑμεῖς ὅταν μηδὲν ἔχητε, ταράσσεσθε, εἰς θέατρον εἰσέρχεσθε ἀναλύετε: διὰ τί φιλόσοφος μὴ ἐξεργάσηται τὸν αὑτοῦ λόγον; [21] σὺ κρυστάλλινα, ἐγὼ τὰ τοῦ Ψευδομένου: σὺ μούρρινα, ἐγὼ τὰ τοῦ Ἀποφάσκοντος. σοὶ πάντα μικρὰ φαίνεται ἔχεις, ἐμοὶ τὰ ἐμὰ πάντα μεγάλα. ἀπλήρωτός σου ἐστὶν ἐπιθυμία, ἐμὴ πεπλήρωται. [22] τοῖς παιδίοις εἰς στενόβρογχον κεράμιον καθιεῖσιν τὴν χεῖρα καὶ ἐκφέρουσιν ἰσχαδοκάρυα τοῦτο συμβαίνει: ἂν πληρώσῃ τὴν χεῖρα, ἐξενεγκεῖν οὐ δύναται, εἶτα κλάει. ἄφες ὀλίγα ἐξ αὐτῶν καὶ ἐξοίσεις. καὶ σὺ ἄφες τὴν ὄρεξιν: μὴ πολλῶν ἐπιθύμει καὶ οἴσεις.


πῶς φέρειν δεῖ τὰς νόσους.

ἑκάστου δόγματος ὅταν χρεία παρῇ, πρόχειρον αὐτὸ ἔχειν δεῖ: ἐπ᾽ ἀρίστῳ τὰ περὶ ἀρίστου, ἐν βαλανείῳ τὰ περὶ βαλανείου, ἐν κοίτῃ τὰ περὶ κοίτης. [2]

μηδ᾽ ὕπνον μαλακοῖσιν ἐπ᾽ ὄμμασι προσδέξασθαι,
πρὶν τῶν ἡμερινῶν ἔργων λογίσασθαι ἕκαστα: [3]
πῇ παρέβην; τί δ᾽ ἔρεξα; τί μοι δέον οὐ τετέλεσται;
ἀρξάμενος δ᾽ ἀπὸ τοῦδεἐπέξιθι: καὶ μετέπειτα
δειλὰ μὲνῥέξας ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπου.
καὶ τούτους τοὺς στίχους κατέχειν χρηστικῶς, [4] οὐχ ἵνα δι᾽ αὐτῶν ἀναφωνῶμεν, ὡς διὰ τοῦ Παιὰν Ἄπολλον. πάλιν ἐν πυρετῷ τὰ πρὸς τοῦτο: [5] μή, ἂν πυρέξωμεν, ἀφιέναι πάντα καὶ ἐπιλανθάνεσθαι: ‘ἂν ἐγὼ ἔτι φιλοσοφήσω, θέλει γινέσθω. πού ποτ᾽ ἀπελθόντα τοῦ σωματίου ἐπιμελεῖσθαι †’ [6] εἴ τε καὶ πυρετὸς οὐκ ἔρχεται. τὸ δὲ φιλοσοφῆσαι τί ἐστιν; οὐχὶ παρασκευάσασθαι πρὸς τὰ συμβαίνοντα; οὐ παρακολουθεῖς οὖν, ὅτι τοιοῦτόν τι λέγειςἂν ἔτι ἐγὼ παρασκευάσωμαι πρὸς τὸ πρᾴως φέρειν τὰ συμβαίνοντα, θέλει γινέσθω;’ οἷον εἴ τις πληγὰς λαβὼν ἀποσταίη τοῦ παγκρατιάζειν. [7] ἀλλ᾽ ἐκεῖ μὲν ἔξεστι καταλῦσαι καὶ μὴ δέρεσθαι, ἐνθάδε δ᾽ ἂν καταλύσωμεν φιλοσοφοῦντες, τί ὄφελος; τί οὖν δεῖ λέγειν αὐτὸν ἐφ᾽ ἑκάστου τῶν τραχέων; ὅτιἕνεκα τούτου ἐγυμναζόμην, ἐπὶ τοῦτο ἤσκουν.’ [8] θεός σοι λέγειδός μοι ἀπόδειξιν, εἰ νομίμως ἤθλησας, εἰ ἔφαγες ὅσα δεῖ, εἰ ἐγυμνάσθης, εἰ τοῦ ἀλείπτου ἤκουσας:’ εἶτ᾽ ἐπ᾽ αὐτοῦ τοῦ ἔργου καταμαλακίζῃ; νῦν τοῦ πυρέττειν καιρός ἐστιν, τοῦτο καλῶς γινέσθω: τοῦ διψᾶν, δίψα καλῶς: τοῦ πεινᾶν, πείνα καλῶς. [9] οὐκ ἐξἔστιν ἐπὶ σοί; τίς σε κωλύσει; ἀλλὰ πιεῖν μὲν κωλύσει ἰατρός, καλῶς δὲ διψᾶν οὐ δύναται: καὶ φαγεῖν μὲν κωλύσει, πεινᾶν δὲ καλῶς