περὶ καλλωπισμοῦ.
εἰσιόντος τινὸς πρὸς αὐτὸν νεανίσκου ῥητορικοῦ περιεργότερον ἡρμοσμένου τὴν κόμην καὶ τὴν ἄλλην περιβολὴν κατακοσμοῦντος Εἰπέ μοι, ἔφη, εἰ οὐ δοκοῦσίν σοι κύνες τ᾽ εἶναι καλοί τινες καὶ ἵπποι καὶ οὕτως τῶν ἄλλων ζῴων ἕκαστον; [2] — δοκοῦσιν, ἔφη. — οὐκοῦν καὶ ἄνθρωποι οἱ μὲν καλοί, οἱ δ᾽ αἰσχροί; — πῶς γὰρ οὔ; — πότερον οὖν κατὰ τὸ αὐτὸ ἕκαστα τούτων ἐν τῷ αὐτῷ γένει καλὰ προσαγορεύομεν ἢ ἰδίως ἕκαστον; οὕτως δ᾽ ὄψει αὐτό. [3] ἐπειδὴ πρὸς ἄλλο μὲν ὁρῶμεν κύνα πεφυκότα, πρὸς ἄλλον δ᾽ ἵππον, πρὸς ἄλλο δ᾽ εἰ οὕτως τύχοι ἀηδόνα, καθόλου μὲν οὐκ ἀτόπως ἀποφήναιτ᾽ ἄν τις ἕκαστον τηνικαῦτα καλὸν εἶναι, ὁπότε κατὰ τὴν αὑτοῦ φύσιν κράτιστ᾽ ἔχοι: ἐπεὶ δ᾽ ἡ φύσις ἑκάστου διάφορός ἐστιν, διαφόρως εἶναί μοι δοκεῖ ἕκαστον αὐτῶν καλόν: ἢ γὰρ οὔ; [4] — ὡμολόγει. — οὐκ οὖν ὅπερ κύνα ποιεῖ καλόν, τοῦτο ἵππον αἰσχρόν, ὅπερ δ᾽ ἵππον καλόν, τοῦτο κύνα αἰσχρόν, εἴ γε διάφοροι αἱ φύσεις εἰσὶν αὐτῶν; [5] — ἔοικεν. — καὶ γὰρ τὸ παγκρατιαστὴν οἶμαι ποιοῦν καλὸν τοῦτο παλαιστὴν οὐκ ἀγαθὸν ποιεῖ, δρομέα δὲ καὶ γελοιότατον: καὶ ὁ πρὸς πενταθλίαν καλὸς ὁ αὐτὸς οὗτος πρὸς πάλην αἴσχιστος; — οὕτως, ἔφη. [6] — τί οὖν ποιεῖ ἄνθρωπον καλὸν ἢ ὅπερ τῷ γένει καὶ κύνα καὶ ἵππον; — τοῦτο, ἔφη. — τί οὖν ποιεῖ κύνα καλόν; ἡ ἀρετὴ ἡ κυνὸς παροῦσα. τί ἵππον; ἡ ἀρετὴ ἡ ἵππου παροῦσα. τί οὖν ἄνθρωπον; μή ποθ᾽ ἡ ἀρετὴ ἡ ἀνθρώπου παροῦσα; [7] καὶ σὺ οὖν εἰ θέλεις καλὸς εἶναι, νεανίσκε, τοῦτο ἐκπόνει, τὴν ἀρετὴν τὴν ἀνθρωπικήν. [8] — τίς δ᾽ ἐστὶν αὕτη; — ὅρα, τίνας αὐτὸς ἐπαινεῖς, ὅταν δίχα πάθους τινὰς ἐπαινῇς: πότερα τοὺς δικαίους ἢ τοὺς ἀδίκους; — τοὺς δικαίους. — πότερον τοὺς σώφρονας ἢ τοὺς ἀκολάστους; — τοὺς σώφρονας. — τοὺς ἐγκρατεῖς δ᾽ ἢ τοὺς ἀκρατεῖς; — τοὺς ἐγκρατεῖς. [9] — οὐκοῦν τοιοῦτόν τινα ποιῶν σαυτὸν ἴσθι ὅτι καλὸν ποιήσεις: μέχρις δ᾽ ἂν τούτων ἀμελῇς, αἰσχρόν σ᾽ εἶναι ἀνάγκη, κἂν πάντα μηχανᾷ ὑπὲρ τοῦ φαίνεσθαί σε καλόν. [10] ἐντεῦθεν οὐκέτι ἔχω σοι πῶς εἴπω: ἄν τε γὰρ λέγω ἃ φρονῶ, ἀνιάσω σε καὶ ἐξελθὼν τάχα οὐδ᾽ εἰσελεύσῃ: ἄν τε μὴ λέγω, ὅρα οἷον ποιήσω, εἰ σὺ μὲν ἔρχῃ πρὸς ἐμὲ ὠφεληθησόμενος, ἐργὼ δ᾽ οὐκ ὠφελήσω σ᾽ οὐδέν, καὶ σὺ μὲν ὡς πρὸς φιλόσοφον, ἐγὼ δ᾽ οὐδὲν ἐρῶ σοι ὡς φιλόσοφος. [11] πῶς δὲ καὶ ὠμόν ἐστι πρὸς αὐτόν σε τὸ περιιδεῖν ἀνεπανόρθωτον ἄν ποθ᾽ ὕστερον φρένας σχῇς, εὐλόγως μοι ἐγκαλέσεις: [12] ‘τί εἶδεν ἐν ἐμοὶ ὁ Ἐπίκτητος, ἵνα βλέπων με τοιοῦτον εἰσερχόμενον πρὸς αὐτὸν οὕτως αἰσχρῶς ἔχοντα περιίδῃ καὶ μηδέποτε μηδὲ ῥῆμα εἴπῃ; [13] οὕτως μου ἀπέγνω; νέος οὐκ ἤμην; οὐκ ἤμην λόγου ἀκουστικός; πόσοι δ᾽ ἄλλοι νέοι ἐφ᾽ ἡλικίας πολλὰ τοιαῦτα διαμαρτάνουσιν; [14] τινά ποτ᾽ ἀκούω Πολέμωνα ἐξ ἀκολαστοτάτου νεανίσκου τοσαύτην μεταβολὴν μεταβαλεῖν. ἔστω, οὐκ ᾤετό με Πολέμωνα ἔσεσθαι: τὴν μὲν κόμην ἠδύνατό μου διορθῶσαι, τὰ μὲν περιάμματά μου περιελεῖν, ψιλούμενόν με παῦσαι ἠδύνατο, ἀλλὰ βλέπων με — [15] τίνος εἴπω; — σχῆμα ἔχοντα ἐσιώπα.’ ἐγὼ οὐ λέγω, τίνος ἐστὶ τὸ σχῆμα τοῦτο: σὺ δ᾽ αὐτὸ ἐρεῖς τόθ᾽, ὅταν εἰς σαυτὸν ἔλθῃς, καὶ γνώσει, οἷόν ἐστι καὶ τίνες αὐτὸ ἐπιτηδεύουσι. [16] τοῦτό μοι ὕστερον ἂν ἐγκαλῇς, τί ἕξω ἀπολογήσασθαι; ναί: ἀλλ᾽ ἐρῶ καὶ οὐ πεισθήσεται. τῷ γὰρ Ἀπόλλωνι ἐπείσθη ὁ Λάιος; οὐκ ἀπελθὼν καὶ μεθυσθεὶς χαίρειν εἶπεν τῷ χρησμῷ; τί οὖν; παρὰ τοῦτο οὐκ εἶπεν αὐτῷ ὁ Ἀπόλλων τὰς ἀληθείας; [17] καίτοι ἐγὼ μὲν οὐκ οἶδα οὔτ᾽ εἰ πεισθήσῃ μοι οὔτ᾽ εἰ μή: ἐκεῖνος δ᾽ ἀκριβέστατα ᾔδει, ὅτι οὐ πεισθήσεται, καὶ ὅμως εἶπεν. [18] — διὰ τί δ᾽ εἶπεν; — διὰ τί δὲ Ἀπόλλων ἐστίν; διὰ τί δὲ χρησμῳδεῖ; διὰ τί δ᾽ εἰς ταύτην τὴν χώραν ἑαυτὸν κατατέταχεν, ὥστε μάντις εἶναι καὶ πηγὴ τῆς ἀληθείας καὶ πρὸς αὐτὸν ἔρχεσθαι τοὺς ἐκ τῆς οἰκουμένης; διὰ τί δὲ προγέγραπται τὸ γνῶθι σαυτὸν μηδενὸς αὐτὸ νοοῦντος; [19] Σωκράτης πάντας ἔπειθε τοὺς προσιό ντας ἐπιμελεῖσθαι ἑαυτῶν; οὐδὲ τὸ χιλιοστὸν μέρος. ἀλλ᾽ ὅμως ἐπειδὴ εἰς ταύτην τὴν τάξιν ὑπὸ τοῦ δαιμονίου, ὥς φησιν αὐτός, κατετάχθη, μηκέτι ἐξέλιπεν. ἀλλὰ καὶ πρὸς τοὺς δικαστὰς τί λέγει; [20] ‘ἄν μ᾽ ἀφῆτε,’ φησίν, ‘ἐπὶ τούτοις, ἵνα μηκέτι ταῦτα πράσσω ἃ νῦν, οὐκ ἀνέξομαι οὐδ᾽ ἀνήσω: ἀλλὰ καὶ νέῳ καὶ πρεσβυτέρῳ καὶ ἁπλῶς ἀεὶ τῷ ἐντυγχάνοντι προσελθὼν πεύσομαι ταῦτα ἃ καὶ νῦν πυνθάνομαι, πολὺ δὲ μάλιστα ὑμῶν, φησί, τῶν πολιτῶν, ὅτι ἐγγυτέρω μου γένει ἐστέ.’ [21] οὕτως περίεργος εἶ, ὦ Σώκρατες, καὶ πολυπράγμων; τί δέ σοι μέλει, τί ποιοῦμεν; ‘οἷον καὶ λέγεις; κοινωνός μου ὢν καὶ συγγενὴς ἀμελεῖς σεαυτοῦ καὶ τῇ πόλει παρέχεις πολίτην κακὸν καὶ τοῖς συγγενέσι συγγενῆ καὶ τοῖς γείτοσι γείτονα.’ [22] ‘σὺ οὖν τίς εἶ;’ ἐνταῦθα μέγα ἐστὶ τὸ εἰπεῖν ὅτι ‘οὗτός εἰμι, ᾧ δεῖ μέλειν ἀνθρώπων.’ οὐδὲ γὰρ λέοντι τὸ τυχὸν βοίδιον τολμᾷ ἀντιστῆναι αὐτῷ: ἂν δ᾽ ὁ ταῦρος προσελθὼν ἀνθίστηται, λέγε αὐτῷ, ἄν σοι δόξῃς, [23] ‘σὺ δὲ τίς εἶ;’ καὶ ‘τί σοὶ μέλει;’ ἄνθρωπε, ἐν παντὶ γένει φύεταί τι ἐξαίρετον: ἐν βουσίν, ἐν κυσίν, ἐν μελίσσαις, ἐν ἵπποις. μὴ δὴ λέγε τῷ ἐξαιρέτῳ ‘σὺ οὖν τί εἶ;’ εἰ δὲ μή, ἐρεῖ σοι φωνήν ποθεν λαβὸν ‘ἐγώ εἰμι τοιοῦτον οἷον ἐν ἱματίῳ πορφύρα: μή μ᾽ ἀξίου ὅμοιον εἶναι τοῖς ἄλλοις ἢ τῇ φύσει μου μέμφου, ὅτι με διαφέροντα παρὰ τοὺς ἄλλους ἐποίησεν.’ [24] τί οὖν; ἐγὼ τοιοῦτος; πόθεν; σὺ γὰρ τοιοῦτος οἷος ἀκούειν τἀληθῆ; ὤφελεν. ἀλλ᾽ ὅμως ἐπεί πως κατεκρίθην πώγωνα ἔχειν πολιὸν καὶ τρίβωνα καὶ σὺ εἰσέρχῃ πρὸς ἐμὲ ὡς πρὸς φιλόσοφον, οὐ χρήσομαί σοι ὠμῶς οὐδ᾽ ἀπογνωστικῶς, ἀλλ᾽ ἐρῶ: νεανίσκε, τίνα θέλεις καλὸν ποιεῖν; γνῶθι πρῶτον τίς εἶ καὶ οὕτως κόσμει σεαυτόν. [25] ἄνθρωπος εἶ: τοῦτο δ᾽ ἐστὶ θνητὸν ζῷον χρηστικὸν φαντασίαις λογικῶς. τὸ δὲ λογικῶς τί ἐστιν; φύσει ὁμολογουμένως καὶ τελέως. τί οὖν ἐξαίρετον ἔχεις; τὸ ζῷον; οὔ. τὸ θνητόν; οὔ. τὸ χρηστικὸν φαντασίαις; [26] οὔ. τὸ λογικὸν ἔχεις ἐξαίρετον: τοῦτο κόσμει καὶ καλλώπιζε: τὴν κόμην δ᾽ ἄφες τῷ πλάσαντι ὡς αὐτὸς ἠθέλησεν. [27] ἄγε, τίνας ἄλλας ἔχεις προσηγορίας; ἀνὴρ εἶ ἢ γυνή; — ἀνήρ. — ἄνδρα οὖν καλλώπιζε, μὴ γυναῖκα. ἐκείνη φύσει λεία γέγονε καὶ τρυφερά: κἂν ἔχῃ τρίχας πολλάς, τέρας ἐστὶ καὶ ἐν τοῖς τέρασιν ἐν Ῥώμῃ δείκνυται. [28] τοῦτο δ᾽ ἐπ᾽ ἀνδρός ἐστι τὸ μὴ ἔχειν: κἂν μὲν φύσει μὴ ἔχῃ, τέρας ἐστίν, ἂν δ᾽ αὐτὸς ἑαυτοῦ ἐκκόπτῃ καὶ ἀποτίλλῃ, τί αὐτὸν ποιήσωμεν; ποῦ αὐτὸν δείξωμεν καὶ τί προγράψωμεν; ‘δείξω ὑμῖν ἄνδρα, ὃς θέλει μᾶλλον γυνὴ εἶναι ἢ ἀνήρ.’ [29] ὦ δεινοῦ θεάματος: οὐδεὶς οὐχὶ θαυμάσει τὴν προγραφήν: νὴ τὸν Δία, οἶμαι ὅτι αὐτοὶ οἱ τιλλόμενοι οὐ παρακολουθοῦντες, ὅτι τοῦτ᾽ αὐτό ἐστιν, ὃ ποιοῦσιν, ποιοῦσιν. ἄνθρωπε, τί ἔχεις ἐγκαλέσαι σου τῇ φύσει; [30] ὅτι σε ἄνδρα ἐγέννησεν; τί οὖν; πάσας ἔδει γυναῖκας γεννῆσαι; καὶ τί ἂν ὄφελος ἦν σοι τοῦ κοσμεῖσθαι; τίνι ἂν ἐκοσμοῦ, εἰ πάντες ἦσαν γυναῖκες; [31] ἀλλ᾽ οὐκ ἀρέσκει σοι τὸ πραγμάτιον: ὅλον δι᾽ ὅλων αὐτὸ ποίησον: ἆρον — τί ποτ᾽ ἐκεῖνο; — τὸ αἴτιον τῶν τριχῶν: ποίησον εἰς ἅπαντα σαυτὸν γυναῖκα, ἵνα μὴ πλανώμεθα, μὴ τὸ μὲν ἥμισυ ἀνδρός, τὸ δ᾽ ἥμισυ γυναικός. [32] τίνι θέλεις ἀρέσαι; τοῖς γυναικαρίοις; ὡς ἀνὴρ αὐτοῖς ἄρεσον. ‘ναί: ἀλλὰ τοῖς λείοις χαίρουσιν.’ οὐκ ἀπάγξῃ; καὶ εἰ τοῖς κιναίδοις ἔχαιρον, ἐγένου ἂν κίναιδος; [33] τοῦτό σοι τὸ ἔργον ἐστίν, ἐπὶ τοῦτο ἐγεννήθης, ἵνα σοι αἱ γυναῖκες αἱ ἀκόλαστοι χαίρωσιν; [34] τοιοῦτόν σε θῶμεν πολίτην Κορινθίων, κἂν οὕτως τύχῃ, ἀστυνόμον ἢ ἐφήβαρχον ἢ στρατηγὸν ἢ ἀγωνοθέτην; [35] ἄγε καὶ γαμήσας τίλλεσθαι μέλλεις; τίνι καὶ ἐπὶ τί; καὶ παιδία ποιήσας εἶτα κἀκεῖνα τιλλόμενα ἡμῖν εἰσάξεις εἰς τὸ πολίτευμα; καλὸς πολίτης καὶ βουλευτὴς καὶ ῥήτωρ. τοιούτους δεῖ νέους εὔχεσθαι ἡμῖν φύεσθαι καὶ ἀνατρέφεσθαι; [36] μή, τοὺς θεούς σοι, νεανίσκε: ἀλλ᾽ ἅπαξ ἀκούσας τῶν λόγων τούτων ἀπελθὼν σαυτῷ εἰπὲ ‘ταῦτά μοι Ἐπίκτητος οὐκ εἴρηκεν: πόθεν γὰρ ἐκείνῳ; ἀλλὰ θεός τίς ποτ᾽ εὐμενὴς δι᾽ ἐκείνου. οὐδὲ γὰρ ἂν ἐπῆλθεν Ἐπικτήτῳ ταῦτα εἰπεῖν οὐκ εἰωθότι λέγειν πρὸς οὐδένα. [37] ἄγε οὖν τῷ θεῷ πεισθῶμεν, ἵνα μὴ θεοχόλωτοι ὦμεν.’ οὔ: ἀλλ᾽ ἂν μὲν κόραξ κραυγάζων σημαίνῃ σοί τι, οὐχ ὁ κόραξ ἐστὶν ὁ σημαίνων, ἀλλ᾽ ὁ θεὸς δι᾽ αὐτοῦ: ἂν δὲ δι᾽ ἀνθρωπίνης φωνῆς σημαίνῃ τι, τὸν ἄνθρωπον ποιήσει λέγειν σοι ταῦτα, ἵν᾽ ἀγνοῇς τὴν δύναμιν τοῦ δαιμονίου, ὅτι τοῖς μὲν οὕτως, τοῖς δ᾽ ἐκείνως σημαίνει, περὶ δὲ τῶν μεγίστων καὶ κυριωτάτων [38] διὰ καλλίστου ἀγγέλου σημαίνει; τί ἐστιν ἄλλο, ὃ λέγει ὁ ποιητής;[39] ὁ Ἑρμῆς καταβὰς ἔμελλεν αὐτῷ λέγειν ταῦτα καὶ σοὶ νῦν λέγουσιν οἱ θεοὶ ταῦτα Ἑρμείαν πέμψαντες διάκτορον ἀργειφόντην μὴ ἐκστρέφειν τὰ καλῶς ἔχοντα μηδὲ περιεργάζεσθαι, ἀλλ᾽ ἀφεῖναι τὸν ἄνδρα ἄνδρα, τὴν γυναῖκα γυναῖκα, τὸν καλὸν ἄνθρωπον ὡς καλὸν ἄνθρωπον, τὸν αἰσχρὸν ὡς ἄνθρωπον αἰσχρόν. ὅτι οὐκ εἶ κρέας οὐδὲ τρίχες, ἀλλὰ προαίρεσις: [40] ταύτην ἂν σχῇς καλήν, τότ᾽ ἔστι καλός. [41] μέχρι δὲ νῦν οὐ τολμῶ σοι λέγειν, ὅτι αἰσχρὸς εἶ: δοκεῖς γάρ μοι πάντα θέλειν ἀκοῦσαι ἢ τοῦτο. [42] ἀλλ᾽ ὅρα, τί λέγει Σωκράτης τῷ καλλίστῳ πάντων καὶ ὡραιοτάτῳ Ἀλκιβιάδῃ: ‘πειρῶ οὖν καλὸς εἶναι.’ τί αὐτῷ λέγει; ‘πλάσσε σου τὴν κόμην καὶ τίλλε σου τὰ σκέλη;’ μὴ γένοιτο: ἀλλὰ ‘κόσμει σου τὴν προαίρεσιν, ἔξαιρε τὰ φαῦλα δόγματα.’ [43] τὸ σωμάτιον οὖν πῶς; ὡς πέφυκεν. ἄλλῳ τούτων ἐμέλησεν: ἐκείνῳ ἐπίστρεψον. [44] — τί οὖν; ἀκάθαρτον δεῖ εἶναι; — μὴ γένοιτο: ἀλλ᾽ ὃς εἶ καὶ πέφυκας, τοῦτον κάθαιρε, ἄνδρα ὡς ἄνδρα καθάριον εἶναι, γυναῖκα ὡς γυναῖκα, παιδίον ὡς παιδίον. [45] οὔ: ἀλλὰ καὶ τοῦ λέοντος ἐκτίλωμεν τὴν κόμην, ἵνα μὴ ἀκάθαρτος ᾖ, καὶ τοῦ ἀλεκτρυόνος τὸν λόφον: δεῖ γὰρ καὶ τοῦτον καθάριον εἶναι. ἀλλ᾽ ὡς ἀλεκτρυόνα καὶ ἐκεῖνον ὡς λέοντα καὶ τὸν κυνηγετικὸν κύνα ὡς κυνηγετικόν.
ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
Ἑρμείαν πέμψαντες ἐύσκοπον ἀργειφόντην,
μήτ᾽ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν.