previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ ἐλευθερίας.

ἐλεύθερός ἐστιν ζῶν ὡς βούλεται, ὃν οὔτ᾽ ἀναγκάσαι ἔστιν οὔτε κωλῦσαι οὔτε βιάσασθαι, οὗ αἱ ὁρμαὶ ἀνεμπόδιστοι, αἱ ὀρέξεις ἐπιτευκτικαί, αἱ ἐκκλίσεις ἀπερίπτωτοι. [2] τίς οὖν θέλει ζῆν ἁμαρτάνων; — οὐδείς. — τίς θέλει ζῆν ἐξαπατώμενος, προπίπτων, ἄδικος ὤν, ἀκόλαστος, μεμψίμοιρος, ταπεινός; [3]οὐδείς. — οὐδεὶς ἄρα τῶν φαύλων ζῇ ὡς βούλεται: οὐ τοίνυν οὐδ᾽ ἐλεύθερός ἐστιν. [4] τίς δὲ θέλει λυπούμενος ζῆν, φοβούμενος, φθονῶν, ἐλεῶν, ὀρεγόμενος καὶ ἀποτυγχάνων, ἐκκλίνων καὶ περιπίπτων; [5]οὐδὲ εἷς. — ἔχομεν οὖν τινα τῶν φαύλων ἄλυπον, ἄφοβον, ἀπερίπτωτον, ἀναπότευκτον; — οὐδένα. — οὐκ ἄρα οὐδὲ ἐλεύθερον.

[6] ταῦτα ἄν τις ἀκούσῃ δισύπατος, ἂν μὲν προσθῇς ὅτιἀλλὰ σύ γε σοφὸς εἶ, οὐδὲν πρὸς σὲ ταῦτα,’ συγγνώσεταί σοι. [7] ἂν δ᾽ αὐτῷ τὰς ἀληθείας εἴπῃς ὅτιτῶν τρὶς πεπραμένων οὐδὲν διαφέρεις πρὸς τὸ μὴ καὶ αὐτὸς δοῦλος εἶναι,’ τί ἄλλο πληγάς σε δεῖ προσδοκᾶν; [8]πῶς γάρ,’ φησίν, ‘ἐγὼ δοῦλός εἰμι; πατὴρ ἐλεύθερος, μήτηρ ἐλευθέρα, οὗ ὠνὴν οὐδεὶς ἔχει: ἀλλὰ καὶ συγκλητικός εἰμι καὶ Καίσαρος φίλος καὶ ὑπάτευκα καὶ δούλους πολλοὺς ἔχω.’ [9] πρῶτον μέν, βέλτιστε συγκλητικέ, τάχα σου καὶ πατὴρ τὴν αὐτὴν δουλείαν δοῦλος ἦν καὶ μήτηρ καὶ πάππος καὶ ἐφεξῆς πάντες οἱ πρόγονοι. [10] εἰ δὲ δὴ καὶ τὰ μάλιστα ἦσαν ἐλεύθεροι, τί τοῦτο πρὸς σέ; τί γάρ, εἰ ἐκεῖνοι μὲν γενναῖοι ἦσαν, σὺ δ᾽ ἀγεννής; ἐκεῖνοι μὲν ἄφοβοι, σὺ δὲ δειλός; ἐκεῖνοι μὲν ἐγκρατεῖς, σὺ δ᾽ ἀκόλαστος;

καὶ τί, φησί, τοῦτο πρὸς τὸ δοῦλον εἶναι; [11]οὐδέν σοι φαίνεται εἶναι τὸ ἄκοντά τι ποιεῖν, τὸ ἀναγκαζόμενον, τὸ στένοντα πρὸς τὸ δοῦλον εἶναι; [12]τοῦτο μὲν ἔστω, φησίν. ἀλλὰ τίς με δύναται ἀναγκάσαι, εἰ μὴ πάντων κύριος Καῖσαρ; [13]οὐκοῦν ἕνα μὲν δεσπότην σαυτοῦ καὶ σὺ αὐτὸς ὡμολόγησας. ὅτι δὲ πάντων, ὡς λέγεις, κοινός ἐστιν, μηδέν σε τοῦτο παραμυθείσθω, ἀλλὰ γίγνωσκε, ὅτι ἐκ μεγάλης οἰκίας δοῦλος εἶ. [14] οὕτως καὶ Νικοπολῖται ἐπιβοᾶν εἰώθασινὴ τὴν Καίσαρος τύχην, ἐλεύθεροί ἐσμεν.’

[15] ὅμως δ᾽, ἐάν σοι δοκῇ, τὸν μὲν Καίσαρα πρὸς τὸ παρὸν ἀφῶμεν, ἐκεῖνο δέ μοι εἰπέ: οὐδέποτ᾽ ἠράσθης τινός; οὐ παιδισκαρίου, οὐ παιδαρίου, οὐ δούλου, οὐκ ἐλευθέρου; [16]τί οὖν τοῦτο πρὸς τὸ δοῦλον εἶναι ἐλεύθερον; [17]οὐδέποθ᾽ ὑπὸ τῆς ἐρωμένης ἐπετάγης οὐδὲν ὧν οὐκ ἤθελες; οὐδέποτέ σου τὸ δουλάριον ἐκολάκευσας; οὐδέποτ᾽ αὐτοῦ τοὺς πόδας κατεφίλησας; καίτοι τοῦ Καίσαρος ἄν σέ τις ἀναγκάσῃ, ὕβριν αὐτὸ ἡγῇ καὶ ὑπερβολὴν τυραννίδος. [18] τί οὖν ἄλλο ἐστὶ δουλεία; νυκτὸς οὐδέποτ᾽ ἀπῆλθες, ὅπου οὐκ ἤθελες; ἀνάλωσας, ὅσα οὐκ ἤθελες; εἶπάς τινα οἰμώζων καὶ στένων, ἠνέσχου λοιδορούμενος, ἀποκλειόμενος; [19] ἀλλ᾽ εἰ σὺ αἰσχύνῃ τὰ σαυτοῦ ὁμολογεῖν, ὅρα λέγει καὶ ποιεῖ Θρασωνίδης, ὃς τοσαῦτα στρατευσάμενος, ὅσα τάχα οὐδὲ σύ, πρῶτον μὲν ἐξελήλυθε νυκτός, ὅτε Γέτας οὐ τολμᾷ ἐξελθεῖν, ἀλλ᾽ εἰ προσηναγκάζετο ὑπ᾽ αὐτοῦ, πόλλ᾽ ἂν ἐπικραυγάσας καὶ τὴν πικρὰν δουλείαν ἀπολοφυράμενος ἐξῆλθεν. [20] εἶτα, τί λέγει;


παιδισκάριόν με,
φησίν,

καταδεδούλωκ᾽ εὐτελές,
ὃν οὐδὲ εἷς τῶν πολεμίων οὐπώποτε.
τάλας, [21] ὅς γε καὶ παιδισκαρίου δοῦλος εἶ καὶ παιδισκαρίου εὐτελοῦς. τί οὖν ἔτι σαυτὸν ἐλεύθερον λέγεις; τί δὲ προφέρεις σου τὰς στρατε [22] ίας; εἶτα ξίφος αἰτεῖ καὶ πρὸς τὸν ὑπ᾽ εὐνοίας μὴ διδόντα χαλεπαίνειν καὶ δῶρα τῇ μισούσῃ πέμπει καὶ δεῖται καὶ κλαίει, πάλιν δὲ μικρὰ εὐημερήσας ἐπαίρεται: πλὴν καὶ τότε πῶς; [23]μηδ᾽ ἐπιθυμεῖν φοβεῖσθαι οὔτ᾽ ἐλευθερίαν †.

[24] σκέψαι δ᾽ ἐπὶ τῶν ζῴων, πῶς χρώμεθα τῇ ἐννοίᾳ τῆς ἐλευθερίας. [25] λέοντας τρέφουσιν ἡμέρους ἐγκλείσαντες καὶ σιτίζουσι καὶ κομίζουσιν ἔνιοι μεθ᾽ αὑτῶν. καὶ τίς ἐρεῖ τοῦτον τὸν λέοντα ἐλεύθερον; οὐχὶ δ᾽ ὅσῳ μαλακώτερον διεξάγει, τοσούτῳ δουλικώτερον; τίς δ᾽ ἂν λέων αἴσθησιν καὶ λογισμὸν λαβὼν βούλοιτο τούτων τις εἶναι τῶν λεόντων; [26] ἄγε, τὰ δὲ πτηνὰ ταῦτα ὅταν ληφθῇ καὶ ἐγκεκλειμένα τρέφηται, οἷα πάσχει ζητοῦντα ἐκφυγεῖν; καὶ ἔνιά γε αὐτῶν λιμῷ διαφθείρεται μᾶλλον ὑπομένει τὴν τοιαύτην διεξαγωγήν, [27] ὅσα δ᾽ οὖν διασῴζεται, μόγις καὶ χαλεπῶς καὶ φθίνοντα, κἂν ὅλως εὕρῃ τι παρεῳγμένον, ἐξεπήδησεν. οὕτως ὀρέγεται τῆς φυσικῆς ἐλευθερίας καὶ τοῦ αὐτόνομα καὶ ἀκώλυτα εἶναι. [28] καὶ τί σοι κακόν ἐστιν ἐνταῦθα; ‘οἷα λέγεις; πέτεσθαι πέφυκα ὅπου θέλω, ὕπαιθρον διάγειν, ᾁδειν ὅταν θέλω: σύ με πάντων τούτων ἀφαιρῇ καὶ λέγειςτί σοι κακόν ἐστιν;’ [29] διὰ τοῦτο ἐκεῖνα μόνα ἐροῦμεν ἐλεύθερα, ὅσα τὴν ἅλωσιν οὐ φέρει, ἀλλ᾽ ἅμα τε ἑάλω καὶ ἀποθανόντα διέφυγεν. [30] οὕτως καὶ Διογένης που λέγει μίαν εἶναι μηχανὴν πρὸς ἐλευθερίαν τὸ εὐκόλως ἀποθνῄσκειν, καὶ τῷ Περσῶν βασιλεῖ γράφει ὅτιτὴν Ἀθηναίων πόλιν καταδουλώσασθαι οὐ δύνασαι: οὐ μᾶλλον,’ φησίν, ‘ τοὺς ἰχθύας.’ [31]πῶς; οὐ γὰρ λήψομαι αὐτούς;’ ‘ἂν λάβῃς,’ φησίν, ‘εὐθὺς ἀπολιπόντες σε οἰχήσονται, καθάπερ οἱ ἰχθύες.’ καὶ γὰρ ἐκείνων ὃν ἂν λάβῃς, ἀπέθανεν: καὶ οὗτοι ληφθέντες ἐὰν ἀποθνῄσκωσιν, τί σοί ἐστι τῆς παρασκευῆς ὄφελος;’ [32] τοῦτ᾽ ἔστιν ἐλευθέρου ἀνδρὸς φωνὴ σπουδῇ ἐξητακότος τὸ πρᾶγμα καὶ ὥσπερ εἰκὸς εὑρηκότος. ἂν δ᾽ ἀλλαχοῦ ζητῇς ὅπου ἐστίν, τί θαυμαστόν, εἰ οὐδέποτε αὐτὸ εὑρίσκεις;

[33] δοῦλος εὐθὺς εὔχεται ἀφεθῆναι ἐλεύθερος. διὰ τί; δοκεῖτε, ὅτι τοῖς εἰκοστώναις ἐπιθυμεῖ δοῦναι ἀργύριον; οὔ: ἀλλ᾽ ὅτι φαντάζεται μέχρι νῦν διὰ τὸ μὴ τετυχηκέναι τούτου ἐμποδίζεσθαι καὶ δυσροεῖν. [34]ἂν ἀφεθῶ,’ φησίν, ‘εὐθὺς πᾶσα εὔροια, οὐδενὸς ἐπιστρέφομαι, πᾶσιν ὡς ἴσος καὶ ὅμοιος λαλῶ, πορεύομαι ὅπου θέλω, ἔρχομαι ὅθεν θέλω καὶ ὅπου θέλω.’ [35] εἶτα ἀπηλευθέρωται καὶ εὐθὺς μὲν οὐκ ἔχων, ποῖ φάγῃ, ζητεῖ, τίνα κολακεύσῃ, παρὰ τίνι δειπνήσῃ: εἶτα ἐργάζεται τῷ σώματι καὶ πάσχει τὰ δεινότατα κἂν σχῇ τινα φάτνην, ἐμπέπτωκεν εἰς δουλείαν πολὺ τῆς προτέρας χαλεπω [36] τέραν καὶ εὐπορήσας ἄνθρωπος ἀπειρόκαλος πεφίληκε παιδισκάριον καὶ δυστυχῶν ἀνακλαίεται καὶ τὴν δουλείαν ποθεῖ. [37]τί γάρ μοι κακὸν ἦν; ἄλλος μ᾽ ἐνέδυεν, ἄλλος μ᾽ ὑπέδει, ἄλλος ἔτρεφεν, ἄλλος ἐνοσοκόμει, ὀλίγα αὐτῷ ὑπηρέτουν. νῦν δὲ τάλας οἷα πάσχω πλείοσι δουλεύων ἀνθ᾽ ἑνός; [38] ὅμως δ᾽ ἐὰν δακτυλίους,’ φησίν, ‘λάβω, τότε γ᾽ εὐρούστατα διάξω καὶ εὐδαιμονέστατα.’ πρῶτον μὲν ἵνα λάβῃ, πάσχει ὧν ἐστιν ἄξιος: εἶτα λαβὼν πάλιν ταὐτά. [39] εἶτά φησινἂν μὲν στρατεύσωμαι, ἀπηλλάγην πάντων τῶν κακῶν.’ στρατεύεται, πάσχει ὅσα μαστιγίας καὶ οὐδὲν ἧττον δευτέραν αἰτεῖ στρατείαν καὶ τρίτην. [40] εἶθ᾽ ὅταν αὐτὸν τὸν κολοφῶνα ἐπιθῇ καὶ γένηται συγκλητικός, τότε γίνεται δοῦλος εἰς σύλλογον ἐρχόμενος, τότε τὴν καλλίστην καὶ λιπαρωτάτην δουλείαν δουλεύει.

[41] ἵνα μὴ μωρὸς , ἀλλ᾽ ἵνα μάθῃ, ἔλεγεν Σωκράτης, τί ἐστι τῶν ὄντων ἕκαστον, καὶ μὴ εἰκῇ τὰς προλήψεις ἐφαρμόζῃ ταῖς ἐπὶ μέρους οὐσίαις. [42] τοῦτο γάρ ἐστι τὸ αἴτιον τοῖς ἀνθρώποις πάντων τῶν κακῶν, τὸ τὰς προλήψεις τὰς κοινὰς μὴ δύνασθαι ἐφαρμόζειν. τοῖς ἐπὶ μέρους. [43] ἡμεῖς δ᾽ ἄλλοι ἄλλο οἰόμεθα. μὲν ὅτι νοσεῖ. οὐδαμῶς, ἀλλ᾽ ὅτι τὰς προλήψεις οὐκ ἐφαρμόζει. δ᾽ ὅτι πτωχός ἐστιν, δ᾽ ὅτι πατέρα χαλεπὸν ἔχει μητέρα, τῷ δ᾽ ὅτι Καῖσαρ οὐχ ἵλεώς ἐστιν. τοῦτο δ᾽ ἐστὶν ἓν καὶ μόνον τὸ τὰς προλήψεις ἐφαρμόζειν μὴ εἰδέναι. [44] ἐπεὶ τίς οὐκ ἔχει κακοῦ πρόληψιν, ὅτι βλαβερόν ἐστιν, ὅτι φευκτόν ἐστιν, ὅτι παντὶ τρόπῳ ἀποικονόμητόν ἐστιν; πρόληψις προλήψει οὐ μάχεται, ἀλλ᾽ ὅταν ἔλθῃ ἐπὶ τὸ ἐφαρμόζειν. [45] τί οὖν τὸ κακόν ἐστι τοῦτο καὶ βλαβερὸν καὶ φευκτόν; λέγει τὸ Καίσαρος μὴ εἶναι φίλον: ἀπῆλθεν, ἀπέσπεσεν τῆς ἐφαρμογῆς, θλίβεται, ζητεῖ τὰ μηδὲν πρὸς τὸ προκείμενον: ὅτι τυχὼν τοῦ φίλος εἶναι Καίσαρος οὐδὲν ἧττον τοῦ ζητουμένου οὐ τέτευχεν. [46] τί γάρ ἐστιν, ζητεῖ πᾶς ἄνθρωπος; εὐσταθῆσαι, εὐδαιμονῆσαι, πάντα ὡς θέλει ποιεῖν, μὴ κωλύεσθαι, μὴ ἀναγκάζεσθαι. ὅταν οὖν γένηται Καίσαρος φίλος, πέπαυται κωλυόμενος, πέπαυται ἀναγκαζόμενος, εὐσταθεῖ, εὐροεῖ; τίνος πυθώμεθα; τίνα ἔχομεν ἀξιοπιστότερον αὐτὸν τοῦτον τὸν γεγονότα φίλον; [47] ἐλθὲ εἰς τὸ μέσον καὶ εἰπὲ ἡμῖν, πότε ἀταραχώτερον ἐκάθευδες, νῦν πρὶν γενέσθαι φίλος τοῦ Καίσαρος; εὐθὺς ἀκούεις ὅτιπαῦσαι, τοὺς θεούς σοι, ἐμπαίζων μου τῇ τύχῃ: οὐκ οἶδας, οἷα πάσχω τάλας: οὐδ᾽ ὕπνος ἐπέρχεταί μοι, ἀλλ᾽ ἄλλος ἐλθὼν λέγει, ὅτι ἤδη ἐγρηγορεῖ, ἤδη πρόεισιν: εἶτα ταραχαί, εἶτα φροντίδες.’ [48] ἄγε, ἐδείπνεις δὲ πότε εὐαρεστότερον, νῦν πρότερον; ἄκουσον αὐτοῦ καὶ περὶ τούτων τί λέγει: ὅτι, ἂν μὲν μὴ κληθῇ, ὀδυνᾶται, ἂν δὲ κληθῇ, ὡς δοῦλος παρὰ κυρίῳ δειπνεῖ μεταξὺ προσέχων, μή τι μωρὸν εἴπῃ ποιήσῃ. καὶ τί δοκεῖς φοβεῖται; μὴ μαστιγωθῇ ὡς δοῦλος; πόθεν αὐτῷ οὕτως καλῶς; ἀλλ᾽ ὡς πρέπει τηλικοῦτον ἄνδρα, Καίσαρος φίλον, μὴ ἀπολέσῃ τὸν τράχηλον. [49] ἐλούου δὲ πότ᾽ ἀταραχώτερον; ἐγυμνάζου δὲ πότε σχολαίτερον; τὸ σύνολον ποῖον μᾶλλον ἤθελες βίον βιοῦν, τὸν νῦν τὸν τότε; [50] ὀμόσαι δύναμαι, ὅτι οὐδεὶς οὕτως ἐστὶν ἀναίσθητος ἀναλήθης, μὴ ἀποδύρασθαι τὰς αὑτοῦ συμφοράς, ὅσῳ ἂν φίλτερος. [51]

ὅταν οὖν μήτε οἱ βασιλεῖς λεγόμενοι ζῶσιν ὡς θέλουσι μήθ᾽ οἱ φίλοι τῶν βασιλέων, τίνες ἔτι εἰσὶν ἐλεύθεροι; — ζήτει καὶ εὑρήσεις. ἔχεις γὰρ ἀφορμὰς παρὰ τῆς φύσεως πρὸς εὕρεσιν τῆς ἀληθείας. εἰ δ᾽ αὐτὸς οὐχ οἷός τε εἶ κατὰ ταύτας ψιλὰς πορευόμενος εὑρεῖν τὸ ἑξῆς, ἄκουσον παρὰ τῶν ἐζητηκότων. [52] τί λέγουσιν; ἀγαθόν σοι δοκεῖ ἐλευθερία; — τὸ μέγιστον. — δύναται οὖν τις τοῦ μεγίστου ἀγαθοῦ τυγχάνων κακοδαιμονεῖν κακῶς πράσσειν; — οὔ. — ὅσους οὖν ἂν ἴδῃς κακοδαιμονοῦντας, δυσροοῦντας, πενθοῦντας, ἀποφαίνου θαρρῶν μὴ εἶναι ἐλευθέρους. — ἀποφαίνομαι. [53]οὐκοῦν ἀπὸ μὲν ὠνῆς καὶ πράσεως καὶ τῆς τοιαύτης ἐν κτήσει κατατάξεως ἤδη ἀποκεχωρήκαμεν. εἰ γὰρ ὀρθῶς ὡμολόγησας ταῦτα, ἄν τε μέγας βασιλεὺς κακοδαιμονῇ, οὐκ ἂν ἐλεύθερος, ἄν τε μικρὸς ἄν θ᾽ ὑπατικὸς ἄν τε δισύπατος. — ἔστω.

[54] ἔτι οὖν ἀπόκριναί μοι κἀκεῖνο: δοκεῖ σοι μέγα τι εἶναι καὶ γενναῖον ἐλευθερία καὶ ἀξιόλογον; — πῶς γὰρ οὔ; — ἔστιν οὖν τυγχάνοντά τινος οὕτως μεγάλου καὶ ἀξιολόγου καὶ γενναίου ταπεινὸν εἶναι; — οὐκ ἔστιν. [55]ὅταν οὖν ἴδῃς τινὰ ὑποπεπτωκότα ἑτέρῳ κολακεύοντα παρὰ τὸ φαινόμενον αὐτῷ, λέγε καὶ τοῦτον θαρρῶν μὴ εἶναι ἐλεύθερον: καὶ μὴ μόνον, ἂν δειπναρίου ἕνεκα αὐτὸ ποιῇ, ἀλλὰ κἂν ἐπαρχίας ἕνεκα κἂν ὑπατείας. ἀλλ᾽ ἐκείνους μὲν μικροδούλους λέγε τοὺς μικρῶν τινων ἕνεκα ταῦτα ποιοῦντας, τούτους δ᾽, ὡς εἰσὶν ἄξιοι, μεγαλοδούλους. [56]ἔστω καὶ ταῦτα. — δοκεῖ δέ σοι ἐλευθερία αὐτεξούσιόν τι εἶναι καὶ αὐτόνομον; — πῶς γὰρ οὔ; — ὅντινα οὖν ἐπ᾽ ἄλλῳ κωλῦσαι ἔστι καὶ ἀναγκάσαι, θαρρῶν λέγε μὴ εἶναι ἐλεύθερον. [57] καὶ μή μοι πάππους αὐτοῦ καὶ προπάππους βλέπε καὶ ὠνὴν ζήτει καὶ πρᾶσιν, ἀλλ᾽ ἂν ἀκούσῃς λέγοντος ἔσωθεν καὶ ἐκ πάθουςκύριε,’ κἂν δώδεκα ῥάβδοι προάγωσιν, λέγε δοῦλον: κἂν ἀκούσῃς λέγοντοςτάλας ἐγώ, οἷα πάσχω,’ λέγε δοῦλον: ἂν ἁπλῶς ἀποκλαιόμενον ἴδῃς, μεμφόμενον, δυσροοῦντα, λέγε δοῦλον περιπόρφυρον ἔχοντα. [58] ἂν οὖν μηδὲν τούτων ποιῇ, μήπω εἴπῃς ἐλεύθερον, ἀλλὰ τὰ δόγματα αὐτοῦ κατάμαθε, μή τι ἀναγκαστά, μή τι κωλυτικά, μή τι δυσροητικά: κἂν εὕρῃς τοιοῦτον, λέγε δοῦλον ἀνοχὰς ἔχοντα ἐν Σατουρναλίοις: λέγε, ὅτι κύριος αὐτοῦ ἀποδημεῖ: εἶθ᾽ ἥξει καὶ γνώσῃ οἷα πάσχει. [59]τίς ἥξει; — πᾶς ὃς ἂν ἐξουσίαν ἔχῃ τῶν ὑπ᾽ αὐτοῦ τινος θελομένων πρὸς τὸ περιποιῆσαι ταῦτα ἀφελέσθαι. — οὕτως οὖν πολλοὺς κυρίους ἔχομεν; — οὕτως. τὰ γὰρ πράγματα προτέρους τούτων κυρίους ἔχομεν: ἐκεῖνα δὲ πολλά ἐστιν. διὰ ταῦτα ἀνάγκη καὶ τοὺς τούτων τινὸς ἔχοντας ἐξουσίαν κυρίους εἶναι: [60] ἐπεί τοι οὐδεὶς αὐτὸν τὸν Καίσαρα φοβεῖται, ἀλλὰ θάνατον, φυγήν, ἀφαίρεσιν τῶν ὄντων, φυλακήν, ἀτιμίαν. οὐδὲ φιλεῖ τις τὸν Καίσαρα, ἂν μή τι πολλοῦ ἄξιος, ἀλλὰ πλοῦτον φιλοῦμεν, δημαρχίαν, στρατηγίαν, ὑπατείαν. ὅταν ταῦτα φιλῶμεν καὶ μισῶμεν καὶ φοβώμεθα, ἀνάγκη τοὺς ἐξουσίαν αὐτῶν ἔχοντας κυρίους ἡμῶν εἶναι. διὰ τοῦτο καὶ ὡς θεοὺς αὐτοὺς προσκυνοῦμεν: [61] ἐννοοῦμεν γάρ, ὅτι τὸ ἔχον ἐξουσίαν τῆς μεγίστης ὠφελείας θεῖόν ἐστιν, εἶθ᾽ ὑποτάσσομεν κακῶςοὗτος δ᾽ ἔχει τῆς μεγίστης ὠφελείας: θεῖόν ἐστιν. εἶθ᾽ ὑποτάσσομεν κακῶς, οὗτος δ᾽ ἔχει τῆς μεγίστης ὠφελείας ἐξουσίαν.’ ἀνάγκη καὶ τὸ γενόμενον ἐξ αὐτῶν ἐπενεχθῆναι κακῶς. [62]

τί οὖν ἐστι τὸ ποιοῦν ἀκώλυτον τὸν ἄνθρωπον καὶ αὐτεξούσιον; πλοῦτος γὰρ οὐ ποιεῖ οὐδ᾽ ὑπατεία οὐδ᾽ ἐπαρχία οὐδὲ βασιλεία, ἀλλὰ δεῖ τι ἄλλο εὑρεθῆναι. [63] τί οὖν ἐστι τὸ ἐν τῷ γράφειν ἀκώλυτον ποιοῦν καὶ ἀπαραπόδιστον; — ἐπιστήμη τοῦ γράφειν. — τί δ᾽ ἐν τῷ κιθαρίζειν; — ἐπιστήμη τοῦ κιθαρίζειν. — οὐκοῦν καὶ ἐν τῷ βιοῦν ἐπιστήμη τοῦ βιοῦν. [64] ὡς μὲν οὖν ἁπλῶς, ἀκήκοας: σκέψαι δ᾽ αὐτὸ καὶ ἐκ τῶν ἐπὶ μέρους. τὸν ἐφιέμενόν τινος τῶν ἐπ᾽ ἄλλοις ὄντων ἐνδέχεται ἀκώλυτον εἶναι; — οὔ. — ἐνδέχεται ἀπαραπόδιστον; [65]οὔ. — οὐκοῦν οὐδ᾽ ἐλεύθερον. ὅρα οὖν: πότερον οὐδὲν ἔχομεν, ἐφ᾽ ἡμῖν μόνοις ἐστίν, πάντα τὰ μὲν ἐφ᾽ ἡμῖν ἐστιν, τὰ δ᾽ ἐπ᾽ ἄλλοις; [66]πῶς λέγεις; — τὸ σῶμα ὅταν θέλῃς ὁλόκληρον εἶναι, ἐπὶ σοί ἐστιν οὔ; — οὐκ ἐπ᾽ ἐμοί. — ὅταν δ᾽ ὑγιαίνειν; — οὐδὲ τοῦτο. — ὅταν δὲ καλὸν εἶναι; — οὐδὲ τοῦτο. — ζῆν δὲ καὶ ἀποθανεῖν; — οὐδὲ τοῦτο. — οὐκοῦν τὸ μὲν σῶμα ἀλλότριον, ὑπεύθυνον παντὸς τοῦ ἰσχυροτέρου. [67]ἔστω. — τὸν ἀγρὸν δ᾽ ἐπὶ σοί ἐστιν ἔχειν, ὅταν θέλῃς καὶ ἐφ᾽ ὅσον θέλεις καὶ οἷον θέλεις; — οὔ. — τὰ δὲ δουλάρια; — οὔ. — τὰ δ᾽ ἱμάτια; — οὔ. — τὸ δὲ οἰκίδιον; — οὔ. — τοὺς δ᾽ ἵππους; — τούτων μὲν οὐδέν. — ἂν δὲ τὰ τέκνα σου ζῆν θέλῃς ἐξ ἅπαντος τὴν γυναῖκα τὸν ἀδελφὸν τοὺς φίλους, ἐπὶ σοί ἐστιν; — οὐδὲ ταῦτα.

[68] πότερον οὖν οὐδὲν ἔχεις αὐτεξούσιον, ἐπὶ μόνῳ ἐστὶ σοί, ἔχεις τι τοιοῦτον; — οὐκ οἶδα. — ὅρα οὖν οὕτως καὶ σκέψαι αὐτό. [69] μή τις δύναταί σε ποιῆσαι συγκαταθέσθαι τῷ ψεύδει; — οὐδείς. — οὐκοῦν ἐν μὲν τῷ συγκαταθετικῷ τόπῳ ἀκώλυτος εἶ καὶ ἀνεμπόδιστος. [70]ἔστω. — ἄγε, ὁρμῆσαι δέ σε ἐφ᾽ μὴ θέλεις τις δύναται ἀναγκάσαι; — δύναται. ὅταν γάρ μοι θάνατον δεσμὰ ἀπειλῇ, ἀναγκάζει μ᾽ ὁρμῆσαι. — ἂν οὖν καταφρονῇς τοῦ ἀποθανεῖν καὶ τοῦ δεδέσθαι, ἔτι αὐτοῦ ἐπιστρέφῃ; [71]οὔ. — σὸν οὖν ἐστιν ἔργον τὸ καταφρονεῖν θανάτου οὐ σόν; — ἐμόν. — σὸν ἄρα ἐστὶ καὶ τὸ ὁρμῆσαι οὔ; — ἔστω ἐμόν. — τὸ δ᾽ ἀφορμῆσαι τίνος; [72] σὸν καὶ τοῦτο. — τί οὖν, ἂν ἐμοῦ ὁρμήσαντος περιπατῆσαι ἐκεῖνός με κωλύσῃ; — τί σου κωλύσει; μή τι τὴν συγκατάθεσιν; — οὔ: ἀλλὰ τὸ σωμάτιον. — ναί, ὡς λίθον. — ἔστω: ἀλλ᾽ οὐκέτι ἐγὼ περιπατῶ. [73]τίς δέ σοι εἶπεντὸ περιπατῆσαι σὸν ἔργον ἐστὶν ἀκώλυτον;’ ἐγὼ γὰρ ἐκεῖνο ἔλεγον ἀκώλυτον μόνον τὸ ὁρμῆσαι: ὅπου δὲ σώματος χρεία καὶ τῆς ἐκ τούτου συνεργείας, πάλαι ἀκήκοας, ὅτι οὐδέν ἐστι σόν. [74]ἔστω καὶ ταῦτα. — ὀρέγεσθαι δέ σε οὗ μὴ θέλεις τις ἀναγκάσαι δύναται; — οὐδείς. — προθέσθαι δ᾽ ἐπιβαλέσθαι τις ἁπλῶς χρῆσθαι ταῖς προσπιπτούσαις φαντασίαις; [75]οὐδὲ τοῦτο: ἀλλὰ ὀρεγόμενόν με κωλύσει τυχεῖν οὗ ὀρέγομαι. — ἂν τῶν σῶν τινος ὀρέγῃ καὶ τῶν ἀκωλύτων, πῶς σε κωλύσει; — οὐδαμῶς. — τίς οὖν σοι λέγει, ὅτι τῶν ἀλλοτρίων ὀρεγόμενος ἀκώλυτός ἐστιν;

Ὑγείας οὖν μὴ ὀρέγωμαι; [76]μηδαμῶς, μηδ᾽ ἄλλου ἀλλοτρίου μηδενός. [77] γὰρ οὐκ ἔστιν ἐπὶ σοὶ παρασκευάσαι τηρῆσαι ὅτε θέλεις, τοῦτο ἀλλότριόν ἐστιν. μακρὰν ἀπ᾽ αὐτοῦ οὐ μόνον τὰς χεῖρας, ἀλλὰ πολὺ πρότερον τὴν ὄρεξιν: εἰ δὲ μή, παρέδωκας σαυτὸν δοῦλον, ὑπέθηκας τὸν τράχηλον, † ἂν θαυμάσῃς τῶν τι μὴ σῶν τινι ἂν τῶν ὑπευθύνων καὶ θνητῶν προσπαθῇς. — χεὶρ οὐκ ἔστιν ἐμή; [78]μέρος ἐστὶ σόν, φύσει δὲ πηλός, κωλυτόν, ἀναγκαστόν, δοῦλον παντὸς τοῦ ἰσχυροτέρου. [79] καὶ τί σοι λέγω χεῖρα; ὅλον τὸ σῶμα οὕτως ἔχειν σε δεῖ ὡς ὀνάριον ἐπισεσαγμένον, ἐφ᾽ ὅσον ἂν οἷόν τε , ἐφ᾽ ὅσον ἂν διδῶται: ἂν δ᾽ ἀγγαρεία καὶ στρατιώτης ἐπιλάβηται, ἄφες, μὴ ἀντίτεινε μηδὲ γόγγυζε. εἰ δὲ μή, πληγὰς λαβὼν οὐδὲν ἧττον ἀπολεῖς καὶ τὸ ὀνάριον. [80] ὅταν δὲ πρὸς τὸ σῶμα οὕτως ἔχειν σε δέῃ, ὅρα, τί ἀπολείπεται περὶ τὰ ἄλλα, ὅσα τοῦ σώματος ἕνεκα παρασκευάζεται. ὅταν ἐκεῖνο ὀνάριον , τἆλλα γίνεται χαλινάρια τοῦ ὀναρίου, σαγμάτια, ὑποδημάτια, κριθαί, χόρτος. ἄφες κἀκεῖνα, ἀπόλυε θᾶττον καὶ εὐκολώτερον τὸ ὀνάριον. [81]

καὶ ταύτην τὴν παρασκευὴν παρασκευασάμενος καὶ τὴν ἄσκησιν ἀσκήσας τὰ ἀλλότρια ἀπὸ τῶν ἰδίων διακρίνειν, τὰ κωλυτὰ ἀπὸ τῶν ἀκωλύτων, ταῦτα πρὸς σαυτὸν ἡγεῖσθαι, ἐκεῖνα μὴ πρὸς σαυτόν, ἐνταῦθα ἐπιστρόφως ἔχειν τὴν ὄρεξιν, ἐνταῦθα τὴν ἔκκλισιν, μή τι ἔτι φοβῇ τινα; [82]οὐδένα. — περὶ τίνος γὰρ φοβήσῃ; περὶ τῶν σεαυτοῦ, ὅπου σοι οὐσία τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ; καὶ τίς τούτων ἐξουσίαν ἔχει; τίς ἀφελέσθαι αὐτὰ δύναται, τίς ἐμποδίσαι; οὐ μᾶλλον τὸν θεόν. [83] ἀλλ᾽ ὑπὲρ τοῦ σώματος καὶ τῆς κτήσεως; ὑπὲρ τῶν ἀλλοτρίων; ὑπὲρ τῶν οὐδὲν πρὸς σέ; καὶ τί ἄλλο ἐξ ἀρχῆς ἐμελέτας διακρίνειν τὰ σὰ καὶ οὐ σά, τὰ ἐπὶ σοὶ καὶ οὐκ ἐπὶ σοί, τὰ κωλυτὰ καὶ ἀκώλυτα; τίνος δὲ ἕνεκα προσῆλθες τοῖς φιλοσόφοις; ἵνα μηδὲν ἧττον ἀτυχῇς καὶ δυστυχῇς; [84] οὐκοῦν ἄφοβος μὲν οὕτως ἔσει καὶ ἀτάραχος. λύπη δὲ τί πρὸς σέ; ὧν γὰρ προσδοκωμένων φόβος γίνεται, καὶ λύπη παρόντων. ἐπιθυμήσεις δὲ τίνος ἔτι; τῶν μὲν γὰρ προαιρετικῶν ἅτε καλῶν ὄντων καὶ παρόντων σύμμετρον ἔχεις καὶ καθισταμένην τὴν ὄρεξιν, τῶν δ᾽ ἀπροαιρέτων οὐδενὸς ὀρέγῃ, ἵνα καὶ τόπον σχῇ τὸ ἄλογον ἐκεῖνο καὶ ὠστικὸν καὶ παρὰ τὰ μέτρα ἠπειγμένον;

[85] ὅταν οὖν πρὸς τὰ πράγματα οὕτως ἔχῃς, τίς ἔτι ἄνθρωπος δύναται φοβερὸς εἶναι; τί γὰρ ἔχει ἄνθρωπος ἀνθρώπῳ φοβερὸν ὀφθεὶς λαλήσας ὅλως συναναστραφείς; οὐ μᾶλλον ἵππος ἵππῳ κύων κυνὶ μέλισσα μελίσσῃ. ἀλλὰ τὰ πράγματα ἑκάστῳ φοβερά ἐστιν: ταῦτα δ᾽ ὅταν περιποιεῖν τις δύνηταί τινι ἀφελέσθαι, τότε καὶ αὐτὸς φοβερὸς γίνεται. [86] πῶς οὖν ἀκρόπολις καταλύεται; οὐ σιδήρῳ οὐδὲ πυρί, ἀλλὰ δόγμασιν. ἂν γὰρ τὴν οὖσαν ἐν τῇ πόλει καθέλωμεν, μή τι καὶ τὴν τοῦ πυρετοῦ, μή τι καὶ τὴν τῶν καλῶν γυναικαρίων, μή τι ἁπλῶς τὴν ἐν ἡμῖν ἀκρόπολιν καὶ τοὺς ἐν ἡμῖν τυράννους ἀποβεβλήκαμεν, οὓς ἐφ᾽ ἑκάστοις καθ᾽ ἡμέραν ἔχομεν, ποτὲ μὲν τοὺς αὐτούς, ποτὲ δ᾽ ἄλλους; [87] ἀλλ᾽ ἔνθεν ἄρξασθαι δεῖ καὶ ἔνθεν καθελεῖν τὴν ἀκρόπολιν, ἐκβάλλειν τοὺς τυράννους: τὸ σωμάτιον ἀφεῖναι, τὰ μέρη αὐτοῦ, τὰς δυνάμεις, τὴν κτῆσιν, τὴν φήμην, ἀρχάς, τιμάς, τέκνα, ἀδελφούς, φίλους, πάντα ταῦτα ἡγήσασθαι ἀλλότρια. [88] κἂν ἔνθεν ἐκβληθῶσιν οἱ τύραννοι, τί ἔτι ἀποτειχίζω τὴν ἀκρόπολιν ἐμοῦ γε ἕνεκα; ἑστῶσα γὰρ τί μοι ποιεῖ; τί ἔτι ἐκβάλλω τοὺς δορυφόρους; ποῦ γὰρ αὐτῶν αἰσθάνομαι; ἐπ᾽ ἄλλους ἔχουσιν τὰς ῥάβδους καὶ τοὺς κοντοὺς καὶ τὰς μαχαίρας. [89] ἐγὼ δ᾽ οὐπώποτ᾽ οὔτε θέλων ἐκωλύθην οὔτ᾽ ἠναγκάσθην μὴ θέλων καὶ πῶς τοῦτο δυνατόν; προσκατατέταχά μου τὴν ὁρμὴν τῷ θεῷ. θέλει μ᾽ ἐκεῖνος πυρέσσειν: κἀγὼ θέλω. θέλει ὁρμᾶν ἐπί τι: κἀγὼ θέλω. θέλει ὀρέγεσθαι: κἀγὼ θέλω. θέλει με τυχεῖν τινος: κἀγὼ βούλομαι. [90] οὐ θέλει: οὐ βούλομαι. ἀποθανεῖν οὖν θέλω: στρεβλωθῆναι οὖν θέλω. τίς ἔτι με κωλῦσαι δύναται παρὰ τὸ ἐμοὶ φαινόμενον ἀναγκάσαι; οὐ μᾶλλον τὸν Δία.

[91] οὕτως ποιοῦσι καὶ τῶν ὁδοιπόρων οἱ ἀσφαλέστεροι. ἀκήκοεν ὅτι λῃστεύεται ὁδός: μόνος οὐ τολμᾷ καθεῖναι, ἀλλὰ περιέμεινεν συνοδίαν πρεσβευτοῦ ταμίου ἀνθυπάτου καὶ προσκατατάξας ἑαυτὸν παρέρχεται ἀσφαλῶς. [92] οὕτως καὶ ἐν τῷ κόσμῳ ποιεῖ φρόνιμος. πολλὰ λῃστήρια, τύραννοι, χειμῶνες, ἀπορίαι, ἀποβολαὶ τῶν φιλτάτων. [93]ποῦ τις καταφύγῃ; πῶς ἀλῄστευτος παρέλθῃ; ποίαν συνοδίαν περιμείνας ἀσφαλῶς διέλθῃ; τίνι προσκατατάξας ἑαυτόν; [94] τῷ δεῖνι, τῷ πλουσίῳ, τῷ ὑπατικῷ. καὶ τί μοι ὄφελος; αὐτὸς ἐκδύεται, οἰμώζει, πενθεῖ. τί δ᾽, ἂν συνοδοιπόρος αὐτὸς ἐπ᾽ ἐμὲ στραφεὶς λῃστής μου γένηται; [95] τί ποιήσω; φίλος ἔσομαι Καίσαρος: ἐκείνου με ὄντα ἑταῖρον οὐδεὶς ἀδικήσει. πρῶτον μέν, ἵνα γένωμαι, πρόσα με δεῖ τλῆναι καὶ παθεῖν, ποσάκις καὶ ὑπὸ πόσων λῃστευθῆναι: εἶτα ἐὰν γένωμαι, καὶ οὗτος θνητός ἐστιν καὶ οὗτος θνητός. [96] ἂν δ᾽ αὐτὸς ἔκ τινος περιστάσεως ἐχθρός μου γένηται, ἀναχωρῆσαί πού ποτε κρεῖσσον; [97] εἰς ἐρημίαν; ἄγε, ἐκεῖ πυρετὸς οὐκ ἔρχεται; τί οὖν γένηται; οὐκ ἔστιν εὑρεῖν ἀσφαλῆ σύνοδον, πιστόν, ἰσχυρόν, ἀνεπιβούλευτον;’ [98] οὕτως ἐφίστησιν καὶ ἐννοεῖ, ὅτι, ἐὰν τῷ θεῷ προσκατατάξῃ ἑαυτόν, διελεύσεται ἀσφαλῶς.

πῶς λέγεις προσκατατάξαι; [99]ἵν᾽, ἂν ἐκεῖνος θέλῃ, καὶ αὐτὸς θέλῃ καί, ἂν ἐκεῖνος μὴ θέλῃ, τοῦτο μηδ᾽ αὐτὸς θέλῃ. [100]πῶς οὖν τοῦτο γένηται; — πῶς γὰρ ἄλλως ἐπισκεψαμένῳ τὰς ὁρμὰς τοῦ θεοῦ καὶ τὴν διοίκησιν; τί μοι δέδωκεν ἐμὸν καὶ αὐτεξούσιον, τί αὑτῷ κατέλειπεν; τὰ προαιρετικά μοι δέδωκεν, ἐπ᾽ ἐμοὶ πεποίηκεν, ἀνεμπόδιστα, ἀκώλυτα. τὸ σῶμα τὸ πήλινον πῶς ἐδύνατο ἀκώλυτον ποιῆσαι; ὑπέταξεν οὖν τῇ τῶν ὅλων περιόδῳ, τὴν κτῆσιν, τὰ σκεύη, τὴν οἰκίαν, τὰ τέκνα, τὴν γυναῖκα. [101] τί οὖν θεομαχῶ; τί θέλω τὰ μὴ θελητά, τὰ μὴ δοθέντα μοι ἐξ ἅπαντος ἔχειν; ἀλλὰ πῶς; ὡς δέδοται καὶ ἐφ᾽ ὅσον δύναται. ἀλλ᾽ δοὺς ἀφαιρεῖται. τί οὖν ἀντιτείνω; οὐ λέγω, ὅτι ἠλίθιος ἔσομαι τὸν ἰσχυρότερον βιαζόμενος, ἀλλ᾽ ἔτι πρότερον ἄδικος. [102] πόθεν γὰρ ἔχων αὐτὰ ἦλθον; πατήρ μου αὐτὰ ἔδωκεν. ἐκείνῳ δὲ τίς; τὸν ἥλιον δὲ τίς πεποίηκε, τοὺς καρποὺς δὲ τίς, τὰς δ᾽ ὥρας τίς, τὴν δὲ πρὸς ἀλλήλους συμπλοκὴν καὶ κοινωνίαν τίς; [103]

[104] εἶτα σύμπαντα εἰληφὼς παρ᾽ ἄλλου καὶ αὐτὸν σεαυτόν, ἀγανακτεῖς καὶ μέμφῃ τὸν δόντα, ἄν σού τι ἀφέληται; τίς ὢν καὶ ἐπὶ τί ἐληλυθώς; οὐχὶ ἐκεῖνός σε εἰσήγαγεν; οὐχὶ τὸ φῶς ἐκεῖνός σοι ἔδειξεν; οὐ συνεργοὺς δέδωκεν; οὐ καὶ αἰσθήσεις; οὐ λόγον; ὡς τίνα δὲ εἰσήγαγεν; οὐχ ὡς θνητόν; οὐχ ὡς μετὰ ὀλίγου σαρκιδίου ζήσοντα ἐπὶ γῆς καὶ θεασόμενον τὴν διοίκησιν αὐτοῦ καὶ συμπομπεύσοντα αὐτῷ καὶ συνεορτάσοντα πρὸς ὀλίγον; [105] οὐ θέλεις οὖν, ἕως δέδοταί σοι, θεασάμενος τὴν πομπὴν καὶ τὴν πανήγυριν εἶτα, ὅταν σ᾽ ἐξάγῃ, πορεύεσθαι προσκυνήσας καὶ εὐχαριστήσας ὑπὲρ ὧν ἤκουσας καὶ εἶδες; [106]οὔ: ἀλλ᾽ ἔτι ἑορτάζειν ἤθελον.’ καὶ γὰρ οἱ μύσται μυεῖσθαι; τάχα καὶ οἱ ἐν Ὀλυμπίᾳ ἄλλους ἀθλητὰς βλέπειν: ἀλλὰ πανήγυρις πέρας ἔχει: ἔξελθε, ἀπαλλάγηθι ὡς εὐχάριστος, ὡς αἰδήμων: δὸς ἄλλοις τόπον: δεῖ γενέσθαι καὶ ἄλλους, καθάπερ καὶ σὺ ἐγένου, καὶ γενομένους ἔχειν χώραν καὶ οἰκήσεις, τὰ ἐπιτήδεια. ἂν δ᾽ οἱ πρῶτοι μὴ ὑπεξάγωσιν, τί ὑπολείπεται; τί ἄπληστος εἶ; τί ἀνίκανος; τί στενοχωρεῖς τὸν κόσμον; [107]ναί: ἀλλὰ τὰ τεκνία μετ᾽ ἐμαυτοῦ εἶναι θέλω καὶ τὴν γυναῖκα. — σὰ γάρ ἐστιν; οὐχὶ τοῦ δόντος; οὐχὶ καὶ τοῦ σὲ πεποιηκότος; εἶτα οὐκ ἐκστήσῃ τῶν ἀλλοτρίων; οὐ παραχωρήσεις τῷ κρείσσονι; [108]τί οὖν μ᾽ εἰσῆγεν ἐπὶ τούτοις; — καὶ εἰ μὴ ποιεῖ σοι, ἔξελθε: οὐκ ἔχει χρείαν θεατοῦ μεμψιμοίρου. τῶν συνεορταζόντων δεῖται, τῶν συγχορευόντων, ἵν᾽ ἐπικροτῶσι μᾶλλον, ἐπιθειάζωσιν, ὑμνῶσι δὲ τὴν πανήγυριν. [109] τοὺς ἀταλαιπώρους δὲ καὶ δειλοὺς οὐκ ἀηδῶς ὄψεται ἀπολελειμμένους τῆς πανηγύρεως: οὐδὲ γὰρ παρόντες ὡς ἐν ἑορτῇ διῆγον οὐδ᾽ ἐξεπλήρουν τὴν χώραν τὴν πρέπουσαν, ἀλλ᾽ ὠδυνῶντο, ἐμέμφοντο τὸν δαίμονα, τὴν τύχην, τοὺς συνόντας: ἀναίσθητοι καὶ ὧν ἔτυχον καὶ τῶν ἑαυτῶν δυνάμεων, ἃς εἰλήφασι πρὸς τὰ ἐναντία, μεγαλοψυχίας, γενναιότητος, ἀνδρείας, αὐτῆς τῆς νῦν ζητουμένης ἐλευθερίας. [110]ἐπὶ τί οὖν εἴληφα ταῦτα; — χρησόμενος. — μέχρι τίνος; — μέχρις ἂν χρήσας θέλῃ. — ἂν οὖν ἀναγκαῖά μοι ; — μὴ πρόσπασχε αὐτοῖς καὶ οὐκ ἔσται. σὺ αὐτὰ αὑτῷ μὴ εἴπῃς ἀναγκαῖα καὶ οὐκ ἔστιν.

[111] ταύτην τὴν μελέτην ἕωθεν εἰς ἑσπέραν μελετᾶν ἔδει. ἀπὸ τῶν μικροτάτων, ἀπὸ τῶν εὐεπηρεαστοτάτων ἀρξάμενος, ἀπὸ χύτρας, ἀπὸ ποτηρίου, εἶθ᾽ οὕτως ἐπὶ χιτωνάριον πρόσελθε, ἐπὶ κυνάριον, ἐπὶ ἱππάριον, ἐπὶ ἀγρίδιον: ἔνθεν ἐπὶ σαυτόν, τὸ σῶμα, τὰ μέρη τοῦ σώματος, τὰ τέκνα, τὴν γυναῖκα, τοὺς ἀδελφούς. [112] πανταχοῦ περιβλέψας ἀπόρριψον ἀπὸ σεαυτοῦ: κάθηρον τὰ δόγματα, μή τι προσήρτηταί σοι τῶν οὐ σῶν, μή τι συμπέφυκεν, μή τι ὀδυνήσει σ᾽ ἀποσπώμενον. [113] καὶ λέγε γυμναζόμενος καθ᾽ ἡμέραν, ὡς ἐκεῖ, μὴ ὅτι φιλοσοφεῖςἔστω φορτικὸν τὸ ὄνομα), ἀλλ᾽ ὅτι καρπιστὴν δίδως. τοῦτο γάρ ἐστιν ταῖς ἀληθείαις ἐλευθερία. [114] ταύτην ἠλευθερώθη Διογένης παρ᾽ Ἀντισθένους καὶ οὐκέτι ἔφη καταδουλωθῆναι δύνασθαι ὑπ᾽ οὐδενός. [115] διὰ τοῦτο πῶς ἑάλω, πῶς τοῖς πειραταῖς ἐχρῆτο: μή τι κύριον εἶπέν τινα αὐτῶν; καὶ οὐ λέγω τὸ ὄνομα: οὐ γὰρ τὴν φωνὴν φοβοῦμαι, ἀλλὰ τὸ πάθος, ἀφ᾽ οὗ φωνὴ ἐκπέμπεται. [116] πῶς ἐπιτιμᾷ αὐτοῖς, ὅτι κακῶς ἔτρεφον τοὺς ἑαλωκότας: πῶς ἐπράθη: μή τι κύριον ἐζήτει; ἀλλὰ δοῦλον. πῶς δὲ πραθεὶς ἀνεστρέφετο πρὸς τὸν δεσπότην: εὐθὺς διελέγετο πρὸς αὐτόν, ὅτι οὐχ οὕτως ἐστολίσθαι δεῖ αὐτόν, οὐχ οὕτως κεκάρθαι, περὶ τῶν υἱῶν, πῶς δεῖ αὐτοὺς διάγειν. [117] καὶ τί θαυμαστόν; εἰ γὰρ παιδοτρίβην ἐώνητο, ἐν τοῖς παλαιστρικοῖς ὑπηρέτῃ ἂν αὐτῷ ἐχρῆτο κυρίῳ; εἰ δ᾽ ἰατρόν, ὡσαύτως, εἰ δ᾽ ἀρχιτέκτονα. καὶ οὕτως ἐφ᾽ ἑκάστης ὕλης τὸν ἔμπειρον τοῦ ἀπείρου κρατεῖν πᾶσα ἀνάγκη. [118] ὅστις οὖν καθόλου τὴν περὶ βίον ἐπιστήμην κέκτηται, τί ἄλλο τοῦτον εἶναι δεῖ τὸν δεσπότην; τίς γάρ ἐστιν ἐν νηὶ κύριος; — κυβερνήτης. — διὰ τί; ὅτι ἀπειθῶν αὐτῷ ζημιοῦται. [119]ἀλλὰ δεῖραί με δύναται. — μή τι οὖν ἀζημίως; — οὕτως μὲν κἀγὼ ἔκρινον. — ἀλλ᾽ ὅτι οὐκ ἀζημίως, διὰ τοῦτο οὐκ ἔξεστιν: οὐδενὶ δ᾽ ἀζήμιόν ἐστι τὸ ποιεῖν τὰ ἄδικα. [120]καὶ τίς ζημία τῷ δήσαντι τὸν αὑτοῦ δοῦλον, ἣν δοκεῖς; — τὸ δῆσαι: τοῦτο καὶ σὺ ὁμολογήσεις, ἂν θέλῃς σῴζειν, ὅτι ἄνθρωπος οὐκ ἔστι θηρίον, ἀλλ᾽ ἥμερον ζῷον. [121] ἐπεὶ πότ᾽ ἄμπελος πράσσει κακῶς; ὅταν παρὰ τὴν ἑαυτῆς φύσιν πράσσῃ. πότ᾽ ἀλεκτρυών; [122] ὡσαύτως. οὐκοῦν καὶ ἄνθρωπος. τίς οὖν αὐτοῦ φύσις; δάκνειν καὶ λακτίζειν καὶ εἰς φυλακὴν βάλλειν καὶ ἀποκεφαλίζειν; οὔ: ἀλλ᾽ εὖ ποιεῖν, συνεργεῖν, ἐπεύχεσθαι. τότ᾽ οὖν κακῶς πράσσει, ἄν τε θέλῃς ἄν τε μή, ὅταν ἀγνωμονῇ.

ὥστε Σωκράτης οὐκ ἔπραξε κακῶς; [123]οὔ, ἀλλ᾽ οἱ δικασταὶ καὶ οἱ κατήγοροι. — οὐδ᾽ ἐν Ῥώμῃ Ἑλουίδιος; — οὔ, ἀλλ᾽ ἀποκτείνας αὐτόν. — πῶς λέγεις; [124]ὡς καὶ σὺ ἀλεκτρυόνα οὐ λέγεις κακῶς πρᾶξαι τὸν νικήσαντα καὶ κατακοπέντα, ἀλλὰ τὸν ἀπλῆγα ἡττηθέντα: οὐδὲ κύνα εὐδαιμονίζεις τὸν μήτε διώκοντα μήτε πονοῦντα, ἀλλ᾽ ὅταν ἱδρῶντα ἴδῃς, ὅταν ὀδυνώμενον, ὅταν ῥηγνύμενον ὑπὸ τοῦ δρόμου. [125] τί παραδοξολογοῦμεν, εἰ λέγομεν παντὸς κακὸν εἶναι τὸ παρὰ τὴν ἐκείνου φύσιν; τοῦτο παράδοξόν ἐστιν; σὺ γὰρ αὐτὸ ἐπὶ πάντων τῶν ἄλλων οὐ λέγεις; διὰ τί ἐπὶ μόνου οὖν τοῦ ἀνθρώπου ἄλλως φέρῃ; [126] ἀλλ᾽ ὅτι λέγομεν ἥμερον εἶναι τοῦ ἀνθρώπου τὴν φύσιν καὶ φιλάλληλον καὶ πιστήν, τοῦτο παράδοξον οὐκ ἔστιν; — οὐδὲ τοῦτο. [127]πῶς οὖν ἔτι οὐ δερόμενος βλάπτεται δεσμευόμενος ἀποκεφαλιζόμενος; οὐχὶ οὕτως μέν: εἰ γενναίως πάσχει, καὶ προσκερδαίνων καὶ προσωφελούμενος ἀπέρχεται, ἐκεῖνος δὲ βλαπτόμενός ἐστιν τὰ οἰκτρότατα πάσχων καὶ αἴσχιστα, ἀντὶ ἀνθρώπου λύκος γινόμενος ἔχις σφήξ;

[128] ἄγε οὖν ἐπέλθωμεν τὰ ὡμολογημένα. ἀκώλυτος ἄνθρωπος ἐλεύθερος, πρόχειρα τὰ πράγματα ὡς βούλεται. ὃν δ᾽ ἔστιν κωλῦσαι ἀναγκάσαι ἐμποδίσαι ἄκοντα εἴς τι ἐμβαλεῖν, δοῦλός ἐστιν. [129] τίς δ᾽ ἀκώλυτος; μηδενὸς τῶν ἀλλοτρίων ἐφιέμενος. τίνα δ᾽ ἀλλότρια; οὐκ ἔστιν ἐφ᾽ ἡμῖν οὔτ᾽ ἔχειν οὔτε μὴ ἔχειν οὔτε ποιὰ ἔχειν πῶς ἔχοντα. [130] οὐκοῦν τὸ σῶμα ἀλλότριον, τὰ μέρη αὐτοῦ ἀλλότρια, κτῆσις ἀλλοτρία. ἂν οὖν τινι τούτων ὡς ἰδίῳ προσπαθῇς, δώσεις δίκας ἃς ἄξιον τὸν τῶν ἀλλοτρίων ἐφιέμενον. [131] αὕτη ὁδὸς ἐπ᾽ ἐλευθερίαν ἄγει, αὕτη μόνη ἀπαλλαγὴ δουλείας, μόνῃ τὸ δυνηθῆναί ποτ᾽ εἰπεῖν ἐξ ὅλης ψυχῆς τὸ


ἄγου δέ μ᾽, Ζεῦ, καὶ σύ γ᾽ Πεπρωμένη,
ὅποι ποθ᾽ ὑμῖν εἰμι διατεταγμένος.

[132] ἀλλὰ τί λέγεις, φιλόσοφε; καλεῖ σε τύραννος ἐροῦντά τι ὧν οὐ πρέπει σοι. λέγεις οὐ λέγεις; εἰπέ μοι. — ἄφες σκέψωμαι. — νῦν σκέψῃ; ὅτε δ᾽ ἐν τῇ σχολῇ ἦς, τί ἐσκέπτου; οὐκ ἐμελέτας, τίνα ἐστὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ τίνα οὐδέτερα; — Ἐσκεπτόμην. — τίνα οὖν ἤρεσκεν ὑμῖν; [133]τὰ δίκαια καὶ καλὰ ἀγαθὰ εἶναι, τὰ ἄδικα καὶ αἰσχρὰ κακά. — μή τι τὸ ζῆν ἀγαθόν; — οὔ. — μή τι τὸ ἀποθανεῖν κακόν; — οὔ. — μή τι φυλακή; — οὔ. — λόγος δ᾽ ἀγεννὴς καὶ ἄπιστος καὶ φίλου προδοσία καὶ κολακεία τυράννου τί ὑμῖν ἐφαίνετο; [134]κακά. — τί οὖν; οὐχὶ σκέπτῃ, οὐχὶ δ᾽ ἔσκεψαι καὶ βεβούλευσαι. ποία γὰρ σκέψις, εἰ καθήκει μοὶ δυναμένῳ τὰ μέγιστα ἀγαθὰ ἐμαυτῷ περιποιῆσαι, τὰ μέγιστα κακὰ μὴ περιποιῆσαι; καλὴ σκέψις καὶ ἀναγκαία, πολλῆς βουλῆς δεομένη. τί ἡμῖν ἐμπαίζεις, ἄνθρωπε; [135] οὐδέποτε τοιαύτη σκέψις γίνεται. οὐδ᾽ εἰ ταῖς ἀληθείαις κακὰ μὲν ἐφαντάζου τὰ αἰσχρά, τὰ δ᾽ ἄλλα οὐδέτερα, ἦλθες ἂν ἐπὶ ταύτην τὴν ἐπίστασιν, οὐδ᾽ ἐγγύς: ἀλλ᾽ αὐτόθεν διακρίνειν εἶχες, ὥσπερ ὄψει τῇ διανοίᾳ. [136] πότε γὰρ σκέπτῃ, εἰ τὰ μέλανα λευκά ἐστιν, εἰ τὰ βαρέα κοῦφα; οὐχὶ δὲ τοῖς ἐναργῶς φαινομένοις ἐπακολουθεῖς; πῶς οὖν νῦν σκέπτεσθαι λέγεις, εἰ τὰ οὐδέτερα τῶν κακῶν φευκτότερα; [137] ἀλλ᾽ οὐκ ἔχεις τὰ δόγματα ταῦτα, ἀλλὰ φαίνεταί σοι οὔτε ταῦτα οὐδέτερα, ἀλλὰ τὰ μέγιστα κακά, οὔτ᾽ ἐκεῖνα κακά, ἀλλ᾽ οὐδὲν πρὸς ἡμᾶς. [138] οὕτως γὰρ ἐξ ἀρχῆς εἴθισας σεαυτόν: ‘ποῦ εἰμι; ἐν σχολῇ. καὶ ἀκούουσί μου τίνες; λέγω μετὰ τῶν φιλοσόφων. ἀλλ᾽ ἐξελήλυθα τῆς σχολῆς: ἆρον ἐκεῖνα τὰ τῶν σχολαστικῶν καὶ τῶν μωρῶν.’ οὕτως καταμαρτυρεῖται φίλος ὑπὸ φιλοσόφου, οὕτως παρασιτεῖ φιλόσοφος, [139] οὕτως ἐπ᾽ ἀργυρίῳ ἐκμισθοῖ ἑαυτόν, οὕτως ἐν συγκλήτῳ τις οὐ λέγει τὰ φαινόμενα: ἔνδοθεν τὸ δόγμα αὐτοῦ βοᾷ, [140] οὐ ψυχρὸν καὶ ταλαίπωρον ὑποληψείδιον ἐκ λόγων εἰκαίων ὡς ἐκ τριχὸς ἠρτημένον, ἀλλὰ ἰσχυρὸν καὶ χρηστικὸν καὶ ὑπὸ τοῦ διὰ τῶν ἔργων γεγυμνάσθαι μεμυημένον. [141] παραφύλαξον σαυτόν, πῶς ἀκούειςοὐ λέγω, ὅτι τὸ παιδίον σου ἀπέθανεν: πόθεν σοι; ἀλλ᾽ ὅτι σου τὸ ἔλαιον ἐξεχέθη, οἶνος ἐξεπόθη, [142] ἵνα τις ἐπιστὰς διατεινομένῳ σοι τοῦτ᾽ αὐτὸ μόνον εἴπῃφιλόσοφε, ἄλλα λέγεις ἐν τῇ σχολῇ: τί ἡμᾶς ἐξαπατᾷς; τί σκώληξ ὢν λέγεις, ὅτι ἄνθρωπος εἶ;’ [143] ἤθελον ἐπιστῆναί τινι αὐτῶν συνουσιάζοντι, ἵνα ἴδω, πῶς τείνεται καὶ ποίας φωνὰς ἀφίησιν, εἰ μέμνηται τοῦ ὀνόματος αὐτοῦ, τῶν λόγων οὓς ἀκούει λέγει ἀναγιγνώσκει.

καὶ τί ταῦτα πρὸς ἐλευθερίαν; [144]οὐκ ἄλλα μὲν οὖν ταῦτ᾽, ἄν τε θέλητε ὑμεῖς οἱ πλούσιοι ἄν τε μή. [145]καὶ τίς σοι μαρτυρεῖ ταῦτα; — τί γὰρ ἄλλο αὐτοὶ ὑμεῖς οἱ τὸν κύριον τὸν μέγαν ἔχοντες καὶ πρὸς τὸ ἐκείνου νεῦμα καὶ κίνημα ζῶντες, κἄν τινα ὑμῶν ἴδῃ μόνον συνεστραμμένῳ βλέμματι, ἀποψυχόμενοι, τὰς γραίας θεραπεύοντες καὶ τοὺς γέροντας καὶ λέγοντες ὅτι [146]οὐ δύναμαι τοῦτο ποιῆσαι: οὐκ ἐξεστί μοι;’ διὰ τί οὐκ ἔξεστίν σοι; οὐκ ἄρτι ἐμάχου μοι λέγων ἐλεύθερος εἶναι; ‘ἀλλὰ Ἄπρυλλά με κεκώλυκεν.’ λέγε οὖν τὰς ἀληθείας, δοῦλε, καὶ μὴ δραπέτευέ σου τοὺς κυρίους μηδ᾽ ἀπαρνοῦ μηδὲ τόλμα καρπιστὴν διδόναι τοσούτους ἔχων τῆς δουλείας ἐλέγχους. [147] καίτοι τὸν μὲν ὑπ᾽ ἔρωτος ἀναγκαζόμενόν τι ποιεῖν παρὰ τὸ φαινόμενον καὶ ἅμα μὲν ὁρῶντα τὸ ἄμεινον, ἅμα δ᾽ οὐκ ἐξευτονοῦντα ἀκολουθῆσαι αὐτῷ ἔτι μᾶλλον ἄν τις συγγνώμης ἄξιον ὑπολάβοι, ἅθ᾽ ὑπό τινος βιαίου καὶ τρόπον τινὰ θείου κατεσχημένον. [148] σοῦ δὲ τίς ἀνάσχοιτο τῶν γραῶν ἐρῶντος καὶ τῶν γερόντων καὶ ἐκείνας ἀπομύσσοντος καὶ ἀποπλύνοντος καὶ δωροδοκοῦντος καὶ ἅμα μὲν νοσούσας θεραπεύοντος ὡς δούλου, ἅμα δ᾽ ἀποθανεῖν εὐχομένου καὶ τοὺς ἰατροὺς διακρίνοντος, εἰ ἤδη θανασίμως ἔχουσιν; πάλιν ὅταν ὑπὲρ τῶν μεγάλων τούτων καὶ σεμνῶν ἀρχῶν καὶ τιμῶν τὰς χεῖρας τῶν ἀλλοτρίων δούλων καταφιλῇς, ἵνα μηδ᾽ ἐλευθέρων δοῦλος ᾖς; [149] εἶτά μοι σεμνὸς περιπατεῖς στρατηγῶν, ὑπατεύων, οὐκ οἶδα, πῶς ἐστρατήγησας, πόθεν τὴν ὑπατείαν ἔλαβες, τίς σοι αὐτὴν ἔδωκεν; [150] ἐγὼ μὲν οὐδὲ ζῆν ἤθελον, εἰ διὰ Φηλικίωνα ἔδει ζῆσαι τῆς ὀφρύος αὐτοῦ καὶ τοῦ δουλικοῦ φρυάγματος ἀνασχόμενον. οἶδα γάρ, τί ἐστι δοῦλος εὐτυχῶν ὡς δοκεῖ καὶ τετυφλωμένος.

σὺ οὖν, φησίν, ἐλεύθερος εἶ; [151]θέλω νὴ τοὺς θεοὺς καὶ εὔχομαι, ἀλλ᾽ οὔπω δύναμαι ἀντιβλέψαι τοῖς κυρίοις, ἔτι τιμῶ τὸ σωμάτιον, ὁλόκληρον αὐτὸ ἔχειν ἀντὶ πολλοῦ ποιοῦμαι καίτοι μηδ᾽ ὁλόκληρον ἔχων. [152] ἀλλὰ δύναμαί σοι δεῖξαι ἐλεύθερον, ἵνα μηκέτι ζητῇς τὸ παράδειγμα. Διογένης ἦν ἐλεύθερος. πόθεν τοῦτο; οὐχ ὅτι ἐξ ἐλευθέρων ἦνοὐ γὰρ ἦν), ἀλλ᾽ ὅτι αὐτὸς ἦν, ὅτι ἀποβεβλήκει πάσας τὰς τῆς δουλείας βλαβὰς οὐδ᾽ ἦν, ὅπως τις προσέλθῃ πρὸς αὐτὸν οὐδ᾽ ὅθεν λάβηται πρὸς τὸ καταδουλώσασθαι. [153] πάντα εὔλυτα εἶχεν, πάντα μόνον προσηρτημένα. εἰ τῆς κτήσεως ἐπελάβου, αὐτὴν ἀφῆκεν ἄν σοι μᾶλλον ἠκολούθησεν δι᾽ αὐτήν: εἰ τοῦ σκέλους, τὸ σκέλος: εἰ ὅλου τοῦ σωματίου, ὅλον τὸ σωμάτιον: οἰκείους, φίλους, πατρίδα ὡσαύτως. ᾔδει, πόθεν ἔχει καὶ παρὰ τίνος καὶ ἐπὶ τίσιν λαβών. τοὺς μέν γ᾽ ἀληθεινοὺς προγόνους, [154] τοὺς θεούς, καὶ τὴν τῷ ὄντι πατρίδα οὐδεπώποτ᾽ ἂν ἐγκατέλειπεν οὐδὲ παρεχώρησεν ἄλλῳ μᾶλλον πείθεσθαι αὐτοῖς καὶ ὑπακούειν οὐδ᾽ ὑπεραπέθανεν ἂν εὐκολώτερον τῆς πατρίδος ἄλλος. [155] οὐ γὰρ ἐζήτει ποτὲ δόξαι τι ποιεῖν ὑπὲρ τῶν ὅλων, ἀλλ᾽ ἐμέμνητο, ὅτι πᾶν τὸ γενόμενον ἐκεῖθέν ἐστιν καὶ ὑπὲρ ἐκείνης πράττεται καὶ ὑπὸ τοῦ διοικοῦντος αὐτὴν παρεγγυᾶται. [156] τοιγαροῦν ὅρα, τί λέγει αὐτὸς καὶ γράφει: ‘διὰ τοῦτό σοι,’ φησίν, ‘ἔξεστιν, Διόγενες, καὶ τῷ Περσῶν βασιλεῖ καὶ Ἀρχιδάμῳ τῷ Λακεδαιμονίων ὡς βούλει διαλέγεσθαι.’ [157] ἆρά γ᾽ ὅτι ἐξ ἐλευθέρων ἦν; πάντες γὰρ Ἀθηναῖοι καὶ πάντες Λακεδαιμόνιοι καὶ Κορίνθιοι διὰ τὸ ἐκ δούλων εἶναι οὐκ ἠδύναντο αὐτοῖς ὡς ἠβούλοντο διαλέγεσθαι, ἀλλ᾽ ἐδεδοίκεσαν καὶ ἐθεράπευον; [158] διὰ τί οὖν, φησίν, ἔξεστιν; ‘ὅτι τὸ σωμάτιον ἐμὸν οὐχ ἡγοῦμαι, ὅτι οὐδενὸς δέομαι, ὅτι νόμος μοι πάντα ἐστὶ καὶ ἄλλο οὐδέν.’ ταῦτα ἦν τὰ ἐλεύθερον ἐκεῖνον ἐάσαντα.

[159] καὶ ἵνα μὴ δόξῃς, ὅτι παράδειγμα δείκνυμι ἀνδρὸς ἀπεριστάτου μήτε γυναῖκα ἔχοντος μήτε τέκνα μήτε πατρίδα φίλους συγγενεῖς, ὑφ᾽ ὧν κάμπτεσθαι καὶ περισπᾶσθαι ἠδύνατο, λάβε Σωκράτη καὶ θέασαι γυναῖκα καὶ παιδία ἔχοντα, ἀλλὰ ὡς ἀλλότριαν, πατρίδα, ἐφ᾽ ὅσον ἔδει καὶ ὡς ἔδει, φίλους, συγγενεῖς, πάντα ταῦτα ὑποτεταχότα τῷ νόμῳ καὶ τῇ πρὸς ἐκεῖνον εὐπειθ [160] είᾳ. διὰ τοῦτο, στρατεύεσθαι μὲν ὁπότ᾽ ἔδει, πρῶτος ἀπῄει κἀκεῖ ἐκινδύνευεν ἀφειδέστατα: ἐπὶ Λέοντα δ᾽ ὑπὸ τῶν τυράννων πεμφθείς, ὅτι αἰσχρὸν ἡγεῖτο, οὐδ᾽ ἐπεβουλεύσατο εἰδώς, ὅτι ἀποθανεῖν δεήσει, ἂν οὕτως τύχῃ. [161] καὶ τί αὐτῷ διέφερεν; ἄλλο γάρ τι σῴζειν ἤθελεν: οὐ τὸ σαρκίδιον, ἀλλὰ τὸν πιστόν, τὸν αἰδήμονα. [162] ταῦτα ἀπαρεγχείρητα, ἀνυπότακτα. εἶθ᾽ ὅτ᾽ ἀπολογεῖσθαι ἔδει ὑπὲρ τοῦ ζῆν, μή τι ὡς τέκνα ἔχων ἀναστρέφεται, μή τι ὡς γυναῖκα; ἀλλ᾽ ὡς μόνος. τί δ᾽, ὅτε πιεῖν ἔδει τὸ φάρμακον, πῶς ἀναστρέφεται; [163] δυνάμενος διασωθῆναι καὶ τοῦ Κρίτωνος αὐτῷ λέγοντος ὅτιἔξελθε διὰ τὰ παιδίατί λέγει; ἕρμαιον ἡγεῖτο αὐτό; πόθεν; ἀλλὰ τὸ εὔσχημον σκοπεῖ, τἆλλα δ᾽ οὐδ᾽ ὁρᾷ, οὐδ᾽ ἐπιλογίζεται. οὐ γὰρ ἤθελεν, φησίν, σῶσαι τὸ σωμάτιον, ἀλλ᾽ ἐκεῖνο, τῷ δικαίῳ μὲν αὔξεται καὶ σῴζεται, τῷ δ᾽ ἀδίκῳ μειοῦται καὶ ἀπόλλυται. Σωκράτης δ᾽ αἰσχρῶς οὐ σῴζεται, [164] μὴ ἐπιψηφίσας Ἀθηναίων κελευόντων, τοὺς τυράννους ὑπεριδών, τοιαῦτα περὶ ἀρετῆς καὶ καλοκἀγαθίας διαλεγόμενος: τοῦτον οὐκ ἔστι σῶσαι αἰσχρῶς, [165] ἀλλ᾽ ἀποθνῄσκων σῴζεται, οὐ φεύγων. καὶ γὰρ ἀγαθὸς ὑποκριτὴς παυόμενος ὅτε δεῖ σῴζεται μᾶλλον ὑποκρινόμενος παρὰ καιρόν. [166] τί οὖν ποιήσει τὰ παιδία; ‘εἰ μὲν εἰς Θετταλίαν ἀπῄειν, ἐπεμελήθητε αὐτῶν: εἰς Ἅιδου δέ μου ἀποδημήσαντος οὐδεὶς ἔσται ἐπιμελησόμενος;’ ὅρα, πῶς ὑποκορίζεται καὶ σκώπτει τὸν θάνατον. [167] εἰ δ᾽ ἐγὼ καὶ σὺ ἦμεν, εὐθὺς ἂν καταφιλοσοφήσαντες ὅτιτοὺς ἀδικοῦντας δεῖ τοῖς ἴσοις ἀμύνεσθαικαὶ προσθέντες ὅτιὄφελος ἔσομαι πολλοῖς ἀνθρώποις σωθείς, ἀποθανὼν δ᾽ οὐδενί,’ εἰ γἄρ᾽ ἔδει διὰ τρώγλης ἐκδύντας, ἐξήλθομεν ἄν. [168] καὶ πῶς ἂν ὠφελήσαμέν τινα; ποῦ γὰρ ἂν ἔτι ἔμενον ἐκεῖνοι; οἳ ὄντες ἦμεν ὠφέλιμοι, οὐχὶ πολὺ μᾶλλον ἀποθανόντες ἂν ὅτε ἔδει καὶ ὡς ἔδει ὠφελήσαμεν ἀνθρώπους; [169] καὶ νῦν Σωκράτους ἀποθανόντος οὐθὲν ἧττον καὶ πλεῖον ὠφέλιμός ἐστιν ἀνθρώποις μνήμη ὧν ἔτι ζῶν ἔπραξεν εἶπεν.

[170] ταῦτα μελέτα, ταῦτα τὰ δόγματα, τούτους τοὺς λόγους, εἰς ταῦτα ἀφόρα τὰ παραδείγματα, εἰ θέλεις ἐλεύθερος εἶναι, εἰ ἐπιθυμεῖς κατ᾽ ἀξίαν τοῦ πράγματος. καὶ τί θαυμαστόν, [171] εἰ τηλικοῦτο πρᾶγμα τοσούτων καὶ τηλικούτων ὠνῇ; ὑπὲρ τῆς νομιζομένης ἐλευθερίας ταύτης οἱ μὲν ἀπάγχονται, οἱ δὲ κατακρημνίζουσιν αὑτούς, ἔστι δ᾽ ὅτε καὶ πόλεις ὅλαι ἀπώλοντο: [172] ὑπὲρ τῆς ἀληθεινῆς καὶ ἀνεπιβουλεύτου καὶ ἀσφαλοῦς ἐλευθερίας ἀπαιτοῦντι τῷ θεῷ δέδωκεν οὐκ ἐκστήσῃ; οὐχ, ὡς Πλάτων λέγει, μελετήσεις οὐχὶ ἀποθνῄσκειν μόνον, ἀλλὰ καὶ στρεβλοῦσθαι καὶ φεύγειν καὶ δέρεσθαι καὶ πάνθ᾽ ἁπλῶς ἀποδιδόναι τἀλλότρια; [173] ἔσει τοίνυν δοῦλος ἐν δούλοις, κἂν μυριάκις ὑπατεύσῃς, κἂν εἰς τὸ παλάτιον ἀναβῇς, οὐδὲν ἧττον: καὶ αἰσθήσει, ὅτι παράδοξα μὲν ἴσως φασὶν οἱ φιλόσοφοι, καθάπερ καὶ Κλεάνθης ἔλεγεν, οὐ μὴν παράλογα. [174] ἔργῳ γὰρ εἴσῃ, ὅτι ἀληθῆ ἐστι καὶ τούτων τῶν θαυμαζομένων καὶ σπουδαζομένων ὄφελος οὐδέν ἐστι τοῖς τυχοῦσι: τοῖς δὲ μηδέπω τετευχόσι φαντασία γίνεται, ὅτι παραγενομένων αὐτῶν ἅπαντα παρέσται αὐτοῖς τὰ ἀγαθά: εἶθ᾽ ὅταν παραγένηται, τὸ καῦμα ἴσον, ῥιπτασμὸς αὐτός, ἄση, [175] τῶν οὐ παρόντων ἐπιθυμία. οὐ γὰρ ἐκπληρώσει τῶν ἐπιθυμουμένων ἐλευθερία παρασκευάζεται, ἀλλὰ ἀνασκευῇ τῆς ἐπιθυμίας. [176] καὶ ἵν᾽ εἰδῇς, ὅτι ἀληθῆ ταῦτά ἐστιν, ὡς ἐκείνων ἕνεκα πεπόνηκας, οὕτως καὶ ἐπὶ ταῦτα μετάθες τὸν πόνον: ἀγρύπνησον ἕνεκα τοῦ δόγμα περιποιήσασθαι ἐλευθεροποιόν, [177] θεράπευσον ἀντὶ γέροντος πλουσίου φιλόσοφον, περὶ θύρας ὄφθηται τὰς τούτου: οὐκ ἀσχημονήσεις ὀφθείς, οὐκ ἀπελεύσῃ κενὸς οὐδ᾽ ἀκερδής, ἂν ὡς δεῖ προσέλθῃς. εἰ δὲ μή, πείρασόν γ᾽: οὐκ ἔστιν αἰσχρὰ πεῖρα.


περὶ συμπεριφορᾶς.

τούτῳ τῷ τόπῳ πρὸ πάντων σε δεῖ προσέχειν, μή ποτε ἄρα τῶν προτέρων συνήθων φίλων ἀνακραθῇς τινι οὕτως, ὥστ᾽ εἰς τὰ αὐτὰ συγκαταβῆναι αὐτῷ: εἰ δὲ μή, ἀπολεῖς σεαυτόν. [2] ἂν δέ σ᾽ ὑποτρέχῃ ὅτιἀδέξιος αὐτῷ φανοῦμαι καὶ οὐχ ὁμοίως ἕξει ὡς πρότερον,’ μέμνησο, ὅτι προῖκα οὐδὲν γίνεται οὐδ᾽ ἔστι δυνατὸν μὴ τὰ αὐτὰ ποιοῦντα μὴ τὸν αὐτὸν εἶναι τῷ ποτέ. ἐλοῦ οὖν πότερον θέλεις, [3] ὁμοίως φιλεῖσθαι ὑφ᾽ ὧν πρότερον ὅμοιος ὢν τῷ πρότερον σεαυτῷ κρείσσων ὢν μὴ τυγχάνειν τῶν ἴσων. [4] εἰ γὰρ τοῦτο κρεῖσσον, αὐτόθεν ἀπόνευσον ἐπὶ τοῦτο μηδέ σε περισπάτωσαν οἱ ἕτεροι διαλογισμοί. οὐδεὶς γὰρ ἐπαμφοτερίζων δύναται προκόψαι, ἀλλ᾽ εἰ τοῦτο πάντων προκέκρικας, εἰ πρὸς τούτῳ μόνῳ θέλεις εἶναι, εἰ τοῦτο ἐκπονῆσαι, ἄφες ἅπαντα τἆλλα: [5] εἰ δὲ μή, οὗτος ἐπαμφοτερισμὸς ἑκάτερόν σοι ποιήσει, οὔτε προκόψεις κατ᾽ ἀξίαν οὔτ᾽ ἐκείνων τεύξῃ, ὧν πρότερον ἐτύγχανες. [6] πρότερον γὰρ εἰλικρινῶς ἐφιέμενος τῶν οὐδενὸς ἀξίων ἡδὺς ἦς τοῖς συνοῦσιν. [7] οὐ δύνασαι δ᾽ ἐν ἀμφοτέρῳ τῷ εἴδει διενεγκεῖν: ἀλλ᾽ ἀνάγκη, καθόσον ἂν τοῦ ἑτέρου κοινωνῇς, ἀπολείπεσθαί σ᾽ ἐν θατέρῳ. οὐ δύνασαι μὴ πίνων μεθ᾽ ὧν ἔπινες ὁμοίως ἡδὺς αὐτοῖς φαίνεσθαι: ἑλοῦ οὖν, πότερον μεθυστὴς εἶναι θέλεις καὶ ἡδὺς ἐκείνοις νήφων ἀηδής. οὐ δύνασαι μὴ ᾁδων μεθ᾽ ὧν ᾖδες ὁμοίως φιλεῖσθαι ὑπ᾽ αὐτῶν: ἑλοῦ οὖν καὶ ἐνταῦθα, πότερον θέλεις. [8] εἰ γὰρ κρεῖσσον τὸ αἰδήμονα εἶναι καὶ κόσμιον τοῦ εἰπεῖν τιναἡδὺς ἄνθρωπος,’ ἄφες τὰ ἕτερα, ἀπόγνωθι, ἀποστράφηθι, μηδὲν σοὶ καὶ αὐτοῖς. [9] εἰ δὲ μὴ ἀρέσει ταῦτα, ὅλος ἀπόκλινον ἐπὶ τἀναντία: γενοῦ εἷς τῶν κιναίδων, εἷς τῶν μοιχῶν καὶ ποίει τὰ ἑξῆς καὶ τεύξῃ ὧν θέλεις. καὶ ἀναπηδῶν ἐπικραύγαζε τῷ ὀρχηστῇ. [10] διάφορα δ᾽ οὕτως πρόσωπα οὐ μίγνυται: οὐ δύνασαι καὶ Θερσίτην ὑποκρίνασθαι καὶ Ἀγαμέμνονα. ἂν Θερσίτης εἶναι θέλῃς, κυρτόν σε εἶναι δεῖ, φαλακρόν: ἂν Ἀγαμέμνων, μέγαν καὶ καλὸν καὶ τοὺς ὑποτεταγμένους φιλοῦντα.


τίνα τίνων ἀντικαταλλακτέον.

ἐκεῖνο πρόχειρον ἔχε, ὅταν τινὸς ἀπολείπῃ τῶν ἐκτός, τί ἀντ᾽ αὐτοῦ περιποιῇ: κἂν πλείονος ἄξιον, μηδέποτ᾽ εἴπῃς ὅτι [2]ἐζημίωμαι:’ οὐδ᾽ ἂν ἀντὶ ὄνου ἵππον, οὐδ᾽ ἀντὶ προβάτου βοῦν, οὐδ᾽ ἀντὶ κέρματος πρᾶξιν καλήν, οὐδ᾽ ἀντὶ ψυχρολογίας ἡσυχίαν οἵαν δεῖ, οὐδ᾽ ἀντὶ αἰσχρολογίας αἰδῶ. [3] τούτων μεμνημένος πανταχοῦ διασώσεις τὸ σαυτοῦ πρόσωπον οἷον ἔχειν σε δεῖ. εἰ δὲ μή, σκόπει, ὅτι ἀπόλλυνται οἱ χρόνοι εἰκῇ καὶ ὅσα νῦν προσέχεις σεαυτῷ, μέλλεις ἐκχεῖν ἅπαντα ταῦτα καὶ ἀνατρέπειν. [4] ὀλίγου δὲ χρεία ἐστὶ πρὸς τὴν ἀπώλειαν τὴν πάντων καὶ ἀνατροπήν, μικρᾶς ἀποστροφῆς τοῦ λόγου. [5] ἵνα κυβερνήτης ἀνατρέψῃ τὸ πλοῖον, οὐ χρείαν ἔχει τῆς αὐτῆς