previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τίνα τίνων ἀντικαταλλακτέον.

ἐκεῖνο πρόχειρον ἔχε, ὅταν τινὸς ἀπολείπῃ τῶν ἐκτός, τί ἀντ᾽ αὐτοῦ περιποιῇ: κἂν πλείονος ἄξιον, μηδέποτ᾽ εἴπῃς ὅτι [2]ἐζημίωμαι:’ οὐδ᾽ ἂν ἀντὶ ὄνου ἵππον, οὐδ᾽ ἀντὶ προβάτου βοῦν, οὐδ᾽ ἀντὶ κέρματος πρᾶξιν καλήν, οὐδ᾽ ἀντὶ ψυχρολογίας ἡσυχίαν οἵαν δεῖ, οὐδ᾽ ἀντὶ αἰσχρολογίας αἰδῶ. [3] τούτων μεμνημένος πανταχοῦ διασώσεις τὸ σαυτοῦ πρόσωπον οἷον ἔχειν σε δεῖ. εἰ δὲ μή, σκόπει, ὅτι ἀπόλλυνται οἱ χρόνοι εἰκῇ καὶ ὅσα νῦν προσέχεις σεαυτῷ, μέλλεις ἐκχεῖν ἅπαντα ταῦτα καὶ ἀνατρέπειν. [4] ὀλίγου δὲ χρεία ἐστὶ πρὸς τὴν ἀπώλειαν τὴν πάντων καὶ ἀνατροπήν, μικρᾶς ἀποστροφῆς τοῦ λόγου. [5] ἵνα κυβερνήτης ἀνατρέψῃ τὸ πλοῖον, οὐ χρείαν ἔχει τῆς αὐτῆς παρασκευῆς, ὅσης εἰς τὸ σῶσαι: ἀλλὰ μικρὸν πρὸς τὸν ἄνεμον ἂν ἐπιστρέψῃ, ἀπώλετο: κἂν μὴ αὐτὸς ἑκών, ὑποπαρενθυμηθῇ δ᾽, ἀπώλετο. [6] τοιοῦτόν ἐστί τι καὶ ἐνθάδε: μικρὸν ἂν ἀπονυστάξῃς, ἀπῆλθεν πάντα τὰ μέχρι νῦν συνειλεγμένα. πρόσεχε οὖν ταῖς φαντασίαις, ἐπαγρύπνει. [7] οὐ γὰρ μικρὸν τὸ τηρούμενον, ἀλλ᾽ αἰδὼς καὶ πίστις καὶ εὐστάθεια, [8] ἀπάθεια, ἀλυπία, ἀφοβία, ἀταραξία, ἁπλῶς ἐλευθερία. τίνων μέλλεις ταῦτα πωλεῖν; βλέπε, πόσου ἀξίων. — ἀλλ᾽ οὐ τεύξομαι τοιούτου τινὸς ἀντ᾽ αὐτοῦ. — βλέπε καὶ τυγχάνων πάλιν ἐκείνου, τί ἀντ᾽ αὐτοῦ λαμβάνεις. [9]ἐγὼ εὐκοσμίαν, ἐκεῖνος δημαρχίαν: ἐκεῖνος στρατηγίαν, ἐγὼ αἰδῶ. ἀλλ᾽ οὐ κραυγάζω, ὅπου ἀπρεπές: ἀλλ᾽ οὐκ ἀναστήσομαι, ὅπου μὴ δεῖ. ἐλεύθερος γάρ εἰμι καὶ φίλος τοῦ θεοῦ, ἵν᾽ ἑκὼν πείθωμαι αὐτῷ. [10] τῶν δ᾽ ἄλλων οὐδενὸς ἀντιποιεῖσθαί με δεῖ, οὐ σώματος, οὐ κτήσεως, οὐκ ἀρχῆς, οὐ φήμης, ἁπλῶς οὐδενός: οὐδὲ γὰρ ἐκεῖνος βούλεταί μ᾽ ἀντιποιεῖσθαι αὐτῶν. εἰ γὰρ ἤθελεν, ἀγαθὰ πεποιήκει αὐτὰ ἂν ἐμοί. νῦν δ᾽ οὐ πεποίηκεν: διὰ τοῦτο οὐδὲν δύναμαι παραβῆναι τῶν ἐντολῶν.’ [11] τήρει τὸ ἀγαθὸν τὸ σαυτοῦ ἐν παντί, τῶν δ᾽ ἄλλων κατὰ τὸ διδόμενον μέχρι τοῦ εὐλογιστεῖν ἐν αὐτοῖς, τούτῳ μόνῳ ἀρκούμενος. εἰ δὲ μή, δυστυχήσεις, ἀτυχήσεις, κωλυθήσῃ, ἐμποδισθήσῃ. [12] οὗτοί εἰσιν οἱ ἐκεῖθεν ἀπεσταλμένοι νόμοι, ταῦτα τὰ διατάγματα: τούτων ἐξηγητὴν δεῖ γενέσθαι, τούτοις ὑποτεταγμένον, οὐ τοῖς Μασουρίου καὶ Κασσίου.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (George Long, 1890)
load focus English (Thomas Wentworth Higginson, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: