previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ ἀφοβίας.

τί ποιεῖ φοβερὸν τὸν τύραννον; — οἱ δορυφόροι, φησίν, καὶ αἱ μάχαιραι αὐτῶν καὶ ἐπὶ τοῦ κοιτῶνος καὶ οἱ ἀποκλείοντες τοὺς εἰσιόντας. [2]διὰ τί οὖν, ἂν παιδίον αὐτῷ προσαγάγῃς μετὰ τῶν δορυφόρων ὄντι, οὐ φοβεῖται; ὅτι οὐκ αἰσθάνεται τούτων τὸ παιδίον; [3] ἂν οὖν τῶν δορυφόρων τις αἰσθάνηται καὶ ὅτι μαχαίρας ἔχουσιν, ἐπ᾽ αὐτὸ δὲ τοῦτο προσέρχηται αὐτῷ θέλων ἀποθανεῖν διά τινα περίστασιν καὶ ζητῶν ὑπ᾽ ἄλλου παθεῖν αὐτὸ εὐκόλως, μή τι φοβεῖται τοὺς δορυφόρους; — θέλει γὰρ τοῦτο, δι᾽ φοβεροί εἰσιν. — [4] ἂν οὖν τις μήτ᾽ ἀποθανεῖν μήτε ζῆν θέλων ἐξ ἅπαντος ἀλλ᾽ ὡς ἂν διδῶται, προσέρχηται αὐτῷ, τί κωλύει μὴ δεδοικότα προσέρχεσθαι αὐτόν; [5]οὐδέν. — ἄν τις οὖν καὶ πρὸς τὴν κτῆσιν ὡσαύτως ἔχῃ καθάπερ οὗτος πρὸς τὸ σῶμα καὶ πρὸς τὰ τέκνα καὶ τὴν γυναῖκα καὶ ἁπλῶς ὑπό τινος μανίας καὶ ἀπονοίας οὕτως ᾖν διακείμενος, ὥστ᾽ ἐν μηδενὶ ποιεῖσθαι τὸ ἔχειν ταῦτα μὴ ἔχειν, ἀλλ᾽ ὡς ὀστρακίοις τὰ παιδία παίζοντα περὶ μὲν τῆς παιδιᾶς διαφέρεται, τῶν ὀστρακίων δ᾽ οὐ πεφρόντικεν, οὕτως δὲ καὶ οὗτος τὰς μὲν ὕλας παρ᾽ οὐδὲν ᾖν πεποιημένος, τὴν παιδιὰν δὲ τὴν περὶ αὐτὰς καὶ ἀναστροφὴν ἀσπάζηται: ποῖος ἔτι τούτῳ τύραννος φοβερὸς ποῖοι δορυφόροι ποῖαι μάχαιραι αὐτῶν; [6]

εἶτα ὑπὸ μανίας μὲν δύναταί τις οὕτως διατεθῆναι πρὸς ταῦτα καὶ ὑπὸ ἔθους οἱ Γαλιλαῖοι: ὑπὸ λόγου δὲ καὶ ἀποδείξεως οὐδεὶς δύναται μαθεῖν, ὅτι θεὸς πάντα πεποίηκεν τὰ ἐν τῷ κόσμῳ καὶ αὐτὸν τὸν κόσμον ὅλον μὲν ἀκώλυτον καὶ αὐτοτελῆ, τὰ ἐν μέρει δ᾽ αὐτοῦ πρὸς χρείαν τῶν ὅλων; [7] τὰ μὲν οὖν ἄλλα πάντα ἀπήλλακται τοῦ δύνασθαι παρακολουθεῖν τῇ διοικήσει αὐτοῦ: τὸ δὲ λογικὸν ζῷον ἀφορμὰς ἔχει πρὸς ἀναλογισμὸν τούτων ἁπάντων, ὅτι τε μέρος ἐστὶ καὶ ποῖόν τι μέρος καὶ ὅτι τὰ μέρη τοῖς ὅλοις εἴκειν ἔχει καλῶς. [8] πρὸς τούτοις δὲ φύσει γενναῖον καὶ μεγαλόψυχον καὶ ἐλεύθερον γενόμενον ὁρᾷ, διότι τῶν περὶ αὐτὸ τὰ μὲν ἀκώλυτα ἔχει καὶ ἐπ᾽ αὐτῷ, τὰ δὲ κωλυτὰ καὶ ἐπ᾽ ἄλλοις: ἀκώλυτα μὲν τὰ προαιρετικά, κωλυτὰ δὲ τὰ ἀπροαίρετα. καὶ διὰ τοῦτο, [9] ἐὰν μὲν ἐν τούτοις μόνοις ἡγήσηται τὸ ἀγαθὸν τὸ αὑτοῦ καὶ συμφέρον, τοῖς ἀκωλύτοις καὶ ἐφ᾽ ἑαυτῷ, ἐλεύθερον ἔσται, εὔρουν, εὔδαιμον, ἀβλαβές, μεγαλόφρον, εὐσεβές, χάριν ἔχον ὑπὲρ πάντων τῷ θεῷ, μηδαμοῦ μεμφόμενον μηδενὶ τῶν γενομένων, μηδενὶ ἐγκαλοῦν: [10] ἂν δ᾽ ἐν τοῖς ἐκτὸς καὶ ἀπροαιρέτοις, ἀνάγκη κωλύεσθαι αὐτό, ἐμποδίζεσθαι, δουλεύειν τοῖς ἐκείνων ἔχουσιν ἐξουσίαν, [11] τεθαύμακεν καὶ φοβεῖται, ἀνάγκη δ᾽ ἀσεβὲς εἶναι ἅτε βλάπτεσθαι οἰόμενον ὑπὸ τοῦ θεοῦ καὶ ἄνισον, ἀεὶ αὑτῷ τοῦ πλείονος περιποιητικόν, ἀνάγκη δὲ καὶ ταπεινὸν εἶναι καὶ μικροπρεπές. [12]

ταῦτα τί κωλύει διαλαβόντα ζῆν κούφως καὶ εὐηνίως, πάντα τὰ συμβαίνειν δυνάμενα πρᾴως ἐκδεχόμενον, τὰ δ᾽ ἤδη συμβεβηκότα φέροντα; [13]θέλεις πενίαν;’ φέρε καὶ γνώσῃ, τί ἐστι πενία τυχοῦσα καλοῦ ὑποκριτοῦ. [14]θέλεις ἀρχάς;’ φέρε, καὶ πόνους. ‘ἀλλ᾽ ἐξορισμόν;’ ὅπου ἂν ἀπέλθω, ἐκεῖ μοι καλῶς ἔσται: καὶ γὰρ ἐνθάδε οὐ διὰ τὸν τόπον ἦν μοι καλῶς, ἀλλὰ διὰ τὰ δόγματα, μέλλω μετ᾽ ἐμαυτοῦ ἀποφέρειν. οὐδὲ γὰρ δύναταί τις ἀφελέσθαι αὐτά, ἀλλὰ ταῦτα μόνα ἐμά ἐστι καὶ ἀναφαίρετα καὶ ἀρκεῖ μοι παρόντα, ὅπου ἂν καὶ τι ἂν ποιῶ. [15]ἀλλ᾽ ἤδη καιρὸς ἀποθανεῖν.’ τί λέγεις ἀποθανεῖν; μὴ τραγῴδει τὸ πρᾶγμα, ἀλλ᾽ εἰπὲ ὡς ἔχειἤδη καιρὸς τὴν ὕλην, ἐξ ὧν συνῆλθεν, εἰς ἐκεῖνα πάλιν ἀποκαταστῆναι.’ καὶ τί δεινόν; τί μέλλει ἀπόλλυσθαι τῶν ἐν τῷ κόσμῳ, τί γενέσθαι καινόν, παράλογον; τούτων ἕνεκα φοβερός ἐστιν τύραννος; [16] διὰ ταῦτα οἱ δορυφόροι μεγάλας δοκοῦσιν ἔχειν τὰς μαχαίρας καὶ ὀξείας; ἄλλοις ταῦτα: ἐμοὶ δ᾽ ἔσκεπται περὶ πάντων, εἰς ἐμὲ οὐδεὶς ἐξουσίαν ἔχει. [17] ἠλευθέρωμαι ὑπὸ τοῦ θεοῦ, ἔγνωκα αὐτοῦ τὰς ἐντολάς, οὐκέτι οὐδεὶς δουλαγωγῆσαί με δύναται, καρπιστὴν ἔχω οἷον δεῖ, δικαστὰς οἵους δεῖ. [18]οὐχὶ τοῦ σώματός σου κύριός εἰμι;’ τί οὖν πρὸς ἐμέ; ‘οὐχὶ τοῦ κτησιδίου;’ τί οὖν πρὸς ἐμέ; ‘οὐχὶ φυγῆς δεσμῶν;’ πάλιν τούτων πάντων καὶ τοῦ σωματίου ὅλου σοι αὐτοῦ ἐξίσταμαι, ὅταν θέλῃς. πείρασαί μοί σου τῆς ἀρχῆς καὶ γνώσῃ, μέχρι τίνος αὐτὴν ἔχεις.

[19] τίνα οὖν ἔτι φοβηθῆναι δύναμαι; τοὺς ἐπὶ τοῦ κοιτῶνος; μὴ τί ποιήσωσιν; ἀποκλείσωσί με; ἄν με εὕρωσι θέλοντα εἰσελθεῖν, ἀποκλεισάτωσαν. — τί οὖν ἔρχῃ ἐπὶ θύρας; — ὅτι καθήκειν ἐμαυτῷ δοκῶ μενούσης τῆς παιδιᾶς συμπαίζειν. [20]πῶς οὖν οὐκ ἀποκλείῃ; — ὅτι ἂν μή τίς με δέχηται, οὐ θέλω εἰσελθεῖν, ἀλλ᾽ ἀεὶ μᾶλλον ἐκεῖνο θέλω τὸ γινόμενον. κρεῖττον γὰρ ἡγοῦμαι θεὸς θέλει ἐγώ. προσκείσομαι διάκονος καὶ ἀκόλουθος ἐκείνῳ, συνορμῶ, συνορέγομαι, ἁπλῶς συνθέλω. ἀποκλεισμὸς ἐμοὶ οὐ γίνεται, ἀλλὰ τοῖς βιαζομένοις. [21] διὰ τί οὖν οὐ βιάζομαι; οἶδα γάρ, ὅτι ἔσω ἀγαθὸν οὐδὲν διαδίδοται τοῖς εἰσελθοῦσιν. ἀλλ᾽ ὅταν ἀκούσω τινὰ μακαριζόμενον, ὅτι τιμᾶται ὑπὸ τοῦ Καίσαρος, λέγωτί αὐτῷ συμβαίνει; μή τι οὖν καὶ δόγμα, οἷον δεῖ ἐπαρχίαν; μή τι οὖν καὶ τὸ χρῆσθαι ἐπιτροπῇ; [22] τί ἔτι διωθοῦμαι; ἰσχαδοκάρυά τις διαρριπτεῖ: τὰ παιδία ἁρπάζει καὶ ἀλλήλοις διαμάχεται: οἱ ἄνδρες οὐχί, μικρὸν γὰρ αὐτὸ ἡγοῦνται. ἂν δ᾽ ὀστράκια διαρριπτῇ τις, οὐδὲ τὰ παιδία ἁρπάζει. [23] ἐπαρχίαι διαδίδονται: ὄψεται τὰ παιδία. ἀργύριον: ὄψεται τὰ παιδία. στρατηγία, ὑπατεία: διαρπαζέτω τὰ παιδία: ἐκκλειέσθω, τυπτέσθω, καταφιλείτω τὰς χεῖρας τοῦ διδόντος, τῶν δούλων: ἐμοὶ δ᾽ ἰσχαδοκάρυόν ἐστιν.’ [24] τί οὖν, ἂν ἀπὸ τύχης ῥιπτοῦντος αὐτοῦ ἔλθῃ εἰς τὸν κόλπον ἰσχάς; ἄρας κατάφαγε: μέχρι τοσούτου γὰρ ἔστι καὶ ἰσχάδα τιμῆσαι. ἵνα δὲ κρύψω καὶ ἄλλον ἀνατρέψω ὑπ᾽ ἄλλου ἀνατραπῶ καὶ κολακεύσω τοὺς εἰσιόντας, οὐκ ἀξία οὔτ᾽ ἰσχὰς οὔτ᾽ ἄλλο τι τῶν οὐκ ἀγαθῶν, με ἀναπεπείκασιν οἱ φιλόσοφοι μὴ δοκεῖν ἀγαθὰ εἶναι.

δείκνυέ μοι τὰς μαχαίρας τῶν δορυφόρων. [25]ἰδοῦ, ἡλίκαι εἰσὶ καὶ πῶς ὀξεῖαι.’ τί οὖν ποιοῦσιν αἱ μεγάλαι αὗται μάχαιραι καὶ ὀξεῖαι; [26]ἀποκτειννύουσιν.’ πυρετὸς δὲ τί ποιεῖ; ‘ἄλλο οὐδέν.’ κεραμὶς δὲ τί ποιεῖ; ‘ἄλλο οὐδέν.’ θέλεις οὖν πάντα ταῦτα θαυμάζω καὶ προσκυνῶ καὶ δοῦλος πάντων περιέρχωμαι; [27] μὴ γένοιτο: ἀλλ᾽ ἅπαξ μαθών, ὅτι τὸ γενόμενον καὶ φθαρῆναι δεῖ, ἵνα κόσμος μὴ ἵστηται μηδ᾽ ἐμποδίζηται, οὐκέτι διαφέρομαι, πότερον πυρετὸς αὐτὸ ποιήσει κεραμὶς στρατιώτης, ἀλλ᾽ εἰ δεῖ συγκρῖναι, οἶδ᾽ ὅτι ἀπονώτερον αὐτὸ καὶ ταχύτερον στρατιώτης ποιήσει. [28] ὅταν οὖν μήτε φοβῶμαί τι ὧν διαθεῖναί με δύναται μήτ᾽ ἐπιθυμῶ τινος ὧν παρασχεῖν, τί ἔτι θαυμάζω αὐτόν, τί ἔτι τέθηπα; τί φοβοῦμαι τοὺς δορυφόρους; τί χαίρω, ἄν μοι φιλανθρώπως λαλήσῃ καὶ ἀποδέξηταί με, καὶ ἄλλοις διηγοῦμαι, πῶς μοι ἐλάλησεν; [29] μὴ γὰρ Σωκράτης ἐστίν, μὴ γὰρ Διογένης, ἵν᾽ ἔπαινος αὐτοῦ ἀπόδειξις περὶ ἐμοῦ; [30] μὴ γὰρ τὸ ἦθος ἐζήλωκα αὐτοῦ; ἀλλὰ τὴν παιδιὰν σῴζων ἔρχομαι πρὸς εμαὐτὸν καὶ ὑπηρετῶ, μέχρις ἂν ὅτου μηδὲν ἀβέλτερον κελεύῃ μηδ᾽ ἄρρυθμον. ἂν δέ μοι λέγῃἄπελθε ἐπὶ Λέοντα τὸν Σαλαμίνιον,’ λέγω αὐτῷ [31]ζήτει ἄλλον: ἐγὼ γὰρ οὐκέτι παίζω.’ ‘ἄπαγε αὐτόν.’ ἀκολουθῶ ἐν παιδιᾷ. ‘ἀλλ᾽ ἀφαιρεῖταί σου τράχηλος.’ ἐκείνου δ᾽ αὐτοῦ ἀεὶ ἐπιμένει, ὑμῶν δὲ τῶν πειθομένων; ‘ἀλλ᾽ ἄταφος ῥιφήσῃ.’ εἰ ἐγώ εἰμι νεκρός, ῥιφήσομαι: εἰ δ᾽ ἄλλος εἰμὶ τοῦ νεκροῦ, κομψότερον λέγε, ὡς ἔχει τὸ πρᾶγμα, καὶ μὴ ἐκφόβει με. [32] τοῖς παιδίοις ταῦτα φοβερά ἐστι καὶ τοῖς ἀνοήτοις. εἰ δέ τις εἰς φιλοσόφου σχολὴν ἅπαξ εἰσελθὼν οὐκ οἶδεν, τί ἐστιν αὐτός, ἄξιός ἐστι φοβεῖσθαι καὶ κολακεύειν ὕστερον ἐκολάκευεν: εἰ μήπω μεμάθηκεν, ὅτι οὐκ ἔστι σὰρξ οὐδ᾽ ὀστᾶ οὐδὲ νεῦρα, ἀλλὰ τὸ τούτοις χρώμενον, τὸ καὶ διοικοῦν καὶ παρακολουθοῦν ταῖς φαντασίαις.

[33] ναί: ἀλλ᾽ οἱ λόγοι οὗτοι καταφρονητὰς ποιοῦσι τῶν νόμων. — καὶ ποῖοι μᾶλλον λόγοι πειθομένους παρέχουσι τοῖς νόμοις τοὺς χρωμένους; νόμος δ᾽ οὐκ ἔστι τὰ ἐπὶ μωρῷ. [34] καὶ ὅμως ὅρα, πῶς καὶ πρὸς τούτους ὡς δεῖ ἔχοντας παρασκευάζουσιν, οἵ γε διδάσκουσιν μηδενὸς ἀντιποιεῖσθαι πρὸς αὐτούς, ἐν οἷς ἂν ἡμᾶς νικῆσαι δύνωνται. [35] περὶ τὸ σωμάτιον διδάσκουσιν ἐξίστασθαι, περὶ τὴν κτῆσιν ἐξίστασθαι, περὶ τὰ τέκνα, γονεῖς δ᾽, ἀδελφούς, πάντων παραχωρεῖν, πάντα ἀφιέναι: μόνα τὰ δόγματα ὑπεξαιροῦνται, καὶ Ζεὺς ἐξαίρετα ἑκάστου εἶναι ἠθέλησεν. [36] ποία ἐνθάδε παρανομία, ποία ἀβελτερία; ὅπου κρείττων εἶ καὶ ἰσχυρότερος, ἐκεῖ σοι ἐξίσταμαι: ὅπου πάλιν ἐγὼ κρείττων, σὺ παραχώρει μοι. ἐμοὶ γὰρ μεμέληκεν, σοὶ δ᾽ οὔ. [37] σοὶ μέλει, πῶς ἐν ὀρθοστρώτοις οἰκῇς, ἔτι πῶς παῖδές σοι καὶ πιλλᾶτοι διακονῶσιν, πῶς ἐσθῆτα περίβλεπτον φορῇς, πῶς κυνηγοὺς πολλοὺς ἔχῃς, πῶς κιθαρῳδούς, τραγῳδούς. [38] μή τι ἀντιποιοῦμαι; μή τι οὖν δογμάτων σοι μεμέληκε; μή τι τοῦ λόγου τοῦ σεαυτοῦ; μή τι οἶδας, ἐκ τίνων μορίων συνέστηκεν, πῶς συνάγεται, τίς διάρθρωσις αὐτοῦ, τίνας ἔχει δυνάμεις καὶ ποίας τινάς; [39] τί οὖν ἀγανακτεῖς, εἰ ἄλλος ἐν τούτοις σου πλέον ἔχει μεμελετηκώς; — ἀλλὰ ταῦτ᾽ ἔστι τὰ μέγιστα. — καὶ τίς σε κωλύει περὶ ταῦτ᾽ ἀναστρέφεσθαι καὶ τούτων ἐπιμελεῖσθαι; τίς δὲ μείζονα ἔχει παρασκευὴν βιβλίων, εὐσχολίας, τῶν ὠφελησόντων; μόνον ἀπόνευσόν ποτε ἐπὶ ταῦτα, [40] ἀπόνειμον κἂν ὀλίγον χρόνον τῷ σαυτοῦ ἡγεμονικῷ: σκέψαι τί ποτ᾽ ἔχεις τοῦτο καὶ πόθεν ἐληλυθός, τὸ πᾶσιν τοῖς ἄλλοις χρώμενον, πάντα τἆλλα δοκιμάζον, ἐκλεγόμενον, ἀπεκλεγόμενον. [41] μέχρι δ᾽ ἂν οὗ περὶ τὰ ἐκτὸς ἀναστρέφῃ, ἐκεῖνα ἕξεις οἷα οὐδείς, τοῦτο δ᾽ οἷον αὐτὸ ἔχειν θέλεις, ῥυπαρὸν καὶ ἀτημέλητον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (George Long, 1890)
load focus English (Thomas Wentworth Higginson, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: