previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ δὲ τῶν λοιπῶν Σκυθέων τῆς μορφῆς, ὅτι αὐτοὶ αὐτοῖσιν ἐοίκασι καὶ οὐδαμῶς ἄλλοις, ωὑτὸς λόγος καὶ περὶ τῶν Αἰγυπτίων, πλὴν ὅτι οἱ μὲν ὑπὸ τοῦ θερμοῦ εἰσι βεβιασμένοι, οἱ δὲ ὑπὸ τοῦ ψυχροῦ. δὲ Σκυθέων ἐρημίη καλευμένη πεδιάς ἐστι καὶ λειμακώδης καὶ ψιλὴ καὶ ἔνυδρος μετρίως. ποταμοὶ γάρ εἰσι μεγάλοι, οἳ ἐξοχετεύουσι τὸ ὕδωρ ἐκ τῶν πεδίων. ἐνταῦθα καὶ οἱ Σκύθαι διαιτεῦνται, Νομάδες δὲ καλεῦνται, [10] ὅτι οὐκ ἔστιν οἰκήματα, ἀλλ᾽ ἐν ἁμάξῃσιν οἰκεῦσιν. αἱ δὲ ἅμαξαί εἰσιν αἱ μὲν ἐλάχισται τετράκυκλοι, αἱ δὲ ἑξάκυκλοι: αὗται δὲ πίλοις περιπεφραγμέναι: εἰσὶ δὲ καὶ τετεχνασμέναι ὥσπερ οἰκήματα τὰ μὲν διπλᾶ, τὰ δὲ τριπλᾶ. ταῦτα δὲ καὶ στεγνὰ πρὸς ὕδωρ καὶ πρὸς χιόνα καὶ πρὸς τὰ πνεύματα. τὰς δὲ ἁμάξας ἕλκουσι ζεύγεα τὰς μὲν δύο, τὰς δὲ τρία βοῶν κέρως ἄτερ. οὐ γὰρ ἔχουσι κέρατα ὑπὸ τοῦ ψύχεος. ἐν ταύτῃσι μὲν οὖν τῇσιν ἁμάξῃσιν αἱ γυναῖκες διαιτεῦνται. [20] αὐτοὶ δ᾽ ἐφ᾽ ἵππων ὀχεῦνται οἱ ἄνδρες. ἕπονται δὲ αὐτοῖς καὶ τὰ πρόβατα τὰ ἐόντα καὶ αἱ βόες καὶ οἱ ἵπποι. μένουσι δ᾽ ἐν τῷ αὐτῷ τοσοῦτον χρόνον, ὅσον ἂν ἀποχρῇ αὐτοῖσι τοῖς κτήνεσιν χόρτος: ὁκόταν δὲ μηκέτι, ἐς ἑτέρην χώρην ἔρχονται. αὐτοὶ δ᾽ ἐσθίουσι κρέα ἑφθὰ καὶ [p. 120] πίνουσι γάλα ἵππων. καὶ ἱππάκην τρώγουσι: [27] τοῦτο δ᾽ ἐστὶ τυρὸς ἵππων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. H. S. Jones, 1868)
load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: