previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰ μὲν ἐς τὴν δίαιταν αὐτῶν οὕτως ἔχει καὶ τοὺς νόμους: περὶ δὲ τῶν ὡρέων καὶ τῆς μορφῆς, ὅτι πολὺ ἀπήλλακται τῶν λοιπῶν ἀνθρώπων τὸ Σκυθικὸν γένος καὶ ἔοικεν αὐτὸ ἑωυτῷ ὥσπερ τὸ Αἰγύπτιον καὶ ἥκιστα πολύγονόν ἐστι, καὶ χώρη ἐλάχιστα θηρία τρέφει κατὰ μέγεθος καὶ πλῆθος. κεῖται γὰρ ὑπ᾽ αὐτῇσι τῇσιν ἄρκτοις καὶ τοῖς ὄρεσι τοῖς Ῥιπαίοισιν, ὅθεν βορέης πνεῖ. τε ἥλιος τελευτῶν ἐγγύτατα [10] γίνεται, ὁκόταν ἐπὶ τὰς θερινὰς ἔλθῃ περιόδους, καὶ τότε ὀλίγον χρόνον θερμαίνει καὶ οὐ σφόδρα: τὰ δὲ πνεύματα τὰ ἀπὸ τῶν θερμῶν πνέοντα οὐκ ἀφικνεῖται, ἢν μὴ ὀλιγάκις καὶ ἀσθενέα, ἀλλ᾽ ἀπὸ τῶν ἄρκτων αἰεὶ πνέουσι πνεύματα ψυχρὰ ἀπό τε χιόνος καὶ κρυστάλλου καὶ ὑδάτων πολλῶν. οὐδέποτε δὲ τὰ ὄρεα ἐκλείπει: ἀπὸ τούτων δὲ δυσοίκητά ἐστιν. ἠήρ τε κατέχει πολὺς τῆς ἡμέρης τὰ πεδία, καὶ ἐν τούτοισι διαιτεῦνται: ὥστε τὸν μὲν χειμῶνα αἰεὶ εἶναι, τὸ δὲ θέρος [20] ὀλίγας ἡμέρας καὶ ταύτας μὴ λίην. μετέωρα γὰρ τὰ πεδία καὶ ψιλὰ καὶ οὐκ ἐστεφάνωνται ὄρεσιν, ἀλλ᾽ ἀνάντεα ἀπὸ τῶν ἄρκτων: αὐτόθι καὶ τὰ θηρία οὐ γίνεται μεγάλα, ἀλλ᾽ οἷά τέ ἐστιν ὑπὸ γῆν σκεπάζεσθαι. γὰρ χειμὼν κωλύει καὶ τῆς γῆς ψιλότης, ὅτι οὐκ ἔστιν ἀλέη οὐδὲ σκέπη. αἱ δὲ μεταβολαὶ τῶν ὡρέων [p. 122] οὔκ εἰσι μεγάλαι οὐδὲ ἰσχυραί, ἀλλ᾽ ὁμοῖαι καὶ ὀλίγον μεταλλάσσουσαι: διότι καὶ τὰ εἴδεα ὁμοῖοι αὐτοὶ ἑωυτοῖς εἰσι σίτῳ τε χρεώμενοι [30] αἰεὶ ὁμοίῳ ἐσθῆτί τε τῇ αὐτῇ καὶ θέρεος καὶ χειμῶνος, τόν τε ἠέρα ὑδατεινὸν ἕλκοντες καὶ παχύν, τά τε ὕδατα πίνοντες ἀπὸ χιόνος καὶ παγετῶν, τοῦ τε ταλαιπώρου ἀπεόντες. οὐ γὰρ οἷόν τε τὸ σῶμα ταλαιπωρεῖσθαι οὐδὲ τὴν ψυχήν, ὅκου μεταβολαὶ μὴ γίνονται ἰσχυραί. διὰ ταύτας τὰς ἀνάγκας τὰ εἴδεα αὐτῶν παχέα ἐστὶ καὶ σαρκώδεα καὶ ἄναρθρα καὶ ὑγρὰ καὶ ἄτονα, αἵ τε κοιλίαι ὑγρόταται πασέων κοιλιῶν αἱ κάτω. οὐ γὰρ οἷόν τε νηδὺν ἀναξηραίνεσθαι ἐν τοιαύτῃ [40] χώρῃ καὶ φύσει καὶ ὥρης καταστάσει, ἀλλὰ διὰ πιμελήν τε καὶ ψιλὴν τὴν σάρκα τάτεεἴδεα ἔοικεν ἀλλήλοισι τά τε ἄρσενα τοῖς ἄρσεσι καὶ τὰ θήλεα τοῖς θήλεσι. τῶν γὰρ ὡρέων παραπλησίων ἐουσέων φθοραὶ οὐκ ἐγγίνονται οὐδὲ κακώσιες ἐν τῇ τοῦ γόνου συμπήξει, ἢν μή τινος [46] ἀνάγκης βιαίου τύχῃ νούσου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. H. S. Jones, 1868)
load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: