previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics




ΙΙ. πρωὶ δὲ τοῦ θέρεος ἀρξάμενοι διὰ θέρεος καὶ κατὰ χειμῶνα πολλοὶ τῶν ἤδη πολὺν χρόνον ὑποφερομένων φθινώδεες κατεκλίνησαν, ἐπεὶ καὶ τοῖς ἐνδοιαστῶς ἔχουσι πολλοῖσιν ἐβεβαίωσε τότε. ἔστι δ᾽ οἷσιν ἤρξατο πρῶτον τότε, οἷσιν ἔρρεπεν φύσις ἐπὶ τὸ φθινῶδες. ἀπέθανον δὲ πολλοὶ καὶ πλεῖστοι τούτων, καὶ τῶν κατακλινέντων οὐκ οἶδα εἴ τις οὐδ᾽ εἰ μέτριον χρόνον περιεγένετο. ἀπέθνῃσκον δὲ ὀξυτέρως ὡς [10] εἴθισται διάγειν τὰ τοιαῦτα: ὡς τά γε ἄλλα καὶ μακρότερα καὶ ἐν πυρετοῖσιν ἐόντα εὐφόρως ἤνεγκαν καὶ οὐκ ἀπέθνῃσκον, περὶ ὧν γεγράψεται. μοῦνον γὰρ καὶ μέγιστον τῶν γενομένων νοσημάτων τοὺς πολλοὺς τὸ φθινῶδες ἔκτεινεν.

ην δὲ τοῖς πλείστοισιν αὐτῶν τὰ παθήματα τοιάδε: φρικώδεες πυρετοί, συνεχέες, ὀξέες, τὸ μὲν ὅλον οὐ διαλείποντες: δὲ τρόπος ἡμιτριταῖος: μίαν κουφότεροι, τῇ ἑτέρῃ παροξυνόμενοι, καὶ τὸ ὅλον ἐπὶ τὸ ὀξύτερον ἐπιδιδόντες. ἱδρῶτες [p. 150] [20] αἰεί, οὐ δι᾽ ὅλου: ψύξις ἀκρέων πολλὴ καὶ μόγις ἀναθερμαινόμενα. κοιλίαι ταραχώδεες χολώδεσιν, ὀλίγοις, ἀκρήτοισι, λεπτοῖσι, δακνώδεσι: πυκνὰ ἀνίσταντο. οὖρα λεπτὰ καὶ ἄχρω καὶ ἄπεπτα καὶ ὀλίγα πάχος ἔχοντα καὶ σμικρὴν ὑπόστασιν, οὐ καλῶς καθιστάμενα, ἀλλ᾽ ὠμῇ τινι καὶ ἀκαίρῳ ὑποστάσει. ἔβησσον δὲ σμικρά, πυκνά, πέπονα, κατ᾽ ὀλίγα μόγις ἀνάγοντες. οἷσι δὲ τὰ βιαιότατα συμπίπτοι, οὐδ᾽ ἐς ὀλίγον πεπασμὸν ᾔει, ἀλλὰ διετέλεον ὠμὰ πτύοντες. φάρυγγες δὲ τοῖσι [30] πλείστοισι τούτων ἐξ ἀρχῆς καὶ διὰ τέλεος ἐπώδυνοι: εἶχον ἔρευθος μετὰ φλεγμονῆς: ῥεύματα σμικρά, λεπτά, δριμέα: ταχὺ τηκόμενοι καὶ κακούμενοι, ἀπόσιτοι πάντων γευμάτων διὰ τέλεος, ἄδιψοι: καὶ παράληροι πολλοὶ περὶ θάνα [35] τον. περὶ μὲν τὰ φθινώδεα ταῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. H. S. Jones, 1868)
load focus English (Charles Darwin Adams, 1868)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: