ιϝ. ἐν Θάσῳ πρωὶ τοῦ φθινοπώρου χειμῶνες οὐ κατὰ καιρόν, ἀλλ᾽ ἐξαίφνης ἐν βορείοισι καὶ νοτίοισι πολλοῖς ὑγροὶ καὶ προεκρηγνύμενοι. ταῦτα δὴ ἐγένετο τοιαῦτα μέχρι πληϊάδος δύσιος καὶ ὑπὸ πληϊάδα. χειμὼν δὲ βόρειος: ὕδατα πολλά, λάβρα, μεγάλα, χιόνες: μειξαίθρια τὰ πλεῖστα. ταῦτα δὲ ἐγένετο μὲν πάντα, οὐ λίην δὲ ἀκαίρως τὰ τῶν ψυχέων. ἤδη δὲ μεθ᾽ ἡλίου τροπὰς χειμερινὰς καὶ ἡνίκα ζέφυρος πνεῖν [10] ἄρχεται, ὀπισθοχειμῶνες μεγάλοι, βόρεια πολλά, χιὼν καὶ ὕδατα πολλὰ συνεχέως, οὐρανὸς λαι[p. 154] λαπώδης καὶ ἐπινέφελος. ταῦτα δὲ συνέτεινε καὶ οὐκ ἀνίει μέχρι ἰσημερίης. ἔαρ δὲ ψυχρόν, βόρειον, ὑδατῶδες, ἐπινέφελον. θέρος οὐ λίην καυματῶδες ἐγένετο: ἐτησίαι συνεχέες ἔπνευσαν. ταχὺ δὲ περὶ ἀρκτοῦρον ἐν βορείοισι πολλὰ [17] πάλιν ὕδατα.