previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics




ϝΙ. οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισί τε ἐγένοντο καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν. οὔτε γὰρ ᾑμορράγει, εἰ μὴ πάνυ σμικρὰ καὶ ὀλίγοισιν, οὔτε οἱ παράληροι. τά τε ἄλλα πάντ᾽ εὐφόρως. ἔκρινε τούτοισι πάνυ εὐτάκτως, τοῖσι πλείστοισι σὺν τῇσι διαλειπούσῃσιν ἐν ἑπτακαίδεκα ἡμέρῃσιν οὐδὲ ἀποθανόντα οὐδένα οἶδα τότε καύσῳ οὐδὲ φρενιτικὰ τότε γενόμενα. οἱ δὲ τριταῖοι πλείους μὲν τῶν καύσων καὶ ἐπιπονώτεροι: εὐτάκτως δὲ [10] τούτοισι πᾶσιν ἀπὸ τῆς πρώτης λήψιος τέσσαρας περιόδους: ἐν ἑπτὰ δὲ τελέως ἔκριναν οὐδ᾽ ὑπέστρεψαν οὐδενὶ τούτων. οἱ δὲ τεταρταῖοι πολλοῖσι μὲν ἐξ ἀρχῆς ἐν τάξει τεταρταίου ἤρξαντο, ἔστι δὲ οἷς οὐκ ὀλίγοισιν ἐξ ἄλλων πυρετῶν καὶ νοσημάτων ἀποστάσει τεταρταῖοι ἐγένοντο: μακρὰ δὲ καὶ ὡς εἴθισται τούτοισι καὶ ἔτι μακρότερα συνέπιπτεν. ἀμφημερινοὶ δὲ καὶ νυκτερινοὶ καὶ πλάνητες πολλοῖσι πολλοὶ καὶ πολὺν χρόνον παρέμενον ὀρθοστάδην τε καὶ [20] κατακειμένοισι. τοῖσι πλείστοισι τούτων ὑπὸ πληϊάδα καὶ μέχρι χειμῶνος οἱ πυρετοὶ παρείποντο. σπασμοὶ δὲ πολλοῖσι, μᾶλλον δὲ παιδίοις, ἐξ ἀρχῆς καὶ ὑπεπύρεσσον, καὶ ἐπὶ πυρετοῖσιν ἐγίνοντο σπασμοί: χρόνια μὲν τοῖσι πλείστοισι τούτων, ἀβλαβέα δέ, εἰ μὴ τοῖσι καὶ ἐκ τῶν ἄλλων [26] πάντων ὀλεθρίως ἔχουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load focus English (W. H. S. Jones, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: