previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics




ε᾽. Ἐπικράτεος γυναῖκα, κατέκειτο παρὰ [130] ἀρχηγέτην, περὶ τόκον ἤδη ἐοῦσαν ῥῖγος ἔλαβεν ἰσχυρῶς, οὐκ ἐθερμάνθη, ὡς ἔλεγον, καὶ τῇ ὑστεραίῃ τὰ αὐτά. τρίτῃ δ᾽ ἔτεκεν θυγατέρα καὶ τἄλλα πάντα κατὰ λόγον ἦλθε. δευτεραίην μετὰ τὸν τόκον ἔλαβε πυρετὸς ὀξύς, καρδίης πόνος καὶ γυναικείων. προσθεμένῃ δὲ ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνος: ὕπνοι οὐκ ἐνῆσαν: ἀπὸ δὲ κοιλίης ὀλίγα χολώδεα λεπτὰ διῄει ἄκρητα: οὖρα λεπτὰ ὑπομέλανα. ἀφ᾽ ἧς δὲ ἔλαβε τὸ πῦρ, ἐς νύκτα [140] ἑκταίη παρέκρουσεν. ἑβδομαίῃ πάντα παρωξύνθη, ἄγρυπνος, παρέκρουσεν, διψώδης, διαχωρήματα χολώδεα κατακορέα. ὀγδόῃ ἐπερρίγωσεν καὶ ἐκοιμήθη πλείω. ἐνάτῃ διὰ τῶν αὐτῶν. δεκάτῃ [p. 196] σκέλεα ἐπιπόνως ἤλγει, καρδίης πάλιν ὀδύνη, καρηβαρίη, οὐ παρέκρουεν, ἐκοιμᾶτο μᾶλλον, κοιλίη ἐπέστη. ἑνδεκάτῃ οὔρησεν εὐχροώτερα συχνὴν ὑπόστασιν ἔχοντα: διῆγε κουφότερον. τεσσαρεσκαιδεκάτῃ ἐπερρίγωσεν, πυρετὸς ὀξύς. πεντεκαιδεκάτῃ ἤμεσε χολώδεα ξανθὰ ὑπόσυχνα, [150] ἵδρωσεν ἄπυρος, ἐς νύκτα δὲ πυρετὸς ὀξύς, οὖρα πάχος ἔχοντα, ὑπόστασις λευκή. ἑκκαιδεκάτῃ παρωξύνθη: νύκτα δυσφόρως: οὐχ ὕπνωσεν: παρέκρουσεν. ὀκτωκαιδεκάτῃ διψώδης, γλῶσσα ἐπεκαύθη, οὐχ ὕπνωσεν, παρέκρουσε πολλά, σκέλεα ἐπωδύνως εἶχεν. περὶ δὲ εἰκοστὴν πρωὶ σμικρὰ ἐπερρίγωσεν, κωματώδης, δι᾽ ἡσυχίης ὕπνωσεν, ἤμεσε χολώδεα ὀλίγα μέλανα, ἐς νύκτα κώφωσις. περὶ δὲ πρώτην καὶ εἰκοστὴν πλευροῦ ἀριστεροῦ βάρος δι᾽ ὅλου μετ᾽ ὀδύνης, σμικρὰ [160] ὑπέβησσεν. οὖρα δὲ πάχος ἔχοντα, θολερά, ὑπέρυθρα: κείμενα οὐ καθίστατο: τὰ δ᾽ ἄλλα κουφοτέρως: οὐκ ἄπυρος. αὕτη ἐξ ἀρχῆς φάρυγγα ἐπώδυνος: ἔρευθος: κίων ἀνεσπασμένος: ῥεῦμα δριμύ, δακνῶδες, ἁλμυρῶδες διὰ τέλεος παρέμενεν. περὶ δὲ εἰκοστὴν ἑβδόμην ἄπυρος, οὔροισιν ὑπόστασις, πλευρὸν ὑπήλγει. περὶ δὲ πρώτην καὶ τριακοστὴν πῦρ ἔλαβεν, κοιλίη χολώδεσιν ἐπεταράχθη. τεσσαρακοστῇ ἤμεσεν ὀλίγα χολώδεα. ἐκρίθη τελέως ἄπυρος ὀγδοη [170] κοστῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load focus English (W. H. S. Jones, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: