χΙΙΙ. μέγιστον δὲ καὶ χαλεπώτατον καὶ πλείστους ἔκτεινε τὸ φθινῶδες. πολλοὶ γάρ τινες ἀρξάμενοι κατὰ χειμῶνα πολλοὶ μὲν κατεκλίθησαν, οἱ δὲ αὐτῶν ὀρθοστάδην ὑπεφέροντο: πρωὶ δὲ τοῦ ἦρος ἔθνῃσκον οἱ πλεῖστοι τῶν κατακλιθέντων: τῶν δὲ ἄλλων ἐξέλιπον μὲν αἱ βῆχες οὐδενί, ὑφίεσαν δὲ κατὰ θέρος. ὑπὸ δὲ τὸ φθινόπωρον κατεκλίθησαν πάντες καὶ πολλοὶ ἔθνῃσκον. μακρὰ δὲ τούτων οἱ πλεῖστοι [10] διενόσεον. ἤρξατο μὲν οὖν τοῖσι πλείστοισι τούτων ἐξαίφνης ἐκ τούτων κακοῦσθαι: φρικώδεες πυκνά. πολλάκις πυρετοὶ συνεχέες, ὀξέες: ἱδρῶτες ἄκαιροι πολλοί, ψυχροὶ διὰ τέλεος: πολλὴ ψύξις, καὶ μόγις πάλιν ἀναθερμαινόμενοι: κοιλίαι ποικίλως ἐφιστάμεναι καὶ πάλιν ταχὺ καθυγραινόμεναι, περὶ δὲ τελευτὴν πᾶσι βιαίως καθυγραινόμεναι: καὶ τῶν περὶ πνεύμονα πάντων διάδοσις κάτω: πλῆθος οὔρων οὐ χρηστῶν: συντήξιες κακαί. αἱ δὲ βῆχες ἐνῆσαν μὲν διὰ [20] τέλεος πολλαὶ καὶ πολλὰ ἀνάγουσαι πέπονα καὶ ὑγρά, μετὰ πόνων δὲ οὐ λίην: ἀλλ᾽ εἰ καὶ ἐπόνεον, πάνυ πρηέως πᾶσιν ἡ κάθαρσις τῶν ἀπὸ πνεύμονος ἐγίνετο. φάρυγγες οὐ λίην δακνώδεες, οὐδὲ ἁλμυρίδες οὐδὲν ἠνώχλεον: τὰ μέντοι [p. 254] γλίσχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ ἀφρώδεα πολλὰ ἀπὸ κεφαλῆς ᾔει. πολὺ δὲ μέγιστον κακὸν παρείπετο καὶ τούτοισι καὶ τοῖσιν ἄλλοισι τὰ περὶ τὴν ἀποσιτίην, καθάπερ ὑπογέγραπται: οὐδὲ γὰρ πότων μετὰ τροφῆς ἡδέως εἶχον, ἀλλὰ [30] πάνυ διῆγον ἀδίψως: βάρος σώματος: κωματώδεες: τοῖσι πλείστοισιν αὐτῶν οἴδημα, καὶ ἐς ὕδρωπα περιίσταντο: φρικώδεες, παράληροι περὶ [33] θάνατον.