previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι δ᾽ οὐδὲν ἐλάσσους ἀπὸ κενώσιος ἀκαίρου κακοπάθειαι γίνονται τῷ ἀνθρώπῳ ἀπὸ πληρώσιος, καταμανθάνειν καλῶς ἔχει ἐπαναφέροντας ἐπὶ τοὺς ὑγιαίνοντας. ἔστι γὰρ οἷσιν αὐτῶν συμφέρει μονοσιτεῖν, καὶ τοῦτο διὰ τὸ συμφέρον οὕτως αὐτοὶ ἐτάξαντο, ἄλλοισι δὲ ἀριστῆν διὰ τὴν αὐτὴν ἀνάγκην: οὕτω γὰρ αὐτοῖσι συμφέρει. καὶ μὴν τοῦτ᾽ εἰσὶ οἳ δι᾽ ἡδονὴν δι᾽ ἄλλην τινὰ συγκυρίην ἐπετήδευσαν ὁπότερον αὐτῶν. τοῖς [10] μὲν γὰρ πλείστοισι τῶν ἀνθρώπων οὐδὲν διαφέρει, ὁπότερον ἂν ἐπιτηδεύσωσιν, εἴτε μονοσιτεῖν εἴτε ἀριστῆν, τούτῳ τῷ ἔθει χρῆσθαι. εἰσὶ δέ τινες οἳ οὐκ ἂν δύναιντο ἔξω τοῦ συμφέροντος ποιέοντες ῥηϊδίως ἀπαλλάσσειν, ἀλλὰ συμβαίνει αὐτῶν [p. 30] ἑκατέροισι παρ᾽ ἡμέρην μιαν καὶ ταύτην οὐχ ὅλην μεταβάλλουσιν ὑπερφυὴς κακοπάθεια. οἱ μὲν γὰρ ἢν ἀριστήσωσιν μὴ συμφέροντος αὐτοῖσι, εὐθέως βαρέες καὶ νωθροὶ καὶ τὸ σῶμα καὶ τὴν γνώμην χάσμης τε καὶ νυσταγμοῦ καὶ δίψης πλήρεες: ἢν [20] δὲ καὶ ἐπιδειπνήσωσι, καὶ φῦσα καὶ στρόφος καὶ κοιλίη καταρρήγνυται. καὶ πολλοῖσιν ἀρχὴ νούσου αὕτη μεγάλης ἐγένετο, καὶ ἢν τὰ σιτία, μεμαθήκεσαν ἅπαξ ἀναλίσκειν, ταῦτα δὶς προσενέγκωνται καὶ μηδὲν πλείω. τοῦτο δέ, ἢν ἀριστῆν μεμαθηκώς τιςκαὶ οὕτως αὐτῷ συμφέρον ἦνμὴ ἀριστήσῃ, ὅταν τάχιστα παρέλθῃ ὥρη, εὐθὺς ἀδυναμίη δεινή, τρόμος, ἀψυχίη: ἐπὶ τούτοις ὀφθαλμοὶ κοῖλοι, οὖρον χλωρότερον καὶ θερμότερον, στόμα πικρόν, καὶ τὰ σπλάγχνα [30] δοκεῖ οἱ κρέμασθαι, σκοτοδινίη, δυσθυμίη, δυσεργείη. ταῦτα δὲ πάντα, καὶ ὅταν δειπνεῖν ἐπιχειρήσῃ, ἀηδέστερος μὲν σῖτος, ἀναλίσκειν δὲ οὐ δύναται ὅσα ἀριστιζόμενος πρότερον ἐδείπνει. ταῦτα δὲ αὐτὰ μετὰ στρόφον καὶ ψόφου καταβαίνοντα συγκαίει τὴν κοιλίην, δυσκοιτέουσί τε καὶ ἐνυπνιάζουσι τεταραγμένα τε καὶ θορυβώδεα. [37] πολλοῖσι δὲ καὶ τούτων αὕτη ἀρχὴ νούσου ἐγένετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load focus English (W. H. S. Jones, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: