previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπὶ δὲ τῶν τὸν καινὸν τρόπον τὴν τέχνην ζητεύντων ἐξ ὑποθέσιος τὸν λόγον ἐπανελθεῖν βούλομαι. εἰ γάρ τί ἐστιν θερμὸν ψυχρὸν ξηρὸν ὑγρὸν τὸ λυμαινόμενον τὸν ἄνθρωπον, καὶ δεῖ τὸν ὀρθῶς ἰητρεύοντα βοηθεῖν τῷ μὲν θερμῷ ἐπὶ τὸ ψυχρόν, τῷ δὲ ψυχρῷ ἐπὶ τὸ θερμόν, τῷ δὲ ξηρῷ ἐπὶ τὸ ὑγρόν, τῷ δὲ ὑγρῷ ἐπὶ τὸ ξηρόν. ἔστω μοι ἄνθρωπος μὴ τῶν ἰσχυρῶν φύσει, ἀλλὰ τῶν ἀσθενεστέρων: οὗτος δὲ πυροὺς ἐσθιέτω, οὓς [10] ἂν ἀπὸ τῆς ἅλω ἀνέλῃ, ὠμοὺς καὶ ἀργούς, καὶ κρέα ὠμὰ καὶ πινέτω ὕδωρ. ταύτῃ χρεώμενος τῇ διαίτῃ εὖ οἶδ᾽ ὅτι πείσεται πολλὰ καὶ δεινά: καὶ γὰρ πόνους πονήσει καὶ τὸ σῶμα ἀσθενὲς ἔσται καὶ κοιλίη φθαρήσεται καὶ ζῆν πολὺν χρόνον οὐ δυνήσεται. τί δὴ χρὴ βοήθημα παρεσκευάσθαι ὧδ᾽ ἔχοντι; θερμὸν ψυχρὸν ξηρὸν ὑγρόν; δῆλον γὰρ ὅτι τούτων τι. εἰ γὰρ τὸ λυμαινόμενόν ἐστιν τούτων τὸ ἕτερον, τῷ ὑπεναντίῳ προσήκει λῦσαι, ὡς ἐκείνων λόγος ἔχει. τὸ μὲν γὰρ [20] βεβαιότατόν τε καὶ προφανέστατον φάρμακον ἀφελόντα τὰ διαιτήματα, οἷς ἐχρῆτο, ἀντὶ μὲν τῶν πυρῶν ἄρτον διδόναι, ἀντὶ δὲ τῶν ὠμῶν κρεῶν ἑφθά, πιεῖν τε ἐπὶ τούτοισιν οἴνου. ταῦτα μεταβαλόντα οὐχ οἷόν τε μὴ οὐχ ὑγιᾶ γενέσθαι, ἤν γε μὴ παντάπασιν διεφθαρμένος ὑπὸ χρόνου τε καὶ τῆς διαίτης. τί δὴ φήσομεν; πότερον αὐτῷ ἀπὸ ψυχροῦ κακοπαθέοντι θερμὰ ταῦτα προσενέγκαντες ὠφέλησαν τἀναντία; οἶμαι γὰρ ἔγωγε πολλὴν ἀπορίην τῷ ἐρωτηθέντι παρασχεῖν. γὰρ [30] τὸν ἄρτον παρασκευάζων τῶν πυρῶν τὸ θερμὸν τὸ ψυχρὸν τὸ ξηρὸν τὸ ὑγρὸν ἀφείλατο; [p. 36] γὰρ καὶ πυρὶ καὶ ὕδατι δέδοται καὶ ἄλλοις πολλοῖσι ἤργασται, ὧν ἕκαστον ἰδίην δύναμιν καὶ φύσιν ἔχει, τὰ μὲν τῶν ὑπαρχόντων ἀποβέβληκε, [35] ἄλλοισι δὲ κέκρηταί τε καὶ μέμικται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: