previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


18.

λουτρὸν δὲ συχνοῖσι τῶν νουσημάτων ἀρήγοι ἂν χρεομένοισιν, ἐς τὰ μὲν ξυνεχέως, ἐς τὰ δ᾽ οὔ.

ἔστι δὲ ὅτε ἧσσον χρηστέον διὰ τὴν ἀπαρασκευασίην τῶν ἀνθρώπων: ἐν ὀλίγῃσι γὰρ οἰκίῃσι παρεσκεύασται τὰ ἄρμενα καὶ οἱ θεραπεύοντες ὡς δεῖ: εἰ δὲ μὴ παγκάλως λούοιτο, βλάπτοιτ᾽ ἂν οὐ σμικρά: καὶ γὰρ σκέπης ἀκάπνου δεῖ, καὶ ὕδατος δαψιλέος, καὶ τοῦ λουτροῦ συχνοῦ καὶ μὴ λίην λάβρου, ἤν γε μὴ οὕτω δέῃ.

καὶ μᾶλλον μὲν μὴ σμήχεσθαι: ἢν δὲ σμήχηται, θερμῷ χρέεσθαι αὐτέῳ καὶ πολλαπλασίῳ ὡς

νομίζεται σμήγματι, καὶ προσκαταχέεσθαι μὴ ὀλίγῳ, καὶ ταχέως μετακαταχέεσθαι.

δεῖ δὲ καὶ τῆς ὁδοῦ βραχείης ἐς τὴν πύελον, καὶ ἐς εὐέμβατον καὶ ἐς εὐέκβατον: εἶναι δὲ καὶ τὸν λουόμενον κόσμιον καὶ σιγηλὸν, καὶ μηδὲν αὐτὸν προσεξεργάζεσθαι, ἀλλ᾽ ἄλλους καὶ καταχέειν καὶ σμήχειν: καὶ μετακέρασμα πολλὸν ἡτοιμᾶσθαι, καὶ τὰς ἐπαντλήσιας ταχείας ποιέεσθαι: καὶ σπόγγοισι χρέεσθαι ἀντὶ στλεγγίδος, καὶ μὴ ἄγαν ξηρὸν χρίεσθαι τὸ σῶμα.

κεφαλὴν μέντοι ἀνεξηράνθαι χρὴ ὡς οἷόν τε μάλιστα ὑπὸ σπόγγου ἐκμασσομένην, καὶ μὴ διαψύχεσθαι τὰ ἄκρεα, μήτε τὴν

κεφαλὴν, μήτε τὸ ἄλλο σῶμα: καὶ μήτε νεοῤΡ῾όφητον μήτε νεόποτον λούεσθαι, μηδὲ Ρ῾οφέειν, μηδὲ πίνειν ταχὺ μετὰ τὸ λουτρόν.

μέγα μὲν δὴ μέρος χρὴ νέμειν τῷ κάμνοντι, ἢν ὑγιαίνων φιλόλουτρος ἄγαν καὶ εἰθισμένος λούεσθαι: καὶ γὰρ ποθέουσι μᾶλλον οἱ τοιοίδε, καὶ ὠφελέονται λουσάμενοι, καὶ βλάπτονται μὴ λουσάμενοι.

ἁρμόζει δὲ ἐν περιπλευμονίῃσι μᾶλλον ἐν καύσοισι τὸ ἐπίπαν: καὶ γὰρ ὀδύνης τῆς κατὰ πλευρὴν καὶ στήθεα καὶ μετάφρενον παρηγορικόν ἐστι τὸ λουτρὸν, καὶ πτυέλου πεπαντικὸν καὶ ἀναγωγὸν, καὶ εὔπνοον καὶ ἄκοπον: μαλθακτικὸν γὰρ καὶ ἄρθρων καὶ τοῦ ἐπιπολαίου δέρματος: καὶ οὐρητικὸν δὲ, καὶ καρηβαρίην λύει, καὶ Ρ῾ῖνας ὑγραίνει.

ἀγαθὰ μὲν οὖν λουτρῷ τοσαῦτα πάρεστιν, ὧν πάντων δεῖ: ἢν μέντοι τῆς παρασκευῆς ἔνδειά τις ἑνὸς πλειόνων, κίνδυνος μὴ λυσιτελέειν

τὸ λουτρὸν, ἀλλὰ μᾶλλον βλάπτειν: ἓν γὰρ ἕκαστον αὐτέων μεγάλην φέρει τὴν βλάβην, μὴ παρασκευασθὲν ὑπὸ τῶν ὑπουργῶν ὡς δεῖ.

ἥκιστα δὲ λούειν καιρὸς τούτους οἷσιν κοιλίη ὑγροτέρη τοῦ καιροῦ ἐν τῇσι νούσοισιν: ἀτὰρ οὐδὲ οἷσιν ἕστηκε μᾶλλον τοῦ καιροῦ καὶ μὴ προδιελήλυθεν: οὐδὲ δὴ τοὺς γεγυιωμένους χρὴ λούειν, οὐδὲ τοὺς ἀσώδεας ἐμετικοὺς, οὐδὲ τοὺς ἐπανερευγομένους χολῶδες, οὐδὲ τοὺς ἐκ Ρ῾ινῶν αἱμοῤΡ῾αγέοντας, εἰ μὴ ἔλασσον τοῦ καιροῦ Ρ῾έοι: τοὺς δὲ καιροὺς οἶδας: ἢν δὲ ἔλασσον τοῦ καιροῦ Ρ῾έοι, λούειν, ἤν τε ὅλον τὸ σῶμα πρὸς τὰ ἄλλα ἀρήγῃ, ἤν τε τὴν κεφαλὴν μοῦνον.

ἢν οὖν αἵ τε παρασκευαὶ ἔωσιν ἐπιτήδειοι καὶ κάμνων μέλλῃ εὖ δέξασθαι τὸ λουτρὸν, λούειν χρὴ ἑκάστης ἡμέρης: τοὺς δὲ φιλολουτρέοντας

οὐδ᾽ εἰ δὶς τῆς ἡμέρης λούοις, οὐδὲν ἂν βλάπτοις.

χρέεσθαι δὲ λουτροῖσι τοῖσιν ὅλῃσι πτισάνῃσι χρεομένοισι παραπουλὺ μᾶλλον ἐνδέχεται, τοῖσι χυλῷ μοῦνον χρεομένοισιν: ἐνδέχεται δὲ καὶ τουτέοισιν ἐνίοτε: ἥκιστα δὲ καὶ τοῖσι ποτῷ μοῦνον χρεομένοισιν: ἔστι δὲ καὶ οἷσι τουτέων ἐνδέχεται: τεκμαίρεσθαι δὲ χρὴ τοῖσι προγεγραμμένοισιν οὕς τε μέλλει λουτρὸν ὠφελέειν ἐν ἑκάστοισι τῶν τρόπων τῆς διαίτης, οὕς τε μή.

οἷσι μὲν γὰρ προσδέεταί

τινος κάρτα τουτέων, ὁκόσα λουτρὸν ἀγαθὰ ποιέει, καὶ πρόσεστιν αὐτέοισιν ὅσα ἂν λουτρῷ ὠφελέηται, δεῖ λούειν: οἷσι δὲ τουτέων

μηδενὸς προσδεῖ, καὶ πρόσεστιν αὐτέοισι τῶν σημείων ἐφ᾽ οἷσι λούεσθαι οὐ ξυμφέρει, οὐ δεῖ λούειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: