previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


36.

ἄγχιστα δὲ ἐπίδεσίς μοι δοκέῃ ἄν τι ποιέειν, εἰ κατὰ μέσην τὴν Ρ῾ῖνα, κατὰ τὸ ὀξὺ, ἀμφιφλασθείη σὰρξ κατὰ τὸ ὀστέον, εἰ κατὰ τὸ ὀστέον μικρόν τι σίνος εἴη, καὶ μὴ μέγα: τοῖσι γὰρ τοιούτοισιν ἐπιπώρωμα ἴσχει Ρ῾ὶς, καὶ ὀκριοειδεστέρη τινὶ γίνεται: ἀλλ᾽ ὅμως οὐδὲ τούτοισι δή που πολλοῦ ὄχλου δέεται ἐπίδεσις, εἰ δή τι καὶ δεῖ ἐπιδέειν: ἀρκέει δὲ ἐπὶ μὲν τὸ φλάσμα σπληνίον ἐπιτείναντα κεκηρωμένον, ἔπειτα ὡς ἀπὸ δύο ἀρχέων ἐπιδέεται, οὕτως ὀθονίῳ ἐς ἅπαξ περιβάλλειν.

ἀρίστη μέντοι ἰητρείη, τῷ ἀλήτῳ, τῷ σιτανίῳ, τῷ πλυτῷ, γλίσχρῳ, πεφυρημένῳ, ὀλίγῳ,

καταπλάσσειν τὰ τοιαῦτα: χρὴ δὲ, ἢν μὲν ἐξ ἀγαθῶν ἔῃ τῶν πυρῶν τὸ ἄλητον καὶ εὐόλκιμον, τούτῳ χρέεσθαι ἐς πάντα τὰ τοιαῦτα: ἢν δὲ μὴ πάνυ ὅλκιμον ἔῃ, ὀλίγην μάννην ὕδατι ὡς λειοτάτην διέντα, τούτῳ φυρᾷν τὸ ἄλητον, κόμμι πάνυ ὀλίγον ὡσαύτως μίσγειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: