previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


45.

χρὴ δὲ πρῶτον μὲν γινώσκειν τὴν φύσιν τῆς Ρ῾άχιος, οἵη τίς ἐστιν: ἐς πολλὰ γὰρ νουσήματα προσδέοι ἂν αὐτῆς.

τοῦτο μὲν γὰρ, τὸ πρὸς τὴν κοιλίην Ρ῾έπον, οἱ σπόνδυλοι ἐντὸ ἄρτιοί εἰσιν ἀλλήλοισι, καὶ δέδενται πρὸς ἀλλήλους δεσμῷ μυξώδεϊ καὶ νευρώδεϊ, ἀπὸ χόνδρων ἀποπεφυκότι ἄχρι πρὸς τὸν νωτιαῖον.

ἄλλοι δέ τινες τόνοι νευρώδεες διανταῖοι, πρόσφυτοι, παρατέτανται ἔνθεν καὶ ἔνθεν αὐτῶν.

αἱ δὲ φλεβῶν καὶ ἀρτηριῶν κοινωνίαι ἐν ἐτέρῳ λόγῳ δεδηλώσονται, ὅσαι τε καὶ οἷαι, καὶ ὅθεν ὡρμημέναι, καὶ ἐν οἵοισιν οἷα δύνανται, αὐτὸς δὲ νωτιαῖος οἷσιν ἐλύτρωται ἐλύτροισι, καὶ ὅθεν ὡρμημένοισι, καὶ ὅπη κραίνουσιν, καὶ οἷσι κοινωνέουσι, καὶ οἷα δυναμένοισιν.

ἐν δὲ τῷ ἐπέκεινα, ἐν ἄρθροισι γεγιγγλύμωνται πρὸς ἀλλήλους οἱ σπόνδυλοι.

τόνοι δε κοινοὶ παρὰ πάντας, καὶ ἐν τοῖσιν ἔξω μέρεσι, καὶ ἐν τοῖσιν ἔσω παρατέτανται.

ἀπόφυσις δέ ἐστιν ὀστέου ἐς τὸ ἔξω μέρος ἀπὸ πάντων τῶν σπονδύλων, μία ἀπὸ ἑνὸς ἑκάστου, ἀπό τε τῶν μειζόνων, ἀπό τε τῶν ἐλασσόνων: ἐπὶ δὲ τῇσιν ἀποφύσεσι ταύτῃσι χονδρίων ἐπιφύσιες, καὶ

ἀπ᾽ ἐκείνων νεύρων ἀποβλάστησις ἠδελφισμένη τοῖσιν ἐξωτάτω τόνοισιν.

πλευραὶ δὲ προσπεφύκασιν, ἐς τὸ εἴως μέρος τὰς κεφαλὰς Ρ῾έπουσαι μᾶλλον, ἐς τὸ ἔξω: καθ᾽ ἕνα δὲ ἕκαστον τῶν σπονδύλων προσήρθρωνται: καμπυλώταται δὲ πλευραὶ ἀνθρώπου εἰσὶ Ρ῾αιβοειδέα τρόπον.

τὸ δὲ μεσηγὺ τῶν πλευρέων καὶ τῶν ὀστέων τῶν ἀποπεφυκότων ἀπὸ τῶν σπονδύλων, ἀποπληρέουσιν ἑκατέρωθεν

οἱ μύες ἀπὸ τοῦ αὐχένος ἀρξάμενοι, ἄχρι τῆς προσφύσιος.

αὐτὴ δὲ Ρ῾άχις κατὰ μῆκος ἰθυσκόλιός ἐστιν: ἀπὸ μὲν τοῦ ἱεροῦ ὀστέου ἄχρι τοῦ μεγάλου σπονδύλου, παρ᾽ ὃν προσήρτηται τῶν σκελέων πρόσφυσις, ἄχρι μὲν τούτου κυφή: κύστις τε γὰρ, καὶ γοναὶ, καὶ ἀρχοῦ τὸ χαλαρὸν ἐν τουτέῳ ἔκτισται.

ἀπὸ δὲ τούτου ἄχρι φρενῶν προσαρτήσιος, ἰθυλόρδη: καὶ παραφύσιας ἔχει μυῶν τοῦτο μοῦνον τὸ χωρίον ἐκ τῶν εἴσωθεν μερῶν, ἃς δὴ καλέουσι ψόας.

ἀπὸ δὲ τούτου ἄχρι τοῦ μεγάλου σπονδύλου τοῦ ὑπὲρ τῶν ἐπωμίδων, ἰθυκύφη: ἔτι δὲ μᾶλλον δοκέει ἐστίν: γὰρ ἄκανθα κατὰ μέσον ὑψηλοτάτας τὰς ἐκφύσιας τῶν ὀστέων ἔχει, ἔνθεν δὲ καὶ ἔνθεν ἐλάσσους.

αὐτὸ δὲ τὸ ἄρθρον τοῦ αὐχένος λορδόν ἐστιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: