previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


47.

Σκολιαίνεται μὲν οὖν Ρ῾άχις, καὶ ὑγιαίνουσι, κατὰ πολλοὺς τρόπους: καὶ γὰρ ἐν τῇ φύσει καὶ ἐν τῇ χρήσει οὕτως ἔχει: ἀτὰρ καὶ ὑπὸ γήραος καὶ ὑπὸ ὀδυνημάτων ξυνδοτική ἐστιν.

αἱ δὲ δὴ κυφώσιες, αἱ ἐν τοῖσι πτώμασιν, ὡς ἐπὶ τὸ πολὺ γίνονται, ἢν τοῖσιν ἰσχίοισιν ἐρείσῃ, ἐπὶ τοὺς ὤμους πέσῃ.

ἀνάγκη γὰρ ἔξω φαίνεσθαι ἐν τῷ κυφώματι ἕνα μέν τινα ὑψηλότερον τῶν σπονδύλων,

τοὺς δὲ ἔνθεν καὶ ἔνθεν, ἐπὶ ἧσσον: οὔκουν εἷς ἐπὶ πουλὺ ἀποπεπηδηκὼς ἀπὸ τῶν ἄλλων ἐστὶν, ἀλλὰ μικρὸν ἕκαστος ξυνδιδοῖ, ἀθρόον δὲ πολὺ γίνεται.

διὰ οὖν τοῦτο καὶ νωτιαῖος μυελὸς εὐφόρως φέρει τὰς τοιαύτας διαστροφὰς, ὅτι κυκλώδης αὐτῷ διαστροφὴ γίνεται, ἀλλ᾽ οὐ γωνιώδης.

χρὴ δὲ τὴν κατασκευὴν τοῦ διαναγκασμοῦ τοιήνδε κατασκευάσαι: ἔξεστι μὲν ξύλον ἰσχυρὸν καὶ πλατὺ, ἐντομὴν παραμήκεα ἔχον, κατορύξαι: ἔξεστι δὲ καὶ ἀντὶ τοῦ ξύλου ἐν τοίχῳ ἐντομὴν παραμήκεα ἐνταμεῖν, πήχεϊ ἀνωτέρω τοῦ ἐδάφεος, ὅκως ἂν μετρίως ἔχῃ: ἔπειτα οἷον στύλον δρύϊνον, τετράγωνον, πλάγιον παραβάλλειν, ἀπολείποντα ἀπὸ

τοῦ τοίχου, ὅσον παρελθεῖν τινα, ἢν δέῃ: καὶ ἐπὶ μὲν τὸν στύλον ἐπιστορέσαι χλαίνας, ἄλλο τι, μαλθακὸν μὲν ἔσται, ὑπείξει δὲ μὴ μέγα: τὸν δὲ ἄνθρωπον πυριῆσαι, ἢν ἐνδέχηται, πολλῷ θερμῷ λοῦσαι: κἄπειτα πρηνέα κατακλῖναι κατατεταμένον, καὶ τὰς μὲν χεῖρας αὐτοῦ παρατείναντα κατὰ φύσιν προσδῆσαι πρὸς τὸ σῶμα: ἱμάντι δὲ μαλθακῷ, ἱκανῶς πλατέϊ τε καὶ μακρῷ, ἐκ δύο διανταίων ξυμβεβλημένῳ, μέσῳ, κατὰ μέσον τὸ στῆθος δὶς περιβεβλῆσθαι χρὴ ὡς ἐγγυτάτω τῶν μασχαλέων: ἔπειτα τὸ περισσεῦον τῶν ἱμάντων κατὰ τὴν μασχάλην, ἑκάτερον περὶ τοὺς ὤμους περιβεβλήσθω: ἔπειτα αἱ ἀρχαὶ πρὸς ξύλον ὑπεροειδές τι προσδεδέσθωσαν, ἁρμόζουσαι τὸ μῆκος τῷ ξύλῳ τῷ ὑποτεταμένῳ, πρὸς τι προσβάλλον τὸ ὑπεροειδὲς ἀντιστηρίζοντα κατατείνειν.

τοιούτῳ δέ τινι ἑτέρῳ δεσμῷ χρὴ ἄνωθεν τῶν γουνάτων δήσαντα καὶ ἄνωθεν τῶν πτερνέων, τὰς ἀρχὰς τῶν ἱμάντων πρὸς τοιοῦτό τι ξύλον προσδῆσαι: ἄλλῳ δὲ ἱμάντι πλατέϊ, καὶ μαλθακῷ, καὶ δυνατῷ, ταινιοειδέϊ, πλάτος ἔχοντι καὶ μῆκος ἱκανὸν, ἰσχυρῶς περὶ τὰς ἰξύας κύκλῳ περιδεδέσθαι ὡς ἐγγύτατα τῶν ἰσχίων: ἔπειτα τὸ

περισσεῦον τοῦ ταινιοειδέος, ἅμα ἀμφοτέρας τὰς ἀρχὰς τῶν ἱμάντων, πρὸς τὸ ξύλον προσδῆσαι τὸ πρὸς τῶν ποδῶν: κἄπειτα κατατείνειν ἐν τούτῳ τῷ σχήματι ἔνθα καὶ ἔνθα, ἅμα μὲν ἰσοῤΡ῾όπως, ἅμα δὲ ἐς ἰθύ.

οὐδὲν γὰρ ἂν μέγα κακὸν τοιαύτη κατάτασις ποιήσειεν, εἰ χρηστῶς σκευασθείη, εἰ μὴ ἄρα ἐξεπίτηδές τις βούλοιτο σίνεσθαι.

τὸν δὲ ἰητρὸν χρὴ ἄλλον, ὅστις ἰσχυρὸς καὶ μὴ ἀμαθὴς, ἐπιθέντα τὸ θέναρ τῆς χειρὸς ἐπὶ τὸ ὕβωμα, καὶ τὴν ἑτέρην χεῖρα προσεπιθέντα ἐπὶ τὴν ἑτέρην, καταναγκάζειν, προσξυνιέντα, ἤν τε ἐς ἰθὺ ἐς τὸ κάτω πεφύκῃ καταναγκάζεσθαι, ἤν τε πρὸς τῆς κεφαλῆς, ἤν τε πρὸς τῶν ἰσχίων.

καὶ ἀσινεστάτη μὲν αὕτη ἀνάγκη: ἀσινὲς δὲ καὶ ἐπικαθίζεσθαί τινα ἐπὶ τὸ κύφωμα, αὐτοῦ ἅμα κατατεινομένου, καὶ ἐνσεῖσαι μετεωρισθέντα.

ἀτὰρ καὶ ἐπιβῆναι τῷ ποδὶ, καὶ ὀχηθῆναι ἐπὶ τὸ κύφωμα, ἡσύχως τε ἐπενσεῖσαι οὐδὲν κωλύει: τὸ τοιοῦτο δὲ ποιῆσαι μετρίως ἐπιτήδειος ἄν τις εἴη τῶν ἀμφὶ παλαίστρῃ εἰθισμένων.

δυνατωτάτη μέντοι τῶν ἀναγκέων ἐστὶν, εἰ μὲν τοῖχος, ἐντέτμηται, τὸ ξύλον τὸ κα. τορωρυγμένον, ἐντέτμηται, κατωτέρω εἴη τῆς Ρ῾άχιος τοῦ ἀνθρώπου, ὁκόσῳ ἂν δοκέῃ μετρίως ἔχειν, σανὶς δὲ φιλυρίνη, μὴ λεπτὴ, ἐνείη, καὶ ἄλλου τινὸς ξύλου: ἔπειτα ἐπὶ τὸ ὕβωμα ἐπιτεθείη τρύχιόν τι πολύπτυχον, σμικρόν τι σκύτινον ὑποκεφάλαιον: ὡς ἐλάχιστα μὴν ἐπικεῖσθαι ξυμφέρει, μόνον προμηθεόμενον, ὡς

μὴ σανὶς ὑπὸ σκληρότητος ὀδύνην παρὰ καιρὸν προσπαρέχῃ: κατ᾽ ἴξιν δὲ ἔστω ὡς μάλιστα τῇ ἐντομῇ τῇ ἐς τὸν τοῖχον, τὸ ὕβωμα, ὡς ἂν σανὶς, μάλιστα ἐξέστηκε, ταύτῃ μάλιστα πιέζῃ ἐπιτεθεῖσα.

ὅταν δὲ ἐπιτεθῇ, τὸν μέν τινα καταναγκάζειν χρὴ τὸ ἄκρον τῆς σανίδος, ἤν τε ἕνα δέῃ, ἤν τε δύο, τοὺς δὲ κατατείνειν τὸ σῶμα κατὰ μῆκος, ὡς πρόσθεν εἴρηται, τοὺς μὲν τῇ, τοὺς δὴ τῇ.

ἔξεστι δὲ καὶ ὀνίσκοισι τὴν κατάτασιν ποιέεσθαι, παρακατορύξαντα παρὰ τὸ ξύλον, ἐν αὐτῷ τῷ ξύλῳ τὰς φλιὰς τῶν ὀνίσκων ἐντεκτηνάμενον, ἤν τε ὀρθὰς ἐθέλῃς ἑκατέρωθεν σμικρὸν ὑπερεχούσας, ἤν τε κατὰ κορυφὴν τοῦ ξύλου ἔνθεν καὶ ἔνθεν.

αὗται αἱ ἀνάγκαι εὐταμίευτοί εἰσι καὶ ἐς τὸ ἰσχυρότερον καὶ ἐς τὸ ἧσσον, καὶ ἰσχὺν ἔχουσι τοιαύτην, ὥστε, καὶ εἴ τις ἐπὶ λύμῃ βούλοιτο, ἀλλὰ μὴ ἐπὶ ἰητρείῃ, ἐς τοιαύτας ἀνάγκας ἀγαγεῖν, κἂν τούτῳ ἰσχυρῶς δύνασθαι: καὶ γὰρ ἂν κατατείνων κατὰ μῆκος μοῦνον ἔνθεν καὶ ἔνθεν οὕτω, καὶ ἄλλην ἀνάγκην οὐδεμίην προστιθεὶς, ὅμως κατατείνειεν ἄν τις ἱκανῶς: καὶ εἰ μὴ κατατείνων, αὐτῇ δὲ μοῦνον τῇ σανίδι οὕτως ἰποίη τις, καὶ οὕτως ἂν ἱκανῶς καταναγκάσειεν.

καλαὶ οὖν αἱ τοιαῦται ἰσχύες εἰσὶν, ᾗσιν ἔξεστι καὶ ἀσθενεστέρῃσι καὶ ἰσχυροτέρῃσι χρέεσθαι αὐτὸν ταμιεύοντα.

καὶ μὲν δὴ καὶ κατὰ φύσιν γε ἀναγκάζουσιν:

τὰ μὲν γὰρ ἐξεστεῶτα ἐς τὴν χώρην ἀναγκάζει ἴπωσις ἰέναι, τὰ δὲ ξυνεληλυθότα: κατὰ φύσιν κατατείνουσιν αἱ κατὰ φύσιν κατατάσιες.

οὔκουν ἐγὼ ἔχω τουτέων ἀνάγκας καλλίους, οὐδὲ δικαιοτέρας: γὰρ κατ᾽ αὐτὴν τὴν ἄκανθαν ἰθυωρίη τῆς κατατάσιος κάτωθέν τε καὶ κατὰ τὸ ἱερὸν ὀστέον καλεόμενον οὐκ ἔχει ἐπιλαβὴν οὐδεμίην: ἄνωθεν δὲ κατὰ τὸν αὐχένα καὶ κατὰ τὴν κεφαλὴν, ἐπιλαβὴν μὲν ἔχει, ἀλλ᾽ ἐσιδέειν γε ἀπρεπὴς ταύτῃ τοι γινομένη κατάτασις, καὶ ἄλλας βλάβας ἂν προσπαρέχοι πλεονασθεῖσα.

Ἐπειρήθην δὲ δή ποτε, ὕπτιον τὸν ἄνθρωπον κατατείνας, ἀσκὸν ἀφύσητον ὑποθεῖναι ὑπὸ τὸ ὕβωμα, κἄπειτα αὐλῷ ἐκ χαλκείου ἐς τὸν ἀσκὸν τὸν ὑποκείμενον ἐνιέναι φῦσαν.

ἀλλά μοι οὐκ. εὐπορεῖτο: ὅτε μὲν γὰρ εὖ κατατείνοιμι τὸν ἄνθρωπον, ἡσσᾶτο ἀσκὸς, καὶ οὐκ ἠδύνατο φῦσα ἐσαναγκάζεσθαι: καὶ ἄλλως ἕτοιμον περιολισθάνειν ἦν, ἅτε ἐς τὸ αὐτὸ ἀναγκαζόμενον, τό τε τοῦ ἀνθρώπου

ὕβωμα, καὶ τὸ τοῦ ἀσκοῦ πληρουμένου κύρτωμα.

ὅτε δ᾽ αὖ μὴ κάρτα κατατείνοιμι τὸν ἄνθρωπον, μὲν ἀσκὸς ὑπὸ τῆς φύσης ἐκυρτοῦτο, δὲ ἄνθρωπος πάντη μᾶλλον ἐλορδαίνετο ξυνέφερεν.

ἔγραψα δὲ ἐπίτηδες τοῦτο: καλὰ γὰρ καὶ ταῦτα τὰ μαθήματά ἐστιν, , πειρηθέντα, ἀπορηθέντα ἐφάνη, καὶ δι᾽ ἅσσα ἠπορήθη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: