previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


51.

ἢν δὲ μηροῦ ἄρθρον ἐξ ἰσχίου ἐκπέσῃ, ἐκπίπτει δὲ κατὰ τέσσαρας τρόπους, ἐς μὲν τὸ ἔσω πλειστάκις, ἐς δὲ τὸ ἔξω τῶν ἄλλων πλειστάκις: ἐς δὲ τὸ ὄπισθεν καὶ τὸ ἔμπροσθεν ἐκπίπτει μὲν, ὀλιγάκις δέ: οἷσι μὲν οὖν ἂν ἐκβῇ ἐς τὸ ἔσω, μακρότερον τὸ σκέλος φαίνεται, παραβαλλόμενον πρὸς τὸ ἕτερον, διὰ δισσὰς προφάσιας εἰκότως: ἐπί τε γὰρ τὸ ἀπὸ τοῦ ἰσχίου πεφυκὸς ὀστέον, τὸ ἄνω φερόμενον πρὸς τὸν κτένα, ἐπὶ τοῦτο ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ γίνεται, καὶ αὐχὴν τοῦ ἄρθρου ἐπὶ τῆς κοτύλης ὀχέεται.

ἔξωθέν τε αὖ γλουτὸς κοῖλος φαίνεται, ἅτε ἔσω Ρ῾εψάσης τῆς κεφαλῆς τοῦ μηροῦ, τό τε αὖ κατὰ τὸ γόνυ τοῦ μηροῦ ἄκρον ἀναγκάζεται ἔξω Ρ῾έπειν, καὶ κνήμη καὶ ποὺς ὡσαύτως.

ἅτε οὖν ἔξω Ρ῾έποντος τοῦ ποδὸς, οἱ ἰητροὶ δι᾽ ἀπειρίην τὸν ὑγιέα πόδα πρὸς τοῦτον προσίσχουσιν, ἀλλ᾽ οὐ τοῦτον πρὸς τὸν ὑγιέα: διὰ τοῦτο πουλὺ μακρότερον φαίνεται τὸ σιναρὸν τοῦ ὑγιέος: πολλαχῆ δὲ

καὶ ἄλλῃ τὰ τοιαῦτα παραξύνεσιν ἔχει.

οὐ μὴν οὐδὲ ξυγκάμπτειν δύνανται κατὰ τὸν βουβῶνα ὁμοίως τῷ ὑγιέϊ: ἀτὰρ καὶ ψαυομένη κεφαλὴ τοῦ μηροῦ κατὰ τὸν περίνεον ὑπερογκέουσα εὔδηλός ἐστιν.

τὰ μὲν οὖν σημήϊα ταῦτά ἐστιν, οἷσιν ἂν ἔσω ἐκπεπτώκῃ μηρός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: